γράμματα δὲ ἐπετέτμητο πᾶσι τῶν Ἰακώβου υἱῶν, οὓς καὶ φυλάρχους νομίζομεν, ἑκάστου τῶν λίθων ὀνόματι τετιμημένου κατὰ τάξιν ἣν ἕκαστον αὐτῶν γενέσθαι συμβέβηκε.τῶν οὖν κρίκων ἀσθενῶν ὄντων κατʼ αὐτοὺς ἐνεγκεῖν τὸ βάρος τῶν λίθων ἑτέρους δύο κρίκους μείζονας τῇ πέζῃ τοῦ ἐσσήνου ᾗπερ ἀνήκει πρὸς τὸν τράχηλον ἐμβεβηκότας τῷ ὑφάσματι ποιοῦσι, δεξομένους ἁλύσεις εἰργασμένας, αἳ συνῆσαν κατʼ ἄκρον τῶν ὤμων σειραῖς ἐκ χρυσοῦ πεπλεγμέναις συνάπτουσαι, ὧν τὸ ἄκρον ἀνεστραμμένον ἐνέβαινε κρίκῳ προέχοντι τῆς νωτιαίας πέζης τοῦ ἐφώδου.καὶ τοῦτο ἦν ἀσφάλεια τῷ ἐσσήνῃ πρὸς τὸ μὴ περιρρεῖν, ζώνη δὲ τῷ ἐσσήνῃ προσέρραπτο βάμμασιν οἷς προεῖπον μετὰ χρυσίου προσφερής, ἣ περιοδεύσασα δεῖται πάλιν ἐπὶ τῇ ῥαφῇ καὶ κατακρεμνᾶται· τοὺς δὲ θυσάνους χρύσεαι σύριγγες καθʼ ἑκατέραν ἄκραν ἐκλαβοῦσαι πάντας ἐμπεριέχουσιν αὗται.Πῖλον δὲ ἦν ὁ καὶ πρότερον αὐτῷ παραπλησίως εἰργασμένος τοῖς πᾶσιν ἱερεῦσιν, ὑπʼ αὐτὸν δὲ συνερραμμένος ἕτερος ἐξ ὑακίνθου πεποικιλμένος περιέρχεται στέφανος χρύσεος ἐπὶ τριστιχίαν κεχαλκευμένος. θάλλει δʼ ἐπʼ αὐτῷ κάλυξ χρύσεος τῇ σακχάρῳ βοτάνῃ παρʼ ἡμῖν λεγομένῃ ἀπομεμιμημένος, ὑὸς δὲ κύαμον Ἑλλήνων οἱ περὶ τομὰς ῥιζῶν ἐμπείρως ἔχοντες προσαγορεύουσιν.εἰ δέ τις ἢ θεασάμενος τὴν βοτάνην ἀμαθίᾳ τούτου ἀγνοεῖ τὴν φύσιν αὐτῆς ἢ τὴν κλῆσιν ἐπιστάμενος οὐκ ἰδὼν δʼ ἀναγνωρίσειε, τοῖς οὕτω δὴ ἔχουσι σημανῶ τὸν τρόπον·βοτάνη μέν ἐστιν ὑπὲρ τρεῖς σπιθαμὰς πολλάκις αὐξανομένη τὸ ὕψος, τὴν δὲ ῥίζαν ἐμφερὴς βουνιάδι, ταύτῃ γὰρ οὐκ ἂν ἁμάρτοι τις εἰκάζων αὐτήν, τὰ δὲ φύλλα τοῖς εὐζώμων· ἐκ μέντοι τῶν κλάδων ἀνίησι κάλυκα προσεχῆ τῷ κλωνί, περίεισι δʼ αὐτὴν ἔλυτρον, ὅπερ ἀποκρίνεται κατʼ αὐτὸ πρὸς τὸν καρπὸν μεταβαλεῖν ἠργμένης· ὁ δὲ κάλυξ μεγέθους ἐστὶ σκυταλίδος τοῦ μικροῦ δακτύλου, κρατῆρι δʼ ἐμφερὴς τὴν περιγραφήν. σημανῶ δὲ καὶ τοῦτο τοῖς οὐ μεμαθηκόσι·σφαιρίδος εἰς δύο τετμημένης περὶ τῷ πυθμένι τὴν ἑτέραν τομὴν ἔχει φυόμενος ἀπὸ ῥίζης περιφερής· εἶτα συνιὼν κατʼ ὀλίγον ὑποκοιλαινούσης εὐπρεπῶς τῆς ὑποχωρήσεως ἀνευρύνεται πάλιν ἠρέμα κατὰ χεῖλος, ὁμοίως ὀμφαλῷ ῥοιᾶς τετμημένος.ἐπίθεμα δʼ αὐτῷ ἡμισφαίριον προσπέφυκεν ἀκριβῶς ἂν εἴποι τις τετορνευμένον, ὑπερανεστώσας ἔχον τὰς ἐντομάς, ἃς εἶπον τῇ ῥοᾷ παραπλησίως βλαστάνειν, ἀκανθώδεις καὶ εἰς ὀξὺ παντελῶς ἀποληγούσας τὸ ἄκρον.φυλάττει δʼ ἐπὶ τῷ ἐπιθέματι τὸν καρπὸν διὰ παντὸς τοῦ κάλυκος ὄντα βοτάνης σπέρματι τῆς σιδηρίτιδος ὅμοιον, ἀφίησι δʼ ἄνθος τῷ τῆς μήκωνος πλαταγωνίῳ δυνάμενον δοκεῖν ἐμφερὲς εἶναι.ἐκ τούτου μὲν στέφανος ἐκκεχάλκευται ὅσον ἀπὸ τοῦ ἰνίου πρὸς ἑκάτερον τῶν κροτάφων. τὸ δὲ μέτωπον ἡ μὲν ἐφιελὶς οὐκ ἔπεισι, λεγέσθω γὰρ οὕτως ὁ κάλυξ, τελαμὼν δʼ ἐστὶ χρύσεος, ὃς ἱεροῖς γράμμασι τοῦ θεοῦ τὴν προσηγορίαν ἐπιτετμημένος ἐστί. καὶ τοιοῦτος μὲν ὁ τοῦ ἀρχιερέως κόσμος ἐστί.Θαυμάσειε δʼ ἄν τις τῶν ἀνθρώπων τὴν πρὸς ἡμᾶς ἀπέχθειαν, ἣν ὡς ἐκφαυλιζόντων ἡμῶν τὸ θεῖον ὅπερ αὐτοὶ σέβειν προῄρηνται διατετελέκασιν ἐσχηκότες·εἰ γάρ τις τῆς σκηνῆς κατανοήσειε τὴν πῆξιν καὶ τοῦ ἱερέως ἴδοι τὴν στολὴν τά τε σκεύη, οἷς περὶ τὴν ἱερουργίαν χρώμεθα, τόν τε νομοθέτην εὑρήσει θεῖον ἄνδρα καὶ ματαίως ἡμᾶς ὑπὸ τῶν ἄλλων τὰς βλασφημίας ἀκούοντας· ἕκαστα γὰρ τούτων εἰς ἀπομίμησιν καὶ διατύπωσιν τῶν ὅλων, εἴ τις ἀφθόνως ἐθέλοι καὶ μετὰ συνέσεως σκοπεῖν, εὑρήσει γεγονότα·τήν τε γὰρ σκηνὴν τριάκοντα πηχῶν οὖσαν νείμας εἰς τρία καὶ δύο μέρη πᾶσιν ἀνεὶς τοῖς ἱερεῦσιν ὥσπερ βέβηλόν τινα καὶ κοινὸν τόπον, τὴν γῆν καὶ τὴν θάλασσαν ἀποσημαίνει· καὶ γὰρ ταῦτα πᾶσίν ἐστιν ἐπιβατά. τὴν δὲ τρίτην μοῖραν μόνῳ περιέγραψε τῷ θεῷ διὰ τὸ καὶ τὸν οὐρανὸν ἀνεπίβατον εἶναι ἀνθρώποις.ἐπί τε τῇ τραπέζῃ τοὺς δώδεκα τιθεὶς ἄρτους ἀποσημαίνει τὸν ἐνιαυτὸν εἰς τοσούτους μῆνας διῃρημένον. τὴν δὲ λυχνίαν ἐξ ἑβδομήκοντα μορίων ποιήσας συγκειμένην τὰς τῶν πλανητῶν δεκαμοιρίας ᾐνίξατο· καὶ λύχνους ὑπὲρ αὐτῆς ἑπτά, τῶν πλανητῶν τὴν φοράν· τοσοῦτοι γάρ εἰσι τὸν ἀριθμόν.τά τε φάρση ἐκ τεσσάρων ὑφανθέντα τὴν τῶν στοιχείων φύσιν δηλοῖ· ἥ τε γὰρ βύσσος τὴν γῆν ἀποσημαίνειν ἔοικε διὰ τὸ ἐξ αὐτῆς ἀνεῖσθαι τὸ λίνον, ἥ τε πορφύρα τὴν θάλασσαν τῷ πεφοινῖχθαι τῶν ἰχθύων τῷ αἵματι, τὸν δὲ ἀέρα βούλεται δηλοῦν ὁ ὑάκινθος, καὶ ὁ φοῖνιξ δʼ ἂν εἴη τεκμήριον τοῦ πυρός.ἀποσημαίνει δὲ καὶ ὁ τοῦ ἀρχιερέως χιτὼν τὴν γῆν λίνεος ὤν, ὁ δὲ ὑάκινθος τὸν πόλον, ἀστραπαῖς μὲν κατὰ τοὺς ῥοΐσκους ἀπεικασμένος βρονταῖς δὲ κατὰ τὸν τῶν κωδώνων ψόφον. καὶ τὴν ἐφαπτίδα τοῦ παντὸς τὴν φύσιν ἐκ τεσσάρων δοχθεῖσαν γενέσθαι τῷ θεῷ χρυσῷ συνυφασμένην κατʼ ἐπίνοιαν οἶμαι τῆς προσούσης ἅπασιν αὐγῆς.καὶ τὸν ἐσσῆνα μέσον ὄντα τῆς ἐφαπτίδος ἐν τρόπῳ γῆς ἔταξε· καὶ γὰρ αὕτη τὸν μεσαίτατον τόπον ἔχει· ζώνῃ τε περιοδεύσας τὸν ὠκεανὸν ἀποσημαίνει· καὶ γὰρ οὗτος ἐμπεριείληφε τὰ πάντα. δηλοῖ δὲ καὶ τὸν ἥλιον καὶ τὴν σελήνην τῶν σαρδονύχων ἑκάτερος, οἷς ἐνεπόρπωσε τὸν ἀρχιερέα.