τήν τε δωδεκάδα τῶν λίθων εἴτε τοὺς μῆνάς τις θέλοι νοεῖν, εἴτε τὸν οὕτως ἀριθμὸν τῶν ἀστέρων, ὃν ζωδιακὸν κύκλον Ἕλληνες καλοῦσι, τῆς κατʼ ἐκεῖνο γνώμης οὐκ ἂν ἁμάρτοι· καὶ ὁ πῖλος δέ μοι δοκεῖ τὸν οὐρανὸν τεκμηριοῦν ὑακίνθινος πεποιημένος,οὐ γὰρ ἂν ἄλλως ὑπερανετίθετο αὐτῷ τὸ ὄνομα τοῦ θεοῦ τῇ στεφάνῃ ἠγλαϊσμένον καὶ ταύτῃ χρυσέᾳ, διὰ τὴν αὐγήν, ᾗ μάλιστα χαίρει τὸ θεῖον. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτόν μοι δεδηλώσθω πολλάκις τε καὶ ἐν πολλοῖς τὴν ἀρετὴν τοῦ νομοθέτου παρεξόντων ἡμῖν διελθεῖν τῶν πραγμάτων.Ὡς δὲ τὸ προειρημένον πέρας εἶχε, τῶν ἀναθημάτων μήπω καθιερωμένων ἐπιστὰς ὁ θεὸς Μωυσεῖ τὴν ἱερωσύνην Ἀαρῶνι τἀδελφῷ προσέταξε δοῦναι ὡς ἁπάντων διʼ ἀρετὴν τῆς τιμῆς δικαιοτέρῳ τυχεῖν. καὶ συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος τήν τε ἀρετὴν αὐτοῦ καὶ τὴν εὔνοιαν διεξῄει καὶ τοὺς κινδύνους οὓς ὑπομείνειεν ὑπὲρ αὐτῶν.μαρτυρούντων δʼ ἐφʼ ἅπασιν αὐτῷ καὶ τὸ περὶ αὐτὸν πρόθυμον ἐνδεικνυμένων, ἄνδρες, εἶπεν, Ἰσραηλῖται, τὸ μὲν ἔργον ἤδη τέλος ἔχει οἷον αὐτῷ τε τῷ θεῷ ἥδιστον ἦν καὶ δυνατὸν ἡμῖν, ἐπεὶ δὲ δεῖ τοῦτον τῇ σκηνῇ καταδέχεσθαι, δεῖ πρῶτον ἡμῖν τοῦ ἱερατευσομένου καὶ ὑπηρετήσοντος ταῖς θυσίαις καὶ ταῖς ὑπὲρ ἡμῶν εὐχαῖς.καὶ ἔγωγε ταύτης ἐμοὶ τῆς σκέψεως ἐπιτραπείσης ἐμαυτὸν ἂν τῆς τιμῆς ἄξιον ἔκρινα διά τε τὸ φύσει πάντας εἶναι φιλαύτους, καὶ ὅτι πολλὰ ἐμαυτῷ καμόντι περὶ σωτηρίας τῆς ὑμετέρας σύνοιδα· νῦν δʼ αὐτὸς ὁ θεὸς Ἀαρῶνα τῆς τιμῆς ἄξιον ἔκρινε καὶ τοῦτον ᾕρηται ἱερέα, τὸν δικαιότερον ἡμῶν μᾶλλον εἰδώς,ὡς οὗτος ἐνδύσεται στολὴν τῷ θεῷ καθωσιωμένην καὶ βωμῶν ἐπιμέλειαν ἕξει καὶ πρόνοιαν ἱερείων καὶ τὰς ὑπὲρ ἡμῶν εὐχὰς ποιήσεται πρὸς τὸν θεὸν ἡδέως ἀκουσόμενον, ὅτι τε κήδεται γένους τοῦ ἡμετέρου καὶ παρʼ ἀνδρὸς ὃν αὐτὸς ἐπελέξατο γινομένας προσδέχεται ταύτας.Ἑβραῖοι δὲ ἠρέσκοντο τοῖς λεγομένοις καὶ συνῄνουν τῇ τοῦ θεοῦ χειροτονίᾳ· ἦν γὰρ Ἀαρὼν διά τε τὸ γένος καὶ τὴν προφητείαν καὶ τὴν ἀρετὴν τἀδελφοῦ πρὸς τιμὴν ἁπάντων ἀξιολογώτερος. ἦσαν δʼ αὐτῷ καὶ παῖδες κατʼ ἐκεῖνον τὸν χρόνον τέσσαρες Νάβαδος Ἀβιοῦς Ἐλεάζαρος Ἰθάμαρος.Ὅσα δὲ τῶν πρὸς τὴν τῆς σκηνῆς κατασκευὴν παρεσκευασμένων ἦν περιττὰ ταῦτʼ ἐκέλευσεν εἰς φάρση σκεπαστήρια τῆς τε σκηνῆς αὐτῆς καὶ τῆς λυχνίας καὶ τοῦ θυμιατηρίου καὶ τῶν ἄλλων σκευῶν ἀναλῶσαι, ὅπως κατὰ τὴν ὁδοιπορίαν ταῦτα μήτʼ ἐξ ὑετοῦ μηδὲν μήτʼ ἐκ κονιορτοῦ βλάπτηται.τό τε πλῆθος ἀθροίσας πάλιν εἰσφορὰν αὐτῷ προσέταξεν εἰσφέρειν σίκλου τὸ ἥμισυ καθʼ ἕκαστον,ὁ δὲ σίκλος νόμισμα Ἑβραίων ὢν Ἀττικὰς δέχεται δραχμὰς τέσσαρας·οἱ δʼ ἑτοίμως ὑπήκουον οἷς ἐκέλευσε Μωυσῆς καὶ τὸ πλῆθος τῶν εἰσφερόντων ἦν ἑξήκοντα μυριάδες καὶ πεντακισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα. ἔφερον δὲ τὸ ἀργύριον τῶν ἐλευθέρων οἱ ἀπὸ εἴκοσι ἐτῶν ἄχρι πεντήκοντα γεγονότες. τὸ δὲ συγκομισθὲν εἰς τὰς περὶ τὴν σκηνὴν χρείας ἀναλοῦτο.Ἥγνιζε δὲ καὶ τὴν σκηνὴν καὶ τοὺς ἱερέας τρόπῳ τοιούτῳ ποιούμενος αὐτῶν τὴν κάθαρσιν. σμύρνης ἐπιλέκτου σίκλους πεντακοσίους καὶ ἴρεως ἴσους, κινναμώμου δὲ καὶ καλάμου, ἔστι δὲ καὶ τοῦτο εἶδος θυμιάματος, ἡμίσειαν τῶν πρότερον ὁλκὴν κεκομμένα δεύειν ἐκέλευσεν, ἐλαίου τε ἐλαΐνου εἴν, μέτρον δʼ ἐστὶ τοῦτο ἐπιχώριον δύο χόας Ἀττικοὺς δεχόμενον, ἀναμίξαντας καὶ καθεψήσαντας σκευάσαι τέχνῃ μυρεψῶν χρῖσμα εὐωδέστατον.κἄπειτα τοῦτο λαβὼν αὐτούς τε τοὺς ἱερέας καὶ πᾶσαν τὴν σκηνὴν χρίων κεκάθαρκε, τά τε θυμιώμενα, πολλὰ δʼ ἐστὶ ταῦτα καὶ ποικίλα, κατὰ τὴν σκηνὴν ἐπὶ τοῦ χρυσοῦ θυμιατηρίου μεγάλης πάνυ τιμῆς ὄντα συνεφέρετο, ὧν παραλείπω τὴν φύσιν ἐκδιηγεῖσθαι, μὴ διʼ ὄχλου γένηται τοῖς ἐντυγχάνουσι.δὶς δὲ τῆς ἡμέρας πρίν τε ἀνασχεῖν τὸν ἥλιον καὶ πρὸς δυσμαῖς θυμιᾶν ἐχρῆν ἔλαιόν τε ἁγνίσαντας φυλάσσειν εἰς τοὺς λύχνους, ὧν τοὺς μὲν τρεῖς ἐπὶ τῇ ἱερᾷ λυχνίᾳ φέγγειν ἔδει τῷ θεῷ κατὰ πᾶσαν ἡμέραν, τοὺς δὲ λοιποὺς περὶ τὴν ἑσπέραν ἅπτοντας.Ἁπάντων δʼ ἤδη πέρας εἰληφότων ἔδοξαν ἄριστοι τῶν δημιουργῶν Βεσέβηλος καὶ Ἐλίαβος, τῶν γὰρ ἐξευρημένων τοῖς προτέροις αὐτοὶ προεθυμήθησαν ἀμείνονα προσεξεργάσασθαι, λαβεῖν τε ἐπίνοιαν ὧν πρότερον ἠγνόουν τὴν κατασκευὴν ἱκανώτατοι·τούτων μέντοι Βεσέβηλον συνέβη κριθῆναι τὸν κράτιστον. ὁ δὲ πᾶς χρόνος εἰς τὸ ἔργον διῆλθε μηνῶν ἑπτὰ καὶ μετὰ τοῦτο ἀφʼ οὗ τὴν Αἴγυπτον ἐξέλιπον ἐνιαυτὸς αὐτοῖς πρῶτος ἐτελειοῦτο. ἀρχομένου δὲ τοῦ δευτέρου ἔτους μηνὶ Ξανθικῷ κατὰ Μακεδόνας Νισὰν δὲ κατὰ Ἑβραίους νουμηνίᾳ τὴν σκηνὴν ἀφιεροῦσι καὶ πάνθʼ ὅσα περὶ αὐτὴν σκεύη μοι δεδήλωται.Ἐπέδειξε δὲ ὁ θεὸς αὑτὸν ἡσθέντα τῷ ἔργῳ τῶν Ἑβραίων καὶ μὴ μάτην αὐτοὺς πονήσαντας ὑπερηφανίᾳ τῆς χρήσεως, ἀλλʼ ἐπεξενώθη καὶ κατεσκήνωσε τῷ ναῷ τούτῳ. τὴν δὲ παρουσίαν οὕτως ἐποίησεν·ὁ μὲν οὐρανὸς καθαρὸς ἦν, ὑπὲρ δὲ τὴν σκηνὴν μόνην ἤχλυσεν οὔτε βαθεῖ πάνυ νέφει καὶ πυκνῷ περιλαβὼν αὐτήν, ὥστʼ εἶναι δόξαι χειμέριον, οὔτε μὴν λεπτὸν οὕτως, ὥστε τὴν ὄψιν ἰσχύσαι τι διʼ αὐτοῦ κατανοῆσαι· ἡδεῖα δὲ ἀπʼ αὐτοῦ δρόσος ἔρρει καὶ θεοῦ δηλοῦσα παρουσίαν τοῖς τοῦτο καὶ βουλομένοις καὶ πεπιστευκόσι.