ἀφικνεῖται δὲ πρὸς τὸν Ἰζάτην ἄγγελος παρὰ τοῦ Πάρθου πεμφθείς, ὃς τὴν Πάρθων δύναμιν ὅση τίς ἐστιν ἤγγελλεν ἀπὸ Εὐφράτου ποταμοῦ μέχρι Βάκτρων τοὺς ὅρους αὐτῆς τιθέμενος καὶ τοὺς ὑπηκόους αὐτῆς βασιλέας καταλέγων.ἠπείλει δὲ δώσειν αὐτὸν δίκας ἀχάριστον περὶ δεσπότας τοὺς ἑαυτοῦ γενόμενον, καὶ ῥύεσθαι τῶν βασιλέως αὐτὸν χειρῶν οὐδὲ τὸν θεὸν ὃν σέβει δυνήσεσθαι.ταῦτα τοῦ ἀγγέλου φράσαντος ὁ Ἰζάτης εἰδέναι μὲν τὴν Πάρθων δύναμιν ἔφη πολὺ τῆς αὐτοῦ διαφέρουσαν, γινώσκειν δʼ οὖν ἔτι μᾶλλον πάντων ἀνθρώπων ἔλεγεν κρείσσω τὸν θεόν. καὶ τοιαύτην δοὺς τὴν ἀπόκρισιν ἐπὶ τὴν ἱκετείαν ἐτρέπετο τοῦ θεοῦ, χαμαί τε ῥίψας αὑτὸν καὶ σποδῷ τὴν κεφαλὴν καταισχύνας μετὰ γυναικὸς καὶ τέκνων ἐνήστευεν ἀνακαλῶν τὸν θεὸν καὶ λέγων,εἰ μὴ μάτην, ὦ δέσποτα κύριε, τῆς σῆς ἐγενόμην χρηστότητος, τῶν πάντων δὲ δικαίως μόνον καὶ πρῶτον ἥγημαι κύριον, ἐλθὲ σύμμαχος οὐχ ὑπὲρ ἐμοῦ μόνον ἀμυνούμενος τοὺς πολεμίους, ἀλλʼ ὅτι καὶ τῆς σῆς δυνάμεως κατατετολμήκασιν.ὁ μὲν ταῦτʼ ἐποτνιᾶτο δακρύων καὶ ὀδυρόμενος, ἐπήκοος δὲ ὁ θεὸς ἐγίνετο, καὶ κατʼ ἐκείνην εὐθὺς τὴν νύκτα δεξάμενος Οὐολογέσης ἐπιστολάς, ἐν αἷς ἐγέγραπτο Δαῶν καὶ Σακῶν χεῖρα μεγάλην καταφρονήσασαν αὐτοῦ τῆς ἀποδημίας ἐπιστρατευσαμένην διαρπάζειν τὴν Παρθυηνῶν, ἄπρακτος ἀνέζευξεν εἰς τοὐπίσω. καὶ Ἰζάτης οὕτω κατὰ θεοῦ πρόνοιαν τὰς ἀπειλὰς τοῦ Πάρθου διαφεύγει.Μετʼ οὐ πολὺν δὲ χρόνον πεντηκοστὸν μὲν καὶ πέμπτον ἀπὸ γενεᾶς πληρώσας ἔτος τέταρτον δὲ πρὸς εἰκοστῷ δυναστεύσας, καταλιπὼν παῖδας ἄρρενας εἰκοσιτέσσαρας καὶ θυγατέρας εἰκοσιτέσσαρας καταστρέφει τὸν βίον.τὴν μέντοι διαδοχὴν τῆς ἀρχῆς τὸν ἀδελφὸν Μονόβαζον ἐκέλευεν παραλαβεῖν, ἀμειβόμενος αὐτὸν ὅτι κατὰ τὴν ἀποδημίαν αὐτοῦ μετὰ τὸν τοῦ πατρὸς θάνατον πιστῶς φυλάξειεν αὐτῷ τὴν δυναστείαν.ἡ δὲ μήτηρ Ἑλένη τὸν τοῦ παιδὸς θάνατον ἀκούσασα βαρέως μὲν ἤνεγκεν ὡς εἰκὸς μητέρα στερομένην εὐσεβεστάτου παιδός, παραμυθίαν δʼ ὅμως εἶχεν τὴν διαδοχὴν ἀκούσασα εἰς τὸν πρεσβύτερον αὐτῆς υἱὸν ἥκουσαν, καὶ πρὸς αὐτὸν ἔσπευδεν. παραγενομένη δὲ εἰς τὴν Ἀδιαβηνὴν οὐ πολὺν Ἰζάτῃ τῷ παιδὶ χρόνον ἐπεβίωσεν.ὁ δὲ Μονόβαζος τά τε ἐκείνης ὀστᾶ καὶ τὰ τοῦ ἀδελφοῦ πέμψας εἰς Ἱεροσόλυμα θάψαι προσέταξεν ἐν ταῖς πυραμίσιν, ἃς ἡ μήτηρ κατεσκευάκει τρεῖς τὸν ἀριθμὸν τρία στάδια τῆς Ἱεροσολυμιτῶν πόλεως ἀπεχούσας.ἀλλὰ Μονόβαζος μὲν ὁ βασιλεὺς ὅσα κατὰ τὸν τῆς ζωῆς χρόνον ἔπραξεν, ὕστερον ἀπαγγελοῦμεν.Φάδου δὲ τῆς Ἰουδαίας ἐπιτροπεύοντος γόης τις ἀνὴρ Θευδᾶς ὀνόματι πείθει τὸν πλεῖστον ὄχλον ἀναλαβόντα τὰς κτήσεις ἕπεσθαι πρὸς τὸν Ἰορδάνην ποταμὸν αὐτῷ· προφήτης γὰρ ἔλεγεν εἶναι, καὶ προστάγματι τὸν ποταμὸν σχίσας δίοδον ἔχειν ἔφη παρέξειν αὐτοῖς ῥᾳδίαν.καὶ ταῦτα λέγων πολλοὺς ἠπάτησεν. οὐ μὴν εἴασεν αὐτοὺς τῆς ἀφροσύνης ὄνασθαι Φᾶδος, ἀλλʼ ἐξέπεμψεν ἴλην ἱππέων ἐπʼ αὐτούς, ἥτις ἀπροσδόκητος ἐπιπεσοῦσα πολλοὺς μὲν ἀνεῖλεν, πολλοὺς δὲ ζῶντας ἔλαβεν, αὐτὸν δὲ τὸν Θευδᾶν ζωγρήσαντες ἀποτέμνουσι τὴν κεφαλὴν καὶ κομίζουσιν εἰς Ἱεροσόλυμα.τὰ μὲν οὖν συμβάντα τοῖς Ἰουδαίοις κατὰ τοὺς Κουσπίου Φάδου τῆς ἐπιτροπῆς χρόνους ταῦτʼ ἐγένετο.Ἦλθε δὲ Φάδῳ διάδοχος Τιβέριος Ἀλέξανδρος Ἀλεξάνδρου παῖς τοῦ καὶ ἀλαβαρχήσαντος ἐν Ἀλεξανδρείᾳ γένει τε καὶ πλούτῳ πρωτεύσαντος τῶν ἐκεῖ καθʼ αὑτόν. διήνεγκε καὶ τῇ πρὸς τὸν θεὸν εὐσεβείᾳ τοῦ παιδὸς Ἀλεξάνδρου· τοῖς γὰρ πατρίοις οὐκ ἐνέμεινεν οὗτος ἔθεσιν.ἐπὶ τούτου δὲ καὶ τὸν μέγαν λιμὸν κατὰ τὴν Ἰουδαίαν συνέβη γενέσθαι, καθʼ ὃν καὶ ἡ βασίλισσα Ἑλένη πολλῶν χρημάτων ὠνησαμένη σῖτον ἀπὸ τῆς Αἰγύπτου διένειμεν τοῖς ἀπορουμένοις, ὡς προεῖπον.πρὸς τούτοις δὲ καὶ οἱ παῖδες Ἰούδα τοῦ Γαλιλαίου ἀνήχθησαν τοῦ τὸν λαὸν ἀπὸ Ῥωμαίων ἀποστήσαντος Κυρινίου τῆς Ἰουδαίας τιμητεύοντος, ὡς ἐν τοῖς πρὸ τούτων δεδηλώκαμεν, Ἰάκωβος καὶ Σίμων, οὓς ἀνασταυρῶσαι προσέταξεν Ἀλέξανδρος.ὁ δὲ τῆς Χαλκίδος βασιλεὺς Ἡρώδης μεταστήσας τῆς ἀρχιερωσύνης Ἰώσηπον τὸν τοῦ Καμοιδὶ τὴν διαδοχὴν τῆς τιμῆς Ἀνανίᾳ τῷ τοῦ Νεβεδαίου δίδωσιν. Τιβερίῳ δὲ Ἀλεξάνδρῳ Κουμανὸς ἀφίκετο διάδοχος.καὶ τελευτᾷ τὸν βίον Ἡρώδης ὁ τοῦ μεγάλου βασιλέως Ἀγρίππα ἀδελφὸς ὀγδόῳ τῆς Κλαυδίου Καίσαρος ἀρχῆς ἔτει, καταλιπὼν τρεῖς υἱοὺς Ἀριστόβουλον μὲν ὑπὸ τῆς πρώτης αὐτῷ τεχθέντα γυναικός, ἐκ Βερενίκης δὲ τῆς τἀδελφοῦ θυγατρὸς Βερενικιανὸν καὶ Ὑρκανόν. τὴν δʼ ἀρχὴν αὐτοῦ Καῖσαρ Κλαύδιος Ἀγρίππᾳ τῷ νεωτέρῳ δίδωσιν.Στάσεως δʼ ἐμπεσούσης τῇ τῶν Ἱεροσολυμιτῶν πόλει Κουμανοῦ τὰ κατὰ τὴν Ἰουδαίαν πράγματα διοικοῦντος ἐφθάρησαν ὑπὸ ταύτης πολλοὶ τῶν Ἰουδαίων. καὶ πρότερον ἀφηγήσομαι τὴν αἰτίαν, διʼ ἣν ταῦτα συνέβη·τῆς πάσχα προσαγορευομένης ἑορτῆς ἐνστάσης, καθʼ ἣν ἔθος ἐστὶν ἡμῖν ἄζυμα προσφέρεσθαι, πολλοῦ καὶ πανταχόθεν πλήθους συναχθέντος ἐπὶ τὴν ἑορτὴν δείσας ὁ Κουμανός, μὴ νεώτερόν τι παρὰ τούτων προσπέσῃ, κελεύει τῶν στρατιωτῶν μίαν τάξιν ἀναλαβοῦσαν τὰ ὅπλα ἐπὶ τῶν τοῦ ἱεροῦ στοῶν ἑστάναι καταστελοῦντας τὸν νεωτερισμόν, εἰ ἄρα τις γένοιτο.