εἶχεν δʼ οἰκέτας πάνυ μοχθηρούς, οἳ συναναστρεφόμενοι τοῖς θρασυτάτοις ἐπὶ τὰς ἅλωνας πορευόμενοι τὰς τῶν ἱερέων δεκάτας ἐλάμβανον βιαζόμενοι καὶ τοὺς μὴ διδόντας οὐκ ἀπείχοντο τύπτειν,οἵ τε ἀρχιερεῖς ὅμοια τοῖς ἐκείνου δούλοις ἔπρασσον μηδενὸς κωλύειν δυναμένου. καὶ τῶν ἱερέων τοὺς πάλαι ταῖς δεκάταις τρεφομένους τότε συνέβαινε θνήσκειν τροφῆς ἀπορίᾳ.Πάλιν δʼ οἱ σικάριοι κατὰ τὴν ἑορτήν, ἐνειστήκει γὰρ αὕτη, διὰ νυκτὸς εἰς τὴν πόλιν παρελθόντες συλλαμβάνουσι ζῶντα τὸν γραμματέα τοῦ στρατηγοῦντος Ἐλεαζάρου, παῖς δʼ ἦν οὗτος Ἀνανίου τοῦ ἀρχιερέως, καὶ δήσαντες ἐξήγαγον.εἶτα πέμψαντες πρὸς τὸν Ἀνανίαν ἀπολύσειν ἔφασαν τὸν γραμματέα πρὸς αὐτόν, εἰ πείσειεν τὸν Ἀλβῖνον δέκα δεσμώτας τοὺς ἐξ αὐτῶν ληφθέντας ἀπολῦσαι. καὶ ὁ Ἀνανίας διὰ τὴν ἀνάγκην πείσας τὸν Ἀλβῖνον τῆς ἀξιώσεως ἐπέτυχεν.τοῦτο μειζόνων κακῶν ἦρξεν· οἱ γὰρ λῃσταὶ παντοίως ἐπεμηχανῶντο τῶν Ἀνανίου τινὰς συλλαμβάνειν οἰκείων καὶ συνεχῶς ζωγροῦντες οὐκ ἀπέλυον πρὶν ἤ τινας τῶν σικαρίων ἀπολάβοιεν γενόμενοί τε πάλιν ἀριθμὸς οὐκ ὀλίγος ἀναθαρρήσαντες τὴν χώραν ἅπασαν ἐκάκουν.Κατὰ τοῦτον δὲ τὸν καιρὸν ὁ βασιλεὺς Ἀγρίππας μείζονα τὴν Φιλίππου καλουμένην Καισάρειαν κατασκευάσας εἰς τιμὴν τοῦ Νέρωνος Νερωνιάδα προσηγόρευσεν, καὶ Βηρυτίοις δὲ θέατρον ἀπὸ πολλῶν χρημάτων κατεσκευασμένον ταῖς κατʼ ἔτος θέαις ἐδωρεῖτο πολλὰς εἰς τοῦτο μυριάδας ἀναλίσκων·σῖτον γὰρ ἐδίδου τῷ δήμῳ καὶ ἔλαιον διένεμεν καὶ τὴν πᾶσαν δὲ πόλιν ἀνδριάντων ἀναθέσεσιν καὶ ταῖς τῶν ἀρχαίων ἀποτύποις εἰκόσιν ἐκόσμει καὶ μικροῦ δεῖν πάντα τὸν τῆς βασιλείας κόσμον ἐκεῖ μετήνεγκεν. μῖσος οὖν αὐτῷ παρὰ τῶν ὑπηκόων ηὔξετο διὰ τὸ περιαιρούμενον τὰ ἐκείνων εἰς ξένην πόλιν κοσμεῖν.λαμβάνει δὲ καὶ Ἰησοῦς ὁ τοῦ Γαμαλιήλου τὴν διαδοχὴν τῆς ἀρχιερωσύνης παρὰ τοῦ βασιλέως Ἰησοῦν ἀφελομένου τὸν τοῦ Δαμναίου, καὶ διὰ τοῦτο στάσις αὐτῶν πρὸς ἀλλήλους ἐγένετο· σύστημα γὰρ τῶν θρασυτάτων ποιησάμενοι πολλάκις μέχρι λίθων βολῆς ἀπὸ τῶν βλασφημιῶν ἐξέπιπτον. ὑπερεῖχεν δὲ Ἀνανίας τῷ πλούτῳ προσαγόμενος τοὺς λαμβάνειν ἑτοίμους.Κοστόβαρος δὲ καὶ Σαοῦλος αὐτοὶ καθʼ αὑτοὺς μοχθηρὰ πλήθη συνῆγον γένους μὲν ὄντες βασιλικοῦ καὶ διὰ τὴν πρὸς Ἀγρίππαν συγγένειαν εὐνοίας τυγχάνοντες, βίαιοι δὲ καὶ ἁρπάζειν τὰ τῶν ἀσθενεστέρων ἕτοιμοι. ἐξ ἐκείνου μάλιστα τοῦ καιροῦ συνέβη τὴν πόλιν ἡμῶν νοσεῖν προκοπτόντων πάντων ἐπὶ τὸ χεῖρον.Ὡς δʼ ἤκουσεν Ἀλβῖνος διάδοχον αὐτῷ Γέσσιον Φλῶρον ἀφικνεῖσθαι, βουλόμενος δοκεῖν τι τοῖς Ἱεροσολυμίταις παρεσχῆσθαι προαγαγὼν τοὺς δεσμώτας, ὅσοι ἦσαν αὐτῶν προδήλως θανεῖν ἄξιοι, τούτους προσέταξεν ἀναιρεθῆναι, τοὺς δʼ ἐκ μικρᾶς καὶ τῆς τυχούσης αἰτίας εἰς τὴν εἱρκτὴν κατατεθέντας χρήματα λαμβάνων αὐτὸς ἀπέλυεν. καὶ οὕτως ἡ μὲν φυλακὴ τῶν δεσμωτῶν ἐκαθάρθη, ἡ χώρα δὲ λῃστῶν ἐπληρώθη.Τῶν δὲ Λευιτῶν, φυλὴ δʼ ἐστὶν αὕτη, ὅσοιπερ ἦσαν ὑμνῳδοὶ πείθουσι τὸν βασιλέα καθίσαντα συνέδριον φορεῖν αὐτοῖς ἐπίσης τοῖς ἱερεῦσιν ἐπιτρέψαι λινῆν στολήν· πρέπειν γὰρ αὐτοῦ τοῖς τῆς ἀρχῆς χρόνοις ἔφασκον ἀφʼ ὧν μνημονευθήσεται καινοποιεῖν.καὶ τῆς ἀξιώσεως οὐ διήμαρτον· ὁ γὰρ βασιλεὺς μετὰ γνώμης τῶν εἰς τὸ συνέδριον ἐποιχομένων συνεχώρησεν τοῖς ὑμνῳδοῖς ἀποθεμένους τὴν προτέραν ἐσθῆτα φορεῖν λινῆν οἵαν ἠθέλησαν.μέρους δέ τινος τῆς φυλῆς λειτουργοῦντος κατὰ τὸ ἱερὸν καὶ τούτοις ἐπέτρεψεν τοὺς ὕμνους ἐκμαθεῖν, ὡς παρεκάλουν. πάντα δʼ ἦν ἐναντία ταῦτα τοῖς πατρίοις νόμοις, ὧν παραβαθέντων οὐκ ἐνῆν μὴ οὐχὶ δίκας ὑποσχεῖν.Ἤδη δὲ τότε καὶ τὸ ἱερὸν ἐτετέλεστο. βλέπων οὖν ὁ δῆμος ἀργήσαντας τοὺς τεχνίτας ὑπὲρ μυρίους καὶ ὀκτακισχιλίους ὄντας καὶ μισθοφορίας ἐνδεεῖς ἐσομένους διὰ τὸ τὴν τροφὴν ἐκ τῆς κατὰ τὸ ἱερὸν ἐργασίας πορίζεσθαι,καὶ χρήματα μὲν ἀπόθετα διὰ τὸν ἐκ Ῥωμαίων φόβον ἔχειν οὐ θέλων, προνοούμενος δὲ τῶν τεχνιτῶν καὶ εἰς τούτους ἀναλοῦν τοὺς θησαυροὺς βουλόμενος, καὶ γὰρ εἰ μίαν τις ὥραν τῆς ἡμέρας ἐργάσαιτο, τὸν μισθὸν ὑπὲρ ταύτης εὐθέως ἐλάμβανεν, ἔπειθον τὸν βασιλέα τὴν ἀνατολικὴν στοὰν ἀνεγεῖραι.ἦν δὲ ἡ στοὰ τοῦ μὲν ἔξωθεν ἱεροῦ, κειμένη δʼ ἐν φάραγγι βαθείᾳ τετρακοσίων πηχῶν τοὺς τοίχους ἔχουσα ἐκ λίθου τετραγώνου κατεσκεύαστο καὶ λευκοῦ πάνυ, τὸ μὲν μῆκος ἑκάστου λίθου πήχεις εἴκοσι, τὸ δὲ ὕψος ἕξ, ἔργον Σολόμωνος τοῦ βασιλέως πρώτου δειμαμένου τὸ σύμπαν ἱερόν.ὁ βασιλεὺς δʼ, ἐπεπίστευτο γὰρ ὑπὸ Κλαυδίου Καίσαρος τὴν ἐπιμέλειαν τοῦ ἱεροῦ, λογισάμενος παντὸς μὲν ἔργου τὴν καθαίρεσιν εἶναι ῥᾳδίαν δυσχερῆ δὲ τὴν κατασκευήν, ἐπὶ δὲ τῆς στοᾶς ταύτης καὶ μᾶλλον, χρόνου τε γὰρ καὶ πολλῶν χρημάτων εἰς τοὖργον δεήσειν, ἠρνήσατο μὲν περὶ τούτου δεομένοις, καταστορέσαι δὲ λευκῷ λίθῳ τὴν πόλιν οὐκ ἐκώλυσεν.Ἰησοῦν δὲ τὸν τοῦ Γαμαλιήλου τὴν ἀρχιερωσύνην ἀφελόμενος ἔδωκεν αὐτὴν Ματθίᾳ τῷ Θεοφίλου, καθʼ ὃν καὶ ὁ πρὸς Ῥωμαίους πόλεμος Ἰουδαίοις ἔλαβε τὴν ἀρχήν.