Ἀναγκαῖον δʼ εἶναι νομίζω καὶ τῇ ἱστορίᾳ ταύτῃ προσῆκον διηγήσασθαι περὶ τῶν ἀρχιερέων, πῶς ἀρξάμενοι καὶ τίσιν ἔξεστι τῆς τιμῆς ταύτης μεταλαμβάνειν καὶ πόσοι γεγόνασιν μέχρι τῆς τοῦ πολέμου τελευτῆς.πρῶτον μὲν οὖν πάντων λέγουσιν Ἀαρῶνα τὸν Μωυσέως ἀδελφὸν ἀρχιερατεῦσαι τῷ θεῷ, τελευτήσαντος δὲ ἐκείνου διαδέξασθαι τοὺς παῖδας εὐθὺς κἀπʼ ἐκείνων τοῖς ἐγγόνοις αὐτῶν διαμεῖναι τὴν τιμὴν ἅπασιν.ὅθεν καὶ πάτριόν ἐστι μηδένα τοῦ θεοῦ τὴν ἀρχιερωσύνην λαμβάνειν ἢ τὸν ἐξ αἵματος τοῦ Ἀαρῶνος, ἑτέρου δὲ γένους οὐδʼ ἂν βασιλεὺς ὢν τύχῃ τεύξεται τῆς ἀρχιερωσύνης.ἐγένοντο οὖν πάντες τὸν ἀριθμὸν ἀπὸ Ἀαρῶνος, ὡς ἔφαμεν, τοῦ πρώτου γενομένου μέχρι Φανάσου τοῦ κατὰ τὸν πόλεμον ὑπὸ τῶν στασιαστῶν ἀρχιερέως ἀναδειχθέντος ὀγδοήκοντα τρεῖς.ἐκ τούτων κατὰ τὴν ἔρημον ἐπὶ τῶν Μωυσέως χρόνων τῆς σκηνῆς ἑστώσης, ἣν Μωυσῆς τῷ θεῷ κατεσκεύασεν, μέχρι τῆς εἰς Ἰουδαίαν ἀφίξεως, ἔνθα Σολόμων ὁ βασιλεὺς τῷ θεῷ τὸν ναὸν ἤγειρεν, ἀρχιεράτευσαν δεκατρεῖς.τὸ γὰρ πρῶτον ἕως τοῦ βίου τελευτῆς τὰς ἀρχιερωσύνας εἶχον, ὕστερον δὲ καὶ παρὰ ζώντων διεδέχοντο. οἱ τοίνυν δεκατρεῖς οὗτοι τῶν δύο παίδων Ἀαρῶνος ὄντες ἔγγονοι κατὰ διαδοχὴν τὴν τιμὴν παρελάμβανον. ἐγένετο δὲ αὐτῶν ἀριστοκρατικὴ μὲν ἡ πρώτη πολιτεία, μετὰ ταύτην δὲ μοναρχία, βασιλέων δὲ τρίτη.γίνεται δὲ τῶν ἐτῶν ἀριθμὸς ὧν ἦρξαν οἱ δεκατρεῖς ἀφʼ ἧς ἡμέρας οἱ πατέρες ἡμῶν ἐξέλιπον Αἴγυπτον Μωυσέως ἄγοντος μέχρι τῆς τοῦ ναοῦ κατασκευῆς, ὃν Σολόμων ὁ βασιλεὺς ἐν Ἱεροσολύμοις ἀνήγειρεν, ἔτη δώδεκα πρὸς τοῖς ἑξακοσίοις.Μετὰ δὲ τοὺς δεκατρεῖς ἀρχιερέας ἐκείνους οἱ δέκα καὶ ὀκτὼ τὴν ἀρχιερωσύνην ἔσχον ἀπὸ Σολόμωνος βασιλέως ἐν Ἱεροσολύμοις αὐτὴν διαδεξάμενοι, μέχρι οὗ Ναβουχοδονόσορος ὁ τῶν Βαβυλωνίων βασιλεὺς ἐπιστρατεύσας τῇ πόλει τὸν μὲν ναὸν ἐνέπρησεν, τὸ δὲ ἔθνος ἡμῶν εἰς Βαβυλῶνα μετήνεγκεν καὶ τὸν ἀρχιερέα Ἰωσαδάκην αἰχμάλωτον ἔλαβεν.τούτων χρόνος τῆς ἱερωσύνης τετρακοσίων ἑξηκονταὲξ ἐτῶν ἐστι μηνῶν ἓξ ἡμερῶν δέκα ἤδη βασιλευομένων Ἰουδαίων.μετὰ δὲ χρόνον ἐτῶν ἁλώσεως ἑβδομήκοντα τῆς ὑπὸ Βαβυλωνίων γενομένης Κῦρος ὁ Περσῶν βασιλεὺς ἀπέλυσεν τοὺς ἐκ Βαβυλῶνος Ἰουδαίους ἐπὶ τὴν οἰκείαν γῆν πάλιν καὶ συνεχώρησεν τὸν ναὸν ἀνεγεῖραι.τότε δὴ τῶν ὑποστρεψάντων αἰχμαλώτων Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ εἷς ὢν τὴν ἀρχιερωσύνην λαμβάνει. λαμβάνει δʼ οὗτος αὐτὸς καὶ οἱ ἔγγονοι αὐτοῦ πεντεκαίδεκα συνάπαντες μέχρι βασιλέως Ἀντιόχου τοῦ Εὐπάτορος, ἐπολιτεύοντο δὲ δημοκρατικῶς ἔτη τετρακόσια δεκατέσσαρα.Πρῶτος δʼ Ἀντίοχος ὁ προειρημένος καὶ ὁ στρατηγὸς αὐτοῦ Λυσίας τὸν Ὀνίαν, ᾧ Μενέλαος ἐπίκλην, παύουσι τῆς ἀρχιερωσύνης ἀνελόντες αὐτὸν ἐν Βεροίᾳ καὶ καθιστᾶσιν Ἰάκιμον ἀρχιερέα, γένους μὲν τοῦ Ἀαρῶνος, οὐκ ὄντα δὲ τῆς οἰκίας ταύτης.διὰ τοῦτο καὶ Ὀνίας ὁ τοῦ τετελευτηκότος Ὀνίου ἐξάδελφος ὁμώνυμος τῷ πατρὶ παραγενόμενος εἰς Αἴγυπτον καὶ διὰ φιλίας ἀφικόμενος Πτολεμαίῳ τῷ Φιλομήτορι καὶ Κλεοπάτρᾳ τῇ γυναικὶ αὐτοῦ, πείθει τούτους κατὰ τὸν Ἡλιοπολίτην νομὸν δειμαμένους τῷ θεῷ ναὸν παραπλήσιον τῷ ἐν Ἱεροσολύμοις αὐτὸν ἀρχιερέα καταστῆσαι.ἀλλὰ περὶ μὲν τοῦ ἱεροῦ τοῦ κατασκευασθέντος ἐν Αἰγύπτῳ πολλάκις ἐδηλώσαμεν. ὁ δὲ Ἰάκιμος ἔτη τρία τὴν ἀρχιερωσύνην κατασχὼν ἐτελεύτησεν. διεδέξατο δʼ αὐτὸν οὐδείς, ἀλλὰ διετέλεσεν ἡ πόλις ἐνιαυτοὺς ἑπτὰ χωρὶς ἀρχιερέως οὖσα.πάλιν δὲ οἱ τῶν Ἀσαμωναίου παίδων ἔγγονοι τὴν προστασίαν τοῦ ἔθνους πιστευθέντες καὶ πολεμήσαντες Μακεδόσιν Ἰωνάθην ἀρχιερέα καθιστᾶσιν, ὃς ἦρξεν ἐνιαυτοὺς ἑπτά.τελευτήσαντος δὲ ἐξ ἐπιβουλῆς αὐτοῦ καὶ ἐνέδρας τῆς ὑπὸ Τρύφωνος μηχανηθείσης, ὡς ἀνωτέρω που προειρήκαμεν, λαμβάνει τὴν ἀρχιερωσύνην Σίμων ἀδελφὸς αὐτοῦ.καὶ τοῦτον δὲ δόλῳ παρὰ συμπόσιον ὑπὸ τοῦ γαμβροῦ διαφθαρέντα διεδέξατο παῖς Ὑρκανὸς ὄνομα ὃν κατασχόντα τὴν ἱερωσύνην πλείονα τἀδελφοῦ χρόνον ἐνιαυτῷ, τριακονταὲν ἔτη τῆς τιμῆς Ὑρκανὸς ἀπολαύσας τελευτᾷ γηραιὸς Ἰούδᾳ τῷ καὶ Ἀριστοβούλῳ κληθέντι τὴν διαδοχὴν καταλιπών.κληρονομεῖ δὲ καὶ τοῦτον ἀδελφὸς Ἀλέξανδρος, ὑπὸ νόσου μὲν τελευτήσαντα, τὴν ἱερωσύνην δὲ κατασχόντα μετὰ βασιλείας, καὶ γὰρ διάδημα πρῶτος περιέθετο ὁ Ἰούδας, ἐνιαυτὸν ἕνα.Βασιλεύσας δὲ ὁ Ἀλέξανδρος καὶ ἱερατεύσας ἔτη εἰκοσιεπτὰ καταστρέφει τὸν βίον Ἀλεξάνδρᾳ τῇ γυναικὶ καταστῆσαι τὸν ἀρχιερατευσόμενον ἐπιτρέψας. ἡ δὲ τὴν μὲν ἀρχιερωσύνην Ὑρκανῷ δίδωσιν, αὐτὴ δὲ τὴν βασιλείαν ἔτη ἐννέα κατασχοῦσα τελευτᾷ τὸν βίον· τὸν ἴσον δὲ χρόνον τὴν ἀρχιερωσύνην ὁ παῖς αὐτῆς Ὑρκανὸς ἔσχεν·μετὰ γὰρ τὸν θάνατον αὐτῆς πολεμήσας πρὸς αὐτὸν ὁ ἀδελφὸς Ἀριστόβουλος καὶ νικήσας ἀφαιρεῖται μὲν ἐκεῖνον τὴν ἀρχήν, αὐτὸς δʼ ἐβασίλευέ τε καὶ ἀρχιεράτευεν τοῦ ἔθνους.ἔτει δὲ τρίτῳ τῆς βασιλείας καὶ πρὸς μησὶν τοῖς ἴσοις Πομπήιος ἐλθὼν καὶ τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν κατὰ κράτος ἑλὼν αὐτὸν μὲν εἰς Ῥώμην μετὰ τῶν τέκνων δήσας ἔπεμψεν, τῷ δʼ Ὑρκανῷ πάλιν τὴν ἀρχιερωσύνην ἀποδοὺς τὴν μὲν τοῦ ἔθνους προστασίαν ἐπέτρεψεν, διάδημα δὲ φορεῖν ἐκώλυσεν.