οἱ δὲ ἀντιλέγειν μὲν οὐκ ἐτόλμων, παρεκάλουν δʼ ὅμως τόν τε Φᾶδον καὶ τὸν Λογγῖνον, ἀφίκετο γὰρ καὶ αὐτὸς εἰς τὰ Ἱεροσόλυμα πολλὴν ἐπαγόμενος δύναμιν φόβῳ τοῦ μὴ τὰ προστάγματα Φάδου τὸ πλῆθος τῶν Ἰουδαίων νεωτερίζειν ἀναγκάσῃ, πρῶτον μὲν αὐτοῖς ἐπιτρέψαι πρέσβεις ὡς Καίσαρα πέμψαι τοὺς αἰτησομένους παρʼ αὐτοῦ τὴν ἱερὰν στολὴν ὑπὸ τὴν αὐτῶν ἐξουσίαν ἔχειν, εἶτα δὲ περιμεῖναι μέχρις ἂν γνῶσιν, τί πρὸς ταῦτα Κλαύδιος ἀποκρίναιτο.οἱ δὲ ἐπιτρέψειν αὐτοῖς ἔφασαν ἀποστεῖλαι τοὺς πρέσβεις, εἰ λάβοιεν τοὺς παῖδας ὁμηρεύσοντας. ὑπακουσάντων δʼ ἑτοίμως ἐκείνων καὶ δόντων ἐξεπέμφθησαν οἱ πρέσβεις.παραγενομένων δὲ εἰς τὴν Ῥώμην αὐτῶν γνοὺς ὁ νεώτερος Ἀγρίππας ὁ τοῦ τετελευτηκότος παῖς, καθʼ ἣν ἥκουσιν αἰτίαν, ἐτύγχανεν δὲ ὢν παρὰ Κλαυδίῳ Καίσαρι, καθὼς καὶ πρότερον εἴπομεν, παρακαλεῖ τὸν Καίσαρα συγχωρῆσαι τοῖς Ἰουδαίοις ἅπερ ἠξίουν περὶ τῆς ἱερᾶς στολῆς καὶ Φάδῳ περὶ τούτων ἐπιστεῖλαι.Καλέσας δὲ Κλαύδιος τοὺς πρέσβεις ἔφη ταῦτα συγχωρεῖν καὶ ἐκέλευεν αὐτοὺς Ἀγρίππᾳ χάριν εἰδέναι, ταῦτα γὰρ ἐκείνου ποιεῖν ἀξιώσαντος, ἐπί τε ταῖς ἀποκρίσεσιν τοιαύτην ἐπιστολὴν ἔδωκεν·Κλαύδιος Καῖσαρ Γερμανικὸς δημαρχικῆς ἐξουσίας τὸ πέμπτον ὕπατος ἀποδεδειγμένος τὸ τέταρτον αὐτοκράτωρ τὸ δέκατον πατὴρ πατρίδος Ἱεροσολυμιτῶν ἄρχουσι βουλῇ δήμῳ Ἰουδαίων παντὶ ἔθνει χαίρειν.Ἀγρίππα τοῦ ἐμοῦ, ὃν ἐγὼ ἔθρεψα καὶ ἔχω σὺν ἐμαυτῷ εὐσεβέστατον ὄντα, προσαγαγόντος μοι τοὺς ὑμετέρους πρέσβεις εὐχαριστοῦντας ἐφʼ ᾗ πεποίημαι τοῦ ἔθνους ὑμῶν κηδεμονίᾳ, καὶ αἰτησαμένων σπουδαίως καὶ φιλοτίμως τὴν ἱερὰν ἐσθῆτα καὶ τὸν στέφανον ὑπὸ τὴν ἐξουσίαν ὑμῶν εἶναι, συγχωρῶ καθὼς ὁ κράτιστος καί μοι τιμιώτατος Οὐιτέλλιος ἐποίησεν.συγκατεθέμην δὲ τῇ γνώμῃ ταύτῃ πρῶτον διὰ τὸ ἐμαυτοῦ εὐσεβὲς καὶ τὸ βούλεσθαι ἑκάστους κατὰ τὰ πάτρια θρησκεύειν, ἔπειτα δὲ εἰδώς, ὅτι καὶ αὐτῷ βασιλεῖ Ἡρώδῃ καὶ Ἀριστοβούλῳ τῷ νεωτέρῳ, ὧν τὴν πρὸς ἐμαυτὸν εὐσέβειαν καὶ τὴν περὶ ὑμᾶς γινώσκω σπουδήν ταῦτα ποιήσας, πρὸς οὓς ἔστι μοι πλεῖστα δίκαια φιλίας κρατίστους ὄντας κἀμοὶ τιμίους.ἔγραψα δὲ περὶ τούτων καὶ Κουσπίῳ Φάδῳ τῷ ʼμῷ ἐπιτρόπῳ. οἱ τὰ γράμματα κομίζοντες Κορνήλιος Κέρωνος Τρύφων Θευδίωνος Δωρόθεος Ναθαναήλου Ἰωάννης Ἰωάννου. ἐγράφη πρὸ τεσσάρων καλανδῶν ἐπὶ ὑπάτων Ῥούφου καὶ Πομπηίου Σιλουανοῦ.Ἠιτήσατο δὲ καὶ Ἡρώδης, ὁ ἀδελφὸς μὲν Ἀγρίππα τοῦ τετελευτηκότος, Χαλκίδος δὲ τὴν ἀρχὴν κατὰ τὸν χρόνον ἐκεῖνον πεπιστευμένος, Κλαύδιον Καίσαρα τὴν ἐξουσίαν τοῦ νεὼ καὶ τῶν ἱερῶν χρημάτων καὶ τὴν τῶν ἀρχιερέων χειροτονίαν, πάντων τε ἐπέτυχεν.ἐξ ἐκείνου τε πᾶσι τοῖς ἀπογόνοις αὐτοῦ παρέμεινεν ἡ ἐξουσία μέχρι τῆς τοῦ πολέμου τελευτῆς. καὶ δὴ ὁ Ἡρώδης μεθίστησιν τῆς ἀρχιερωσύνης τὸν ἐπικαλούμενον Κανθήραν Ἰωσήπῳ τῷ Καμεὶ ἀντʼ ἐκείνου τὴν διαδοχὴν τῆς τιμῆς παρασχόμενος.Κατὰ τοῦτον δὲ τὸν καιρὸν τῶν Ἀδιαβηνῶν βασιλὶς Ἑλένη καὶ ὁ παῖς αὐτῆς Ἰζάτης εἰς τὰ Ἰουδαίων ἔθη τὸν βίον μετέβαλον διὰ τοιαύτην αἰτίαν·Μονόβαζος ὁ τῶν Ἀδιαβηνῶν βασιλεύς, ᾧ καὶ Βαζαῖος ἐπίκλησις ἦν, τῆς ἀδελφῆς Ἑλένης ἁλοὺς ἔρωτι τῇ πρὸς γάμου κοινωνίᾳ ἄγεται καὶ κατέστησεν ἐγκύμονα. συγκαθεύδων δέ ποτε τῇ γαστρὶ τῆς γυναικὸς τὴν χεῖρα προσαναπαύσας ἡνίκα καθύπνωσεν, φωνῆς τινος ἔδοξεν ὑπακούειν κελευούσης αἴρειν ἀπὸ τῆς νηδύος τὴν χεῖρα καὶ μὴ θλίβειν τὸ ἐν αὐτῇ βρέφος θεοῦ προνοίᾳ καὶ ἀρχῆς τυχὸν καὶ τέλους εὐτυχοῦς τευξόμενον.ταραχθεὶς οὖν ὑπὸ τῆς φωνῆς εὐθὺς διεγερθεὶς ἔφραζε τῇ γυναικὶ ταῦτα, καί γε τὸν υἱὸν Ἰζάτην ἐπεκάλεσεν.ἦν δὲ αὐτῷ Μονόβαζος τούτου πρεσβύτερος ἐκ τῆς Ἑλένης γενόμενος ἄλλοι τε παῖδες ἐξ ἑτέρων γυναικῶν. τὴν μέντοι πᾶσαν εὔνοιαν ὡς εἰς μονογενῆ τὸν Ἰζάτην ἔχων φανερὸς ἦν.φθόνος δὲ τοὐντεῦθεν τῷ παιδὶ παρὰ τῶν ὁμοπατρίων ἀδελφῶν ἐφύετο κἀκ τούτου μῖσος ηὔξετο λυπουμένων ἁπάντων, ὅτι τὸν Ἰζάτην αὐτῶν ὁ πατὴρ προτιμῴη.ταῦτα δὲ καίπερ σαφῶς αἰσθανόμενος ὁ πατὴρ ἐκείνοις μὲν συνεγίνωσκεν ὡς μὴ διὰ κακίαν αὐτὸ πάσχουσιν ἀλλʼ ἤτοι παρὰ τοῦ πατρὸς αὐτῶν ἕκαστον ἀξιῶν εὐνοίας τυγχάνειν, τὸν δὲ νεανίαν, σφόδρα γὰρ ἐδεδοίκει περὶ αὐτοῦ, μὴ μισούμενος ὑπὸ τῶν ἀδελφῶν πάθοι τι, πολλὰ δωρησάμενος πρὸς Ἀβεννήριγον ἐκπέμπει τὸν Σπασίνου χάρακος βασιλέα, παρακατατιθέμενος ἐκείνῳ τὴν τοῦ παιδὸς σωτηρίαν.ὁ δὲ Ἀβεννήριγος ἄσμενός τε δέχεται τὸν νεανίαν καὶ διὰ πολλῆς εὐνοίας ἄγων γυναῖκα μὲν αὐτῷ τὴν θυγατέρα, Σαμαχὼς δʼ ἦν ὄνομα ταύτῃ, δίδωσι· δωρεῖται δὲ χώραν, ἐξ ἧς μεγάλας λήψοιτο προσόδους.Μονόβαζος δὲ ἤδη γηραιὸς ὢν καὶ τοῦ ζῆν ὀλίγον αὐτῷ τὸν λοιπὸν ὁρῶν χρόνον ἠθέλησεν εἰς ὄψιν ἀφικέσθαι τῷ παιδὶ πρὸ τοῦ τελευτῆσαι. μεταπεμψάμενος οὖν αὐτὸν ἀσπάζεται φιλοφρονέστατα, καὶ χώραν δίδωσιν Καρρῶν λεγομένην.φέρειν δʼ ἡ γῆ πλεῖστον τὸ ἄμωμον ἀγαθή· ἔστι δʼ ἐν αὐτῇ καὶ τὰ λείψανα τῆς λάρνακος, ᾗ Νῶχον ἐκ τῆς ἐπομβρίας διασεσῶσθαι λόγος ἔχει, καὶ μέχρι νῦν ταῦτα τοῖς ἰδεῖν βουλομένοις ἐπιδείκνυται.