τοὺς δʼ ἔκπληξις εὐθὺς ἔλαβεν καὶ φόβος οὔτι μέτριος, μὴ τῆς πράξεως εἰς ἔλεγχον ἐλθούσης κινδυνεύσειεν μὲν ὁ βασιλεὺς τὴν ἀρχὴν ἀποβαλεῖν οὐκ ἀνασχομένων τῶν ὑπηκόων ἄρχειν αὐτῶν ἄνδρα τῶν παρʼ ἑτέροις ζηλωτὴν ἐθῶν, κινδυνεύσειαν δὲ καὶ αὐτοὶ τῆς αἰτίας ἐπʼ αὐτοῖς ἐνεχθείσης.θεὸς δʼ ἦν ὁ κωλύσων ἄρα τοὺς ἐκείνων φόβους ἐλθεῖν ἐπὶ τέλος· πολλοῖς γὰρ αὐτόν τε τὸν Ἰζάτην περιπεσόντα κινδύνοις καὶ παῖδας τοὺς ἐκείνου διέσωσεν ἐξ ἀμηχάνων πόρον εἰς σωτηρίαν παρασχών, ἐπιδεικνὺς ὅτι τοῖς εἰς αὐτὸν ἀποβλέπουσιν καὶ μόνῳ πεπιστευκόσιν ὁ καρπὸς οὐκ ἀπόλλυται ὁ τῆς εὐσεβείας. ἀλλὰ ταῦτα μὲν ὕστερον ἀπαγγελοῦμεν.Ἑλένη δὲ ἡ τοῦ βασιλέως μήτηρ ὁρῶσα τὰ μὲν κατὰ τὴν βασιλείαν εἰρηνευόμενα, τὸν δὲ υἱὸν αὐτῆς μακάριον καὶ παρὰ πᾶσι ζηλωτὸν καὶ τοῖς ἀλλοεθνέσι διὰ τὴν ἐκ τοῦ θεοῦ πρόνοιαν, ἐπιθυμίαν ἔσχεν εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν ἀφικομένη τὸ πᾶσιν ἀνθρώποις περιβόητον ἱερὸν τοῦ θεοῦ προσκυνῆσαι καὶ χαριστηρίους θυσίας προσενεγκεῖν, ἐδεῖτό τε τοῦ παιδὸς ἐπιτρέψαι.τοῦ δὲ πάνυ προθύμως τῇ μητρὶ παρακαλούσῃ κατανεύσαντος καὶ πολλὴν παρασκευὴν τῶν εἰς τὴν ἀποστολὴν ἑτοιμασαμένου καὶ χρήματα πλεῖστα δόντος, καταβαίνει εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν προπέμποντος ἐπὶ πολὺ τοῦ παιδός.γίνεται δὲ αὐτῆς ἡ ἄφιξις πάνυ συμφέρουσα τοῖς Ἱεροσολυμίταις· λιμοῦ γὰρ αὐτῶν τὴν πόλιν κατὰ τὸν καιρὸν ἐκεῖνον πιεζοῦντος καὶ πολλῶν ὑπʼ ἐνδείας ἀναλωμάτων φθειρομένων ἡ βασιλὶς Ἑλένη πέμπει τινὰς τῶν ἑαυτῆς, τοὺς μὲν εἰς τὴν Ἀλεξάνδρειαν πολλῶν σῖτον ὠνησομένους χρημάτων, τοὺς δʼ εἰς Κύπρον ἰσχάδων φόρτον οἴσοντας.ὡς δʼ ἐπανῆλθον ταχέως κομίζοντες τοῖς ἀπορουμένοις διένειμε τροφὴν καὶ μεγίστην αὐτῆς μνήμην τῆς εὐποιίας ταύτης εἰς τὸ πᾶν ἡμῶν ἔθνος καταλέλοιπε.πυθόμενος δὲ καὶ ὁ παῖς αὐτῆς Ἰζάτης τὰ περὶ τὸν λιμὸν ἔπεμψε πολλὰ χρήματα τοῖς πρώτοις τῶν Ἱεροσολυμιτῶν. ἀλλὰ γὰρ ἃ τοῖς βασιλεῦσιν εἰς τὴν πόλιν ἡμῶν ἀγαθὰ πέπρακται μετὰ ταῦτα δηλώσομεν.Ὁ δὲ τῶν Πάρθων βασιλεὺς Ἀρταβάνης αἰσθόμενος τοὺς σατράπας ἐπιβουλὴν ἐπʼ αὐτὸν συντεθεικότας, μένειν παρʼ αὐτοῖς ἀσφαλὲς οὐχ ὁρῶν ἔγνω πρὸς Ἰζάτην ἀπαίρειν, πόρον παρʼ αὐτοῦ βουλόμενος σωτηρίας εὑρέσθαι καὶ κάθοδον εἰς τὴν ἀρχήν, εἰ δυνηθείη.καὶ δὴ ἀφικνεῖται συγγενῶν τε καὶ οἰκετῶν περὶ χιλίους τὸν ἀριθμὸν ἐπαγόμενος συντυγχάνει τε τῷ Ἰζάτῃ καθʼ ὁδόν.αὐτός τε σαφῶς ἐκεῖνον ἐπιστάμενος, ὑπʼ Ἰζάτου δὲ οὐ γινωσκόμενος, πλησίον καταστὰς πρῶτον μὲν κατὰ τὸ πάτριον προσεκύνησεν αὐτόν, εἶτα βασιλεῦ , φησίν, μὴ περιίδῃς με τὸν σὸν ἱκέτην μηδʼ ὑπερηφανήσῃς δεομένου· ταπεινὸς γὰρ ἐκ μεταβολῆς γενόμενος καὶ ἐκ βασιλέως ἰδιώτης τῆς σῆς ἐπικουρίας χρῄζω.βλέψον οὖν εἰς τὸ τῆς τύχης ἄστατον καὶ κοινὴν εἶναι νόμισον καὶ ὑπὲρ σαυτοῦ πρόνοιαν· ἐμοῦ γὰρ ἀνεκδικήτου περιοφθέντος ἔσονται θρασύτεροι πολλοὶ καὶ κατὰ τῶν ἄλλων βασιλέων.ὁ μὲν ταῦτʼ ἔλεγεν δακρύων καὶ τῇ κεφαλῇ κάτω νεύων, ὁ δὲ Ἰζάτης ὡς ἤκουσε τοὔνομα καὶ εἶδεν ἱκέτην αὐτῷ παρεστῶτα τὸν Ἀρταβάνην, κατεπήδησεν ἀπὸ τοῦ ἵππου καί θάρσησον,εἶπεν, ὦ βασιλεῦ, μηδέ σε συγχείτω τὸ παρὸν ὡς ἀνήκεστον· ταχεῖα γὰρ ἔσται τῆς λύπης ἡ μεταβολή. φίλον δέ με καὶ σύμμαχον εὑρήσεις κρείττω τῆς ἐλπίδος· ἢ γὰρ εἰς τὴν Πάρθων σε καταστήσω βασιλείαν πάλιν ἢ τῆς ἐμῆς ἐκστήσομαι.Ταῦτα εἰπὼν ἀνεβίβαζεν τὸν Ἀρταβάνην ἐπὶ τὸν ἵππον, παρείπετο δʼ αὐτὸς πεζὸς τιμὴν ἀπονέμων ταυτηνὶ ὡς ἂν μείζονι βασιλεῖ. θεασάμενος δʼ Ἀρταβάνης βαρέως ἤνεγκεν καὶ τὴν ἐφεστῶσαν αὐτῷ τύχην καὶ τιμὴν ἐπωμόσατο καταβήσεσθαι μὴ ʼκείνου πάλιν ἀναβάντος καὶ προηγουμένου.ὁ δὲ πεισθεὶς ἐπὶ τὸν ἵππον ἥλατο καὶ ἀγαγὼν αὐτὸν εἰς τὴν βασιλείαν πᾶσαν τιμὴν ἀπένειμεν ἔν τε συνεδρίαις καὶ ταῖς περὶ τὰς ἑστιάσεις προκατακλίσεσιν, οὐκ εἰς τὸ παρὸν αὐτοῦ τῆς τύχης ἀποβλέπων, ἀλλʼ εἰς τὸ πρότερον ἀξίωμα, καί τι καὶ λογισμῷ διδούς, ὡς κοιναὶ τοῖς ἀνθρώποις αἱ μεταβολαὶ τῆς τύχης.γράφει τε πρὸς τοὺς Πάρθους πείθων αὐτοὺς τὸν Ἀρταβάνην ὑποδέξασθαι, πίστιν προτείνων τῆς τῶν πεπραγμένων ἀμνηστίας δεξιὰν καὶ ὅρκους καὶ μεσιτείαν τὴν αὐτοῦ.τῶν δὲ Πάρθων δέξασθαι μὲν αὐτὸν θέλειν οὐκ ἀρνουμένων, μὴ δύνασθαι δὲ λεγόντων διὰ τὸ τὴν ἀρχὴν ἑτέρῳ πεπιστευκέναι, Κίνναμος δʼ ἦν ὄνομα τῷ παρειληφότι, καὶ δεδοικέναι, μὴ στάσις αὐτοὺς ἐκ τούτου καταλάβῃ,μαθὼν τὴν προαίρεσιν αὐτῶν ὁ Κίνναμος ταύτην αὐτὸς γράφει τῷ Ἀρταβάνῃ, τέθραπτο γὰρ ὑπʼ αὐτοῦ καὶ φύσει δʼ ἦν καλὸς καὶ ἀγαθός, παρακαλῶν αὐτῷ πιστεύσαντα παραγενέσθαι τὴν ἀρχὴν ἀποληψόμενον τὴν αὐτοῦ.καὶ ὁ Ἀρταβάνης πιστεύσας παρῆν. ὑπαντᾷ δʼ αὐτῷ ὁ Κίνναμος καὶ προσκυνήσας βασιλέα τε προσαγορεύσας περιτίθησιν αὐτοῦ τῇ κεφαλῇ τὸ διάδημα ἀφελὼν τῆς ἑαυτοῦ.Καὶ Ἀρταβάνης οὕτω διὰ Ἰζάτου πάλιν εἰς τὴν ἀρχὴν καθίσταται πρότερον αὐτῆς ἐκπεσὼν διὰ τοὺς μεγιστᾶνας. οὐκ ἐγένετο μὴν ἀμνήμων τῶν εἰς αὐτὸν εὐεργεσιῶν, ἀλλʼ ἀντιδωρεῖται τὸν Ἰζάτην ταῖς μεγίσταις τιμαῖς παρʼ αὐτοῖς·