διέτριβεν οὖν ὁ Ἰζάτης ἐν τῇ χώρᾳ ταύτῃ μέχρι τῆς τελευτῆς τοῦ πατρός. ᾗ δʼ ἐξέλιπεν ἡμέρᾳ τὸν βίον ὁ Μονόβαζος ἡ βασιλὶς Ἑλένη μεταπέμπεται πάντας τοὺς μεγιστᾶνας καὶ τῆς βασιλείας σατράπας καὶ τοὺς τὰς δυνάμεις πεπιστευμένους.οἷς ἀφικομένοις, ὅτι μὲν ὁ ἐμὸς ἀνήρ, εἶπε, τῆς βασιλείας αὐτῷ διάδοχον Ἰζάτην ηὔξατο γενέσθαι καὶ τοῦτον ἄξιον ἔκρινεν, οὐδʼ ὑμᾶς λεληθέναι δοκῶ, περιμένω δὲ ὅμως καὶ τὴν ὑμετέραν κρίσιν· μακάριος γὰρ οὐχ ὁ παρʼ ἑνός, ἀλλὰ πλειόνων καὶ θελόντων τὴν ἀρχὴν λαμβάνων.ἡ μὲν ταῦτʼ εἶπεν ἐπὶ πείρᾳ τοῦ τί φρονοῖεν οἱ συγκληθέντες· οἱ δὲ ἀκούσαντες πρῶτον μὲν προσεκύνησαν τὴν βασιλίδα, καθὼς ἔθος ἐστὶν αὐτοῖς, εἶτʼ ἔφασαν τὴν τοῦ βασιλέως γνώμην βεβαιοῦν καὶ ὑπακούσεσθαι χαίροντες Ἰζάτῃ δικαίως ὑπὸ τοῦ πατρὸς προκριθέντι τῶν ἀδελφῶν κατὰ τὰς εὐχὰς τὰς ἁπάντων.βούλεσθαί τʼ ἔφασαν προαποκτεῖναι πρῶτον αὐτοῦ τοὺς ἀδελφοὺς καὶ συγγενεῖς ὑπὲρ τοῦ τὴν ἀρχὴν Ἰζάτην μετʼ ἀσφαλείας κατασχεῖν· φθαρέντων γὰρ ἐκείνων καθαιρεθήσεσθαι πάντα τὸν φόβον τὸν ὑπὸ μίσους τοῦ παρʼ αὐτῶν καὶ φθόνου γινόμενον.πρὸς ταῦτα ἡ Ἑλένη χάριν μὲν αὐτοῖς ὡμολόγει τῆς πρὸς αὐτὴν καὶ τὸν Ἰζάτην εὐνοίας ἔχειν, παρεκάλει δʼ ὅμως ἐπισχεῖν τὴν περὶ τῆς ἀναιρέσεως τῶν ἀδελφῶν γνώμην μέχρι ἂν Ἰζάτης παραγενόμενος συνδοκιμάσῃ.οἱ δʼ ἐπεὶ ἀνελεῖν συμβουλεύσαντες οὐκ ἔπεισαν, ἀλλὰ φυλάσσειν αὐτοὺς δεσμίους παρῄνουν μέχρι τῆς ἐκείνου παρουσίας ὑπὲρ ἀσφαλείας τῆς ἑαυτῶν. συνεβούλευον δʼ αὐτῇ μεταξὺ προστήσασθαί τινα τῆς ἀρχῆς ἐπίτροπον, ᾧ μάλιστα πιστεύει.πείθεται τούτοις ἡ Ἑλένη, καὶ καθίστησι τὸν πρεσβύτατον παῖδα Μονόβαζον βασιλέα περιθεῖσα τὸ διάδημα καὶ δοῦσα τὸν σημαντῆρα τοῦ πατρὸς δακτύλιον τήν τε σαμψηρὰν ὀνομαζομένην παρʼ αὐτοῖς, διοικεῖν τε τὴν βασιλείαν παρῄνεσεν μέχρι τῆς τοῦ ἀδελφοῦ παρουσίας.ἧκε δʼ οὗτος ταχέως ἀκούσας τὴν τοῦ πατρὸς τελευτὴν καὶ διαδέχεται τὸν ἀδελφὸν Μονόβαζον ὑπεκστάντος τῆς ἀρχῆς αὐτῷ.Καθʼ ὃν δὲ χρόνον ὁ Ἰζάτης ἐν τῷ Σπασίνου χάρακι διέτριβεν Ἰουδαῖός τις ἔμπορος Ἀνανίας ὄνομα πρὸς τὰς γυναῖκας εἰσιὼν τοῦ βασιλέως ἐδίδασκεν αὐτὰς τὸν θεὸν σέβειν, ὡς Ἰουδαίοις πάτριον ἦν,καὶ δὴ διʼ αὐτῶν εἰς γνῶσιν ἀφικόμενος τῷ Ἰζάτῃ κἀκεῖνον ὁμοίως συνανέπεισεν μετακληθέντι τε ὑπὸ τοῦ πατρὸς εἰς τὴν Ἀδιαβηνὴν συνεξῆλθεν κατὰ πολλὴν ὑπακούσας δέησιν· συνεβεβήκει δὲ καὶ τὴν Ἑλένην ὁμοίως ὑφʼ ἑτέρου τινὸς Ἰουδαίου διδαχθεῖσαν εἰς τοὺς ἐκείνων μετακεκομίσθαι νόμους.ὁ δʼ Ἰζάτης ὡς παρέλαβεν τὴν βασιλείαν, ἀφικόμενος εἰς τὴν Ἀδιαβηνὴν καὶ θεασάμενος τούς τε ἀδελφοὺς καὶ τοὺς ἄλλους συγγενεῖς δεδεμένους ἐδυσχέρανεν τῷ γεγονότι.καὶ τὸ μὲν ἀνελεῖν ἢ φυλάττειν δεδεμένους ἀσεβὲς ἡγούμενος, τὸ δὲ μνησικακοῦντας ἔχειν σὺν αὐτῷ μὴ δεδεμένους σφαλερὸν εἶναι νομίζων, τοὺς μὲν ὁμηρεύσοντας μετὰ τέκνων εἰς τὴν Ῥώμην ἐξέπεμψε Κλαυδίῳ Καίσαρι, τοὺς δὲ πρὸς Ἀρταβάνην τὸν Πάρθον ἐφʼ ὁμοίαις προφάσεσιν ἀπέστειλεν.Πυθόμενος δὲ πάνυ τοῖς Ἰουδαίων ἔθεσιν χαίρειν τὴν μητέρα τὴν ἑαυτοῦ ἔσπευσε καὶ αὐτὸς εἰς ἐκεῖνα μεταθέσθαι, νομίζων τε μὴ ἂν εἶναι βεβαίως Ἰουδαῖος, εἰ μὴ περιτέμνοιτο, πράττειν ἦν ἕτοιμος.μαθοῦσα δʼ ἡ μήτηρ κωλύειν ἐπειρᾶτο ἐπιφέρειν αὐτῷ κίνδυνον λέγουσα· βασιλέα γὰρ εἶναι, καὶ καταστήσειν εἰς πολλὴν δυσμένειαν τοὺς ὑπηκόους μαθόντας, ὅτι ξένων ἐπιθυμήσειεν καὶ ἀλλοτρίων αὐτοῖς ἐθῶν, οὐκ ἀνέξεσθαί τε βασιλεύοντος αὐτῶν Ἰουδαίου.καὶ ἡ μὲν ταῦτʼ ἔλεγεν καὶ παντοίως ἐκώλυεν. ὁ δʼ εἰς τὸν Ἀνανίαν τοὺς λόγους ἀνέφερεν. τοῦ δὲ τῇ μητρὶ συμφάσκοντος καὶ συναπειλήσαντος ὡς εἰ μὴ πείθοι καταλιπὼν ἄπεισιν·δεδοικέναι γὰρ ἔλεγεν, μὴ τοῦ πράγματος ἐκδήλου πᾶσιν γενομένου κινδυνεύσειε τιμωρίαν ὑποσχεῖν ὡς αὐτὸς αἴτιος τούτων καὶ διδάσκαλος τῷ βασιλεῖ ἀπρεπῶν ἔργων γενόμενος, δυνάμενον δʼ αὐτὸν ἔφη καὶ χωρὶς τῆς περιτομῆς τὸ θεῖον σέβειν, εἴγε πάντως κέκρικε ζηλοῦν τὰ πάτρια τῶν Ἰουδαίων· τοῦτʼ εἶναι κυριώτερον τοῦ περιτέμνεσθαι·συγγνώμην δʼ ἕξειν αὐτῷ καὶ τὸν θεὸν φήσαντος μὴ πράξαντι τὸ ἔργον διʼ ἀνάγκην καὶ τὸν ἐκ τῶν ὑπηκόων φόβον, ἐπείσθη μὲν τότε τοῖς λόγοις ὁ βασιλεύς.μετὰ ταῦτα δέ, τὴν γὰρ ἐπιθυμίαν οὐκ ἐξεβεβλήκει παντάπασιν, Ἰουδαῖός τις ἕτερος ἐκ τῆς Γαλιλαίας ἀφικόμενος Ἐλεάζαρος ὄνομα πάνυ περὶ τὰ πάτρια δοκῶν ἀκριβὴς εἶναι προετρέψατο πρᾶξαι τοὖργον.ἐπεὶ γὰρ εἰσῆλθεν ἀσπασόμενος αὐτὸν καὶ κατέλαβε τὸν Μωυσέος νόμον ἀναγινώσκοντα, λανθάνεις, εἶπεν, ὦ βασιλεῦ, τὰ μέγιστα τοὺς νόμους καὶ διʼ αὐτῶν τὸν θεὸν ἀδικῶν· οὐ γὰρ ἀναγινώσκειν σε δεῖ μόνον αὐτούς, ἀλλὰ καὶ πρότερον τὰ προστασσόμενα ποιεῖν ὑπʼ αὐτῶν.μέχρι τίνος ἀπερίτμητος μενεῖς; ἀλλʼ εἰ μήπω τὸν περὶ τούτου νόμον ἀνέγνως, ἵνʼ εἰδῇς τίς ἐστιν ἡ ἀσέβεια, νῦν ἀνάγνωθι.ταῦτα ἀκούσας ὁ βασιλεὺς οὐχ ὑπερεβάλετο τὴν πρᾶξιν, μεταστὰς δʼ εἰς ἕτερον οἴκημα καὶ τὸν ἰατρὸν εἰσκαλεσάμενος τὸ προσταχθὲν ἐτέλει καὶ μεταπεμψάμενος τήν τε μητέρα καὶ τὸν διδάσκαλον Ἀνανίαν ἐσήμαινεν αὐτὸν πεπραχέναι τοὖργον.