Μωυσῆς δὲ τοὺς τέκτονας οἵαις εἰκὸς ἦν δωρεαῖς τοὺς τοιαῦτα ἐργασαμένους τιμήσας ἔθυεν ἐν τῷ τῆς σκηνῆς αἰθρίῳ κατὰ προσταγὴν θεοῦ ταῦρον καὶ κριὸν καὶ ἔριφον ὑπὲρ ἁμαρτάδων,καὶ δὴ, λέγειν γὰρ ἐν τοῖς περὶ θυσιῶν μέλλω τὰ πρασσόμενα περὶ τὰς ἱερουργίας ἐν ἐκείνοις δηλώσων περί τε ὧν ὁλοκαυτεῖν κελεύει καὶ ὧν μεταλαμβάνειν τῆς βρώσεως ἐφίησιν ὁ νόμος, κἀκ τοῦ αἵματος τῶν τεθυμένων τήν τε στολὴν τοῦ Ἀαρῶνος καὶ αὐτὸν σὺν τοῖς παισὶν ἔρραινεν ἀφαγνίσας πηγαίοις τε ὕδασι καὶ μύρῳ, ἵνα τοῦ θεοῦ γίγνοιντο.ἐπὶ μὲν οὖν ἡμέρας ἑπτὰ τοῦτον τὸν τρόπον αὐτούς τε καὶ τὰς στολὰς ἐθεράπευε τήν τε σκηνὴν καὶ τὰ περὶ αὐτὴν σκεύη ἐλαίῳ τε προσχριομένῳ, καθὼς εἶπον, καὶ τῷ αἵματι τῶν ταύρων καὶ κριῶν σφαγέντων καθʼ ἑκάστην ἡμέραν ἑνὸς κατὰ γένος, τῇ δὲ ὀγδόῃ κατήγγειλεν ἑορτὴν τῷ λαῷ καὶ θύειν προσέταξε κατὰ δύναμιν.οἱ δʼ ἀλλήλοις ἁμιλλώμενοι καὶ ὑπερβάλλειν φιλοτιμούμενοι τὰς θυσίας, ἃς ἕκαστος ἐπιφέροι, τοῖς λεγομένοις ὑπήκουον. ἐπικειμένων δὲ τῶν ἱερῶν τῷ βωμῷ αἰφνίδιον ἐξ αὐτοῦ πῦρ ἀνήφθη αὐτόματον, καὶ ὅμοιον ἀστραπῆς λαμπηδόνι ὁρώμενον τῇ φλογὶ πάντα ἐδαπάνα τὰ ἐπὶ τοῦ βωμοῦ.Συνέβη δὲ καὶ Ἀαρῶνι συμφορά τις ἐκ τούτου λογιζομένῳ ὡς ἐπʼ ἀνθρώπῳ καὶ πατρί, γενναίως δʼ ὑπʼ αὐτοῦ καρτερηθεῖσα, ὅτι καὶ τὴν ψυχὴν πρὸς τὰ συμπίπτοντα στερρὸς ἦν καὶ κατὰ βούλησιν τοῦ θεοῦ ἡγεῖτο τὸ πάθος γεγονέναι·τῶν γὰρ υἱῶν αὐτοῦ τεσσάρων ὄντων, ὡς προεῖπον, δύο οἱ πρεσβύτεροι Νάβαδος καὶ Ἀβιοῦς κομίσαντες ἐπὶ τὸν βωμὸν οὐχ ὧν προεῖπε Μωυσῆς θυμάτων, ἀλλʼ οἷς ἐχρῶντο πρότερον, κατεκαύθησαν τοῦ πυρὸς ἐπʼ αὐτοὺς τὴν ὁρμὴν βαλόντος καὶ τὰ στέρνα καὶ τὰ πρόσωπα φλέγειν αὐτῶν ἀρξαμένου καὶ σβέσαι μηδενὸς δυναμένου.καὶ οἱ μὲν οὕτως ἀπέθανον· Μωυσῆς δὲ κελεύει τὸν πατέρα αὐτῶν καὶ τοὺς ἀδελφοὺς βαστάξαντας τὰ σώματα καὶ κομίσαντας τῆς παρεμβολῆς ἔξω θάψαι μεγαλοπρεπῶς. πενθεῖ δὲ αὐτοὺς τὸ πλῆθος χαλεπῶς ἐπὶ τῷ θανάτῳ παρὰ δόξαν οὕτω γεγενημένῳ διατεθέν.μόνους δὲ Μωυσῆς τοὺς ἀδελφοὺς αὐτῶν καὶ τὸν πατέρα μὴ φροντίζειν τῆς ἐπʼ αὐτοῖς λύπης ἠξίωσε προκρίναντας τὴν εἰς τὸν θεὸν τιμὴν τοῦ περὶ αὐτοὺς σκυθρωποῦ· ἤδη γὰρ Ἀαρὼν καὶ τὴν στολὴν τὴν ἱερὰν ἠμφίεστο.Μωυσῆς δὲ πᾶσαν τιμὴν παραιτησάμενος, ἣν ἑώρα τὸ πλῆθος αὐτῷ παρασχεῖν ἕτοιμον, πρὸς μόνῃ τῇ τοῦ θεοῦ θεραπείᾳ διετέλει. καὶ τῶν μὲν εἰς τὸ Σιναῖον ἀνόδων ἀπείχετο, εἰς δὲ τὴν σκηνὴν εἰσιὼν ἐχρηματίζετο περὶ ὧν ἐδεῖτο παρὰ τοῦ θεοῦ ἰδιωτεύων καὶ τῇ στολῇ καὶ πᾶσι τοῖς ἄλλοις ἄγων ἑαυτὸν δημοτικώτερον καὶ μηδὲν βουλόμενος τῶν πολλῶν διαφέρειν δοκεῖν, ἢ μόνῳ τῷ προνοούμενος αὐτῶν βλέπεσθαι.ἔτι δὲ τὴν πολιτείαν καὶ νόμους αὐτῶν ἔγραφε, καθʼ οὓς κεχαρισμένως τῷ θεῷ βιώσονται μηδὲν ἀλλήλοις ἐγκαλεῖν ἔχοντες· ταῦτα μέντοι κατὰ τὴν ὑπαγόρευσιν τοῦ θεοῦ συνετάττετο. διέξειμι μὲν οὖν περὶ τῆς πολιτείας καὶ τῶν νόμων.Ὃ μέντοι περὶ τῆς τοῦ ἀρχιερέως στολῆς παρέλιπον διελθεῖν βούλομαι· οὐδαμόθεν γὰρ προφητῶν κακουργίαις κατέλιπεν ἀφορμήν, εἰ δέ τινες τοιοῦτοι γένοιντο παρεγχειρεῖν τῷ τοῦ θεοῦ ἀξιώματι, αὐτοκράτορα δʼ εἶναι τὸν θεὸν παρατυγχάνειν τοῖς ἱεροῖς κατέλιπεν ὁπότε θελήσειε καὶ μὴ παρεῖναι, καὶ τοῦτʼ οὐχ Ἑβραίοις δῆλον εἶναι μόνον ἠθέλησεν, ἀλλὰ καὶ τῶν ξένων τοῖς παρατυγχάνουσι.τῶν γὰρ λίθων, οὓς ἐπὶ τοῖς ὤμοις φέρειν τὸν ἀρχιερέα προεῖπον, σαρδόνυχες δὲ ἦσαν καὶ σημαίνειν αὐτῶν τὴν φύσιν ἡγοῦμαι περισσὸν πᾶσιν εἰς γνῶσιν ἀφιγμένων, συνέβαινε λάμπειν, ὁπότε ταῖς ἱερουργίαις ὁ θεὸς παρείη, τὸν ἕτερον τὸν ἐπὶ τῷ δεξιῷ τῶν ὤμων πεπορπημένον αὐγῆς ἀποπηδώσης καὶ τοῖς πορρωτάτω φαινομένης, οὐ πρότερον ταύτης ὑπαρχούσης τῷ λίθῳ.θαυμαστὸν μὲν οὖν καὶ τοῦτο τοῖς μὴ τὴν σοφίαν ἐπʼ ἐκφαυλισμῷ τῶν θείων ἠσκηκόσιν, ὃ δʼ ἐστὶ τούτου θαυμασιώτερον ἐρῶ· διὰ γὰρ τῶν δώδεκα λίθων, οὓς κατὰ στέρνον ὁ ἀρχιερεὺς ἐνερραμμένους τῷ ἐσσῆνι φορεῖ, νίκην μέλλουσι πολεμεῖν προεμήνυεν ὁ θεός·τοσαύτη γὰρ ἀπήστραπτεν ἀπʼ αὐτῶν αὐγὴ μήπω τῆς στρατιᾶς κεκινημένης, ὡς τῷ πλήθει παντὶ γνώριμον εἶναι τὸ παρεῖναι τὸν θεὸν εἰς τὴν ἐπικουρίαν, ὅθεν Ἕλληνες οἱ τὰ ἡμέτερα τιμῶντες ἔθη διὰ τὸ μηδὲν ἀντιλέγειν δύνασθαι τούτοις τὸν ἐσσῆνα λόγιον καλοῦσιν.ἐπαύσατο μὲν οὖν ὅ τε ἐσσὴν καὶ ὁ σαρδόνυξ τοῦ λάμπειν ἔτεσι διακοσίοις πρότερον ἢ ταύτην ἐμὲ συνθεῖναι τὴν γραφὴν τοῦ θεοῦ δυσχεράναντος ἐπὶ τῇ παραβάσει τῶν νόμων, περὶ ὧν ἐροῦμεν εὐκαιρότερον. τρέψομαι δὲ νῦν ἐπὶ τὸν ἑξῆς λόγον.Καθιερωμένης γὰρ δὴ τῆς σκηνῆς καὶ διακεκοσμημένων τῶν περὶ τοὺς ἱερέας τό τε πλῆθος ὁμόσκηνον αὐτῷ τὸν θεὸν ἔκρινεν εἶναι καὶ τρέπεται πρὸς θυσίας τε καὶ ἀνέσεις ὡς ἅπασαν ἤδη κακοῦ προσδοκίαν ἀπεωσμένον, καὶ περὶ τῶν μελλόντων ὡς ἀμεινόνων ἐπιθυμοῦντες δωρεάς τε τῷ θεῷ τὰς μὲν κοινῇ τὰς δὲ κατʼ ἰδίαν ἀνετίθεσαν κατὰ φυλάς·οἵ τε γὰρ φύλαρχοι κατὰ δύο συνελθόντες ἅμαξαν καὶ δύο βόας προσκομίζουσιν· ἓξ μὲν οὖν ἦσαν αὗται καὶ τὴν σκηνὴν ἐν ταῖς ὁδοιπορίαις παρεκόμιζον. πρὸς τούτοις ἕκαστος φιάλην τε κομίζει καὶ τρύβλιον καὶ θυΐσκην, τὴν μὲν δαρεικοὺς δέκα δυναμένην καὶ πλήρη θυμιαμάτων·