καρπόν τε φέρειν ἦν ἀσθενῆ τὰ δένδρα διὰ σπάνιν τῆς ἐξ ὕδατος εἰς τοῦτο ἀφορμῆς καὶ παρακλήσεως. εἶχον οὖν ἐν αἰτίᾳ τὸν στρατηγὸν καὶ κατεβόων αὐτοῦ τὴν ταλαιπωρίαν καὶ τὴν πεῖραν τῶν κακῶν διʼ αὐτὸν πάσχειν λέγοντες· τριακοστὴν γὰρ ἐκείνην ὁδεύοντες ἡμέραν ὅσα μὲν ἐπεφέροντο πάντʼ ἦσαν ἀναλωκότες, μηδενὶ δὲ περιτυγχάνοντες δυσέλπιδες ἦσαν περὶ τῶν ὅλων.πρὸς δὲ τῷ παρόντι κακῷ τὴν διάνοιαν ὄντες καὶ ἐν μνήμῃ εἶναι τῶν ὑπηργμένων αὐτοῖς ἔκ τε τοῦ θεοῦ καὶ τῆς Μωυσέος ἀρετῆς καὶ συνέσεως κωλυόμενοι διʼ ὀργῆς τὸν στρατηγὸν εἶχον καὶ βάλλειν αὐτὸν ὡρμήκεσαν ὡς αἰτιώτατον τῆς ἐν ποσὶ συμφορᾶς.Ὁ δʼ οὕτως ἀνηρεθισμένου τοῦ πλήθους καὶ πικρῶς ἐπʼ αὐτὸν κεκινημένου τῷ θεῷ θαρρῶν καὶ τῷ συνειδότι τῆς περὶ τοὺς ὁμοφύλους προνοίας πάρεισιν εἰς μέσους, καὶ καταβοώντων καὶ κατὰ χεῖρας ἔτι τοὺς λίθους ἐχόντων, ὁραθῆναί τε κεχαρισμένος ὢν καὶ πλήθεσιν ὁμιλεῖν πιθανώτατος, καταπαύειν ἤρξατο τῆς ὀργῆς,μὴ τῶν παρόντων αὐτοὺς δυσκόλων μεμνημένους λήθην ἔχειν τῶν ἔμπροσθεν εὐεργεσιῶν παρακαλῶν, μηδʼ ὅτι νῦν πονοῦσι τῆς διανοίας ἐκβάλλειν τὰς τοῦ θεοῦ χάριτας καὶ δωρεάς, ὧν μεγάλων καὶ ἐκ παραδόξου ἔτυχον γενομένων, προσδοκᾶν δὲ καὶ τῆς παρούσης ἀπαλλαγῆναι ἀμηχανίας ἐκ τῆς τοῦ θεοῦ κηδεμονίας,ὃν εἰκὸς δοκιμάζοντα τὴν ἀρετὴν αὐτῶν πῶς τε καρτερίας ἔχουσι καὶ μνήμης τῶν προϋπηργμένων, εἰ μὴ πρὸς ἐκεῖνα γίγνοιντο διὰ τὰ ἐν ποσὶ κακά, γυμνάζειν αὐτοὺς τοῖς ἄρτι χαλεποῖς.ἐλέγχεσθαι δὲ αὐτοὺς οὐκ ἀγαθοὺς οὔτε περὶ τὴν ὑπομονὴν οὔτε περὶ τὴν μνήμην τῶν εὖ γεγονότων, οὕτως μὲν τοῦ θεοῦ καὶ τῆς ἐκείνου γνώμης, καθʼ ἣν ἐκλελοίπασι τὴν Αἴγυπτον, καταφρονοῦντας, οὕτως δὲ πρὸς αὐτὸν τὸν ὑπηρέτην αὐτοῦ διατεθέντας καὶ ταῦτα μηδὲν αὐτοὺς διαψευσάμενον περὶ ὧν εἴποι τε καὶ πράττειν κατʼ ἐντολὴν τοῦ θεοῦ κελεύσειε.κατηρίθμει τε πάντα, πῶς τε φθαρεῖεν Αἰγύπτιοι κατέχειν αὐτοὺς παρὰ τὴν τοῦ θεοῦ γνώμην βιαζόμενοι, καὶ τίνα τρόπον ὁ αὐτὸς ποταμὸς ἐκείνοις μὲν αἷμα ἦν καὶ ἄποτος αὐτοῖς δὲ πότιμος καὶ γλυκύς,πῶς τε διὰ τῆς θαλάσσης ἀναφυγούσης αὐτοῖς πορρωτάτω καινὴν ὁδὸν ἀπελθόντες αὐτῇ ταύτῃ σωθείησαν μὲν αὐτοί, τοὺς δὲ ἐχθροὺς ἐπίδοιεν ἀπολωλότας, ὅτι τε σπανίζοντας ὅπλων εἰς εὐπορίαν ὁ θεὸς καὶ τούτων καταστήσειε, τά τε ἄλλα ὅσα πρὸς αὐτῷ τῷ διαφθαρήσεσθαι δόξαντας γεγονέναι καὶ σώσειεν ὁ θεὸς ἐκ παραλόγου καὶ ὡς δύναμις αὐτῷ·μὴ ἀπογινώσκειν δὲ μηδὲ νῦν αὐτοῦ τὴν πρόνοιαν, ἀλλʼ ἀοργήτως περιμένειν, λογιζομένους μὲν τὴν ἐπικουρίαν μηδὲ βραδεῖαν γίνεσθαι, εἰ μὴ παραυτίκα καὶ εἰ μὴ πρίν τινος πειραθῆναι δυσκόλου πάρεστιν, ἡγουμένους δὲ οὐ κατὰ ὀλιγωρίαν μέλλειν τὸν θεόν, ἀλλʼ ἐπὶ πείρᾳ τῆς ἀνδρείας αὐτῶν καὶ τῆς περὶ τὴν ἐλευθερίαν ἡδονῆς,ἵνα μάθοι πότερόν ποτε καὶ τροφῆς ἀπορίαν καὶ σπάνιν ὕδατος ὑπὲρ αὐτῆς ἐστε ἐνεγκεῖν γενναῖοι, ἢ δουλεύειν μᾶλλον ἀγαπᾶτε καθάπερ τὰ βοσκήματα τοῖς κρατοῦσι καὶ τοῖς πρὸς τὰς ἐκείνων ὑπηρεσίας ἀφθόνως τρεφομένοις·δεδιέναι δʼ εἰπὼν οὐχ οὕτως ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας, πείσεσθαι γὰρ οὐδὲν κακὸν ἀδίκως ἀποθανών, ἀλλʼ ὑπὲρ αὐτῶν, μὴ διʼ ὧνπερ αὐτὸν βάλλουσι λίθων τοῦ θεοῦ κατακρίνειν νομισθῶσιν,ἐπράυνεν αὐτοὺς καὶ τῆς μὲν τοῦ βάλλειν ὁρμῆς ἐπέσχε καὶ εἰς μετάνοιαν ὧν ἔμελλον δρᾶν ἔτρεψε. παθεῖν δʼ οὐκ ἀλόγως αὐτοὺς διὰ τὴν ἀνάγκην τοῦτο νομίσας ἔγνω δεῖν ἐφʼ ἱκετείαν τοῦ θεοῦ καὶ παράκλησιν ἐλθεῖν, καὶ ἀναβὰς ἐπί τινα σκοπὴν ᾔτει πόρον τινὰ τῷ λαῷ καὶ τῆς ἐνδείας ἀπαλλαγήν·ἐν αὐτῷ γὰρ εἶναι τὴν σωτηρίαν αὐτοῦ καὶ οὐκ ἐν ἄλλῳ· συγγινώσκειν δὲ τοῖς νῦν ὑπὸ τῆς ἀνάγκης ὑπὸ τοῦ λαοῦ πραττομένοις φύσει δυσαρέστου καὶ φιλαιτίου τοῦ τῶν ἀνθρώπων ἐν οἷς ἂν ἀτυχῇ γένους ὄντος. ὁ θεὸς δὲ προνοήσειν τε ἐπαγγέλλεται καὶ παρέξειν ἀφορμὴν ἣν ποθοῦσι.Μωυσῆς δὲ τοῦ θεοῦ ταῦτʼ ἀκούσας καταβαίνει πρὸς τὸ πλῆθος· οἱ δʼ ὡς ἑώρων καὶ ταῖς ἐπαγγελίαις ταῖς παρὰ τοῦ θεοῦ γεγηθότα μετέβαλον ἐκ τῆς κατηφείας πρὸς τὸ ἱλαρώτερον, καὶ στὰς ἐκεῖνος ἐν μέσοις ἥκειν ἔλεγε φέρων αὐτοῖς παρὰ τοῦ θεοῦ τὴν περὶ τῶν ἐνεστηκότων ἀπόρων ἀπαλλαγήν.καὶ μετʼ ὀλίγον ὀρτύγων πλῆθος, τρέφει δὲ τοῦτο τὸ ὄρνεον ὡς οὐδὲν ἕτερον ὁ Ἀράβιος κόλπος, ἐφίπταται τὴν μεταξὺ θάλατταν ὑπερελθὸν καὶ ὑπὸ κόπου τε ἅμα τῆς πτήσεως καὶ πρόσγαιον μᾶλλον τῶν ἄλλων ὂν καταφέρεται εἰς τοὺς Ἑβραίους· οἱ δὲ συλλαμβάνοντες ὡς τροφὴν αὐτοῖς τοῦ θεοῦ ταύτην μηχανησαμένου τὴν ἔνδειαν ἰῶνται, καὶ Μωυσῆς ἐπʼ εὐχὰς τρέπεται τοῦ θεοῦ ταχεῖαν καὶ παρὰ τὴν ὑπόσχεσιν ποιησαμένου τὴν ἐπικουρίαν.Εὐθὺς δὲ μετὰ τὴν πρώτην ἀφορμὴν τῆς τροφῆς καὶ δευτέραν αὐτοῖς κατέπεμπεν ὁ θεός· ἀνέχοντος γὰρ τοῦ Μωυσέος τὰς χεῖρας ἐπὶ ταῖς εὐχαῖς δρόσος κατηνέχθη, καὶ περιπηγνυμένης ταῖς χερσὶ Μωυσῆς ὑπονοήσας καὶ ταύτην εἰς τροφὴν ἥκειν αὐτοῖς παρὰ τοῦ θεοῦ γεύεταί τε καὶ ἡσθείς,τοῦ πλήθους ἀγνοοῦντος καὶ νομίζοντος νίφεσθαι καὶ τῆς ὥρας εἶναι τοῦ ἔτους τὸ γινόμενον, ἀνεδίδασκεν οὐ κατὰ τὴν ἐκείνων ὑπόληψιν ἀπʼ οὐρανοῦ καταφέρεσθαι τὴν δρόσον, ἀλλʼ ἐπὶ σωτηρίᾳ τῇ αὐτῶν καὶ διατροφῇ, καὶ γευομένοις τοῦτο αὐτοῖς παρεῖχε πιστεύειν.