ὅταν δὲ προσίῃ ταῖς ἱερουργίαις ὁ ἱερεὺς ἡγνευκὼς ἣν ὁ νόμος ἁγνείαν προαγορεύει, πρῶτον μὲν περιτίθεται τὸν μαναχάσην λεγόμενον· βούλεται δὲ τοῦτο συνακτῆρα μὲν δηλοῦν, διάζωμα δʼ ἐστὶ περὶ τὰ αἰδοῖα ῥαπτὸν ἐκ βύσσου κλωστῆς εἰργασμένον ἐμβαινόντων εἰς αὐτὸ τῶν ποδῶν ὥσπερ εἰς ἀναξυρίδας, ἀποτέμνεται δὲ ὑπὲρ ἥμισυ καὶ τελευτῆσαν ἄχρι τῆς λαγόνος περὶ αὐτὴν ἀποσφίγγεται.Ἐπὶ δὲ τούτῳ λίνεον ἔνδυμα διπλῆς φορεῖ σινδόνος βυσσίνης, χεθομένη μὲν καλεῖται, λίνεον δὲ τοῦτο σημαίνει· χέθον γὰρ τὸ λίνον ἡμεῖς καλοῦμεν. ἔστι δὲ τοῦτο τὸ ἔνδυμα ποδήρης χιτὼν περιγεγραμμένος τῷ σώματι καὶ τὰς χειρῖδας περὶ τοῖς βραχίοσιν κατεσφιγμένος,ὃν ἐπιζώννυνται κατὰ στῆθος ὀλίγον τῆς μασχάλης ὑπεράνω τὴν ζώνην περιάγοντες πλατεῖαν μὲν ὡς εἰς τέσσαρας δακτύλους, διακένως δʼ ὑφασμένην ὥστε λεβηρίδα δοκεῖν ὄφεως· ἄνθη δʼ εἰς αὐτὴν ἐνύφανται φοίνικι καὶ πορφύρᾳ μετὰ ὑακίνθου καὶ βύσσου πεποικιλμένα, στήμων δʼ ἐστὶ μόνη βύσσος.καὶ λαβοῦσα τὴν ἀρχὴν τῆς ἑλίξεως κατὰ στέρνον καὶ περιελθοῦσα πάλιν δεῖται, καὶ κέχυται μὲν πολλὴ μέχρι καὶ τῶν σφυρῶν ἕως οὗ μηδὲν ὁ ἱερεὺς ἐνεργεῖ, πρὸς γὰρ εὐπρέπειαν οὕτως ἔχει τοῖς ὁρῶσι καλῶς, ὅταν δὲ σπουδάζειν περὶ τὰς θυσίας δέῃ καὶ διακονεῖν, ὅπως μὴ κινουμένης ἐμποδίζηται πρὸς τὸ ἔργον, ἀναβαλόμενος ἐπὶ τὸν λαιὸν ὦμον φέρει.Μωυσῆς μὲν οὖν ἀβαΐθ αὐτὴν ἐκάλεσεν, ἡμεῖς δὲ παρὰ Βαβυλωνίων μεμαθηκότες ἐμίαν αὐτὴν καλοῦμεν· οὕτως γὰρ προσαγορεύεται παρʼ αὐτοῖς. οὗτος ὁ χιτὼν κολποῦται μὲν οὐδαμόθεν, λαγαρὸν δὲ παρέχων τὸν βροχωτῆρα τοῦ αὐχένος ἁρπεδόσιν ἐκ τῆς ὤας καὶ τῶν κατὰ στέρνον καὶ μετάφρενον ἠρτημέναις ἀναδεῖται ὑπὲρ ἑκατέραν κατακλεῖδα· μασσαβάνης καλεῖται.Ὑπὲρ δὲ τῆς κεφαλῆς φορεῖ πῖλον ἄκωνον οὐ διικνούμενον εἰς πᾶσαν αὐτὴν ἀλλʼ ἐπʼ ὀλίγον ὑπερβεβηκότα μέσης· καλεῖται μὲν μασναεφθῆς, τῇ δὲ κατασκευῇ τοιοῦτός ἐστιν ὡς στεφάνη δοκεῖν ἐξ ὑφάσματος λινέου ταινία πεποιημένη παχεῖα· καὶ γὰρ ἐπιπτυσσόμενον ῥάπτεται πολλάκις.ἔπειτα σινδὼν ἄνωθεν αὐτὸν ἐκπεριέρχεται διήκουσα μέχρι μετώπου τήν τε ῥαφὴν τῆς ταινίας καὶ τὸ ἀπʼ αὐτῆς ἀπρεπὲς καλύπτουσα καὶ ὅλη δὲ τῷ κρανίῳ γιγνομένη ἐπίπεδον· ἥρμοσται δὲ ἀκριβῶς, ὡς ἂν μὴ περιρρυείη πονοῦντος περὶ τὴν ἱερουργίαν. καὶ ὁποία μέν ἐστιν ἡ τῶν πολλῶν ἱερέων στολὴ δεδηλώκαμεν.Ὁ δὲ ἀρχιερεὺς κοσμεῖται μὲν καὶ ταύτῃ παραλιπὼν οὐδὲν τῶν προειρημένων, ἐπενδυσάμενος δʼ ἐξ ὑακίνθου πεποιημένον χιτῶνα, ποδήρης δʼ ἐστὶ καὶ οὗτος, μεεὶρ καλεῖται κατὰ τὴν ἡμετέραν γλῶσσαν, ζώνῃ περισφίγγεται βάμμασιν οἷς ἡ πρότερον ἤνθει διαπεποικιλμένῃ χρυσοῦ συνυφασμένου·κατὰ πέζαν δʼ αὐτῷ προσερραμμένοι θύσανοι ῥοῶν τρόπον ἐκ βαφῆς μεμιμημένοι ἀπήρτηντο καὶ κώδωνες χρύσεοι κατὰ πολλὴν ἐπιτήδευσιν τῆς εὐπρεπείας, ὥστε μέσον ἀπολαμβάνεσθαι δυοῖν τε κωδώνοιν ῥοΐσκον, καὶ ῥοῶν κωδώνιον.ἔστι δʼ ὁ χιτὼν οὗτος οὐκ ἐκ δυοῖν περιτμημάτων, ὥστε ῥαπτὸς ἐπὶ τῶν ὤμων εἶναι καὶ τῶν παρὰ πλευράν, φάρσος δʼ ἓν ἐπίμηκες ὑφασμένον σχιστὸν ἔχει βροχωτῆρα πλάγιον, ἀλλὰ κατὰ μῆκος ἐρρωγότα πρός τε τὸ στέρνον καὶ μέσον τὸ μετάφρενον· πέζα δʼ αὐτῷ προσέρραπται ὑπὲρ τοῦ μὴ διελέγχεσθαι τῆς τομῆς τὴν δυσπρέπειαν· ὁμοίως δὲ καὶ ὅθεν αἱ χεῖρες διείργονται σχιστός ἐστιν.Ἐπὶ δὲ τούτοις τρίτον ἐνδύεται τὸν λεγόμενον μὲν ἐφώδην, Ἑλληνικῇ δʼ ἐπωμίδι προσεοικότα· γίνεται γὰρ τοῦτον τὸν τρόπον. ὑφανθεὶς ἐπὶ βάθος πηχυαῖον ἔκ τε χρωμάτων παντοίων καὶ χρυσοῦ συμπεποικιλμένος ἀπερίπτυκτον τοῦ στέρνου τὸ μέσον καταλιμπάνει χειρῖσι τε ἠσκημένος καὶ τῷ παντὶ σχήματι χιτὼν εἶναι πεποιημένος.τῷ δὲ διακένῳ τοῦ ἐνδύματος σύνεισι περίτμημα σπιθαμῆς τὸ μέγεθος χρυσῷ τε καὶ τοῖς αὐτοῖς τῷ ἐφώδῃ βάμμασι διηνθισμένον· ἐσσὴν μὲν καλεῖται, σημαίνει δὲ τοῦτο κατὰ τὴν Ἑλλήνων γλῶτταν λόγιον·πληροῖ δὲ ἀκριβῶς τοῦ ἐφώδου ὅπερ ὑφαίνοντες κατὰ στῆθος ἐξέλιπον, ἑνοῦται δʼ ὑπὸ κρίκων χρυσέων αὐτῷ τε κατὰ γωνίαν ἑκάστην κἀκείνῳ τῶν ἴσων προσκεκοινωμένων, ῥάμματος ὑακίνθου παραληφθέντος εἰς τὴν πρὸς ἀλλήλους κατάδεσιν τοῖς κρίκοις.πρὸς δὲ τὸ μὴ χαλαρὸν εἶναι τὸ ἐν μέσῳ τῶν κρίκων καταλιμπανόμενον ῥαφὴν αὐτοῦ νήμασιν ὑακινθίνοις ἐπενόησαν. πορποῦσι δὲ τὴν ἐπωμίδα σαρδόνυχες δύο κατὰ τῶν ὤμων ἑκάτερον τέλος ἐπʼ αὐτοὺς ἐπιθέον χρύσεον ἔχοντες πρὸς τὸ ταῖς περονίσιν ἐπιτήδειον εἶναι.ἐγγέγραπται δὲ τούτοις τῶν Ἰακώβου παίδων τὰ ὀνόματα γράμμασιν ἐπιχωρίοις γλώσσῃ τῇ ἡμετέρᾳ κατὰ ἓξ τῶν λίθων ἑκατέρῳ, οἱ πρεσβύτεροι δʼ εἰσὶ κατὰ ὦμον τὸν δεξιόν. ἐπίασι δὲ καὶ τὸν ἐσσήνην λίθοι δώδεκα μεγέθει καὶ κάλλει διαφέροντες οὐ κτητὸς ἀνθρώποις κόσμος διὰ τιμῆς ὑπερβολὴν ὄντες·οὗτοι μέντοι κατὰ στίχον τρεῖς ἐπὶ τεσσάρων διακείμενοι γραμμῶν ἐνήσκηνται τῷ ὕφει, χρυσὸς δʼ αὐτοὺς ἐκπεριέρχεται τὰς ἕλικας ἐντιθεὶς τῷ ὕφει πρὸς τὸ μὴ διαρρεῖν οὕτως πεποιημένος.καὶ ἡ μὲν πρώτη τριάς ἐστι σαρδόνυξ τόπαζος σμάραγδος, ἡ δευτέρα δὲ ἄνθρακα παρέχεται καὶ ἴασπιν καὶ σάπφειρον, τῆς δὲ τρίτης λίγυρος μὲν ἄρχει εἶτα ἀμέθυσος ἀχάτης δὲ τρίτος ἔνατος ὢν τοῖς πᾶσι, τετάρτου δὲ στίχου χρυσόλιθος μὲν πρόκειται, μετὰ δὲ αὐτὸν ὄνυξ, εἶτα βήρυλλος, τελευταῖος οὗτος.