Ἀφικομένου δὲ εἰς τὴν Ἰουδαίαν Φήστου συνέβαινεν τὴν Ἰουδαίαν ὑπὸ τῶν λῃστῶν κακοῦσθαι τῶν κωμῶν ἁπασῶν ἐμπιπραμένων τε καὶ διαρπαζομένων.καὶ οἱ σικάριοι δὲ καλούμενοι, λῃσταὶ δέ εἰσιν οὗτοι, τότε μάλιστα ἐπλήθυον χρώμενοι ξιφιδίοις παραπλησίοις μὲν τὸ μέγεθος τοῖς τῶν Περσῶν ἀκινάκαις, ἐπικαμπέσι δὲ καὶ ὁμοίαις ταῖς ὑπὸ Ῥωμαίων σίκαις καλουμέναις, ἀφʼ ὧν καὶ τὴν προσηγορίαν οἱ λῃστεύοντες ἔλαβον πολλοὺς ἀναιροῦντες.ἀναμιγνύμενοι γὰρ ἐν ταῖς ἑορταῖς, καθὼς καὶ πρότερον εἴπομεν, τῷ πλήθει τῶν πανταχόθεν εἰς τὴν πόλιν ἐπὶ τὴν εὐσέβειαν συρρεόντων οὓς βουληθεῖεν ῥᾳδίως ἀπέσφαττον, πολλάκις δὲ καὶ μεθʼ ὅπλων ἐπὶ τὰς κώμας τῶν ἐχθρῶν ἀφικόμενοι διήρπαζον καὶ ἐνεπίμπρασαν.πέμπει δὲ Φῆστος δύναμιν ἱππικήν τε καὶ πεζικὴν ἐπὶ τοὺς ἀπατηθέντας ὑπό τινος ἀνθρώπου γόητος σωτηρίαν αὐτοῖς ἐπαγγελλομένου καὶ παῦλαν κακῶν, εἰ βουληθεῖεν ἕπεσθαι μέχρι τῆς ἐρημίας αὐτῷ, καὶ αὐτόν τε ἐκεῖνον τὸν ἀπατήσαντα καὶ τοὺς ἀκολουθήσαντας διέφθειραν οἱ πεμφθέντες.Κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ βασιλεὺς Ἀγρίππας ᾠκοδομήσατο μεγέθει διαφέρον οἴκημα ἐν τῷ βασιλείῳ ἐν Ἱεροσολύμοις πλησίον τοῦ ξυστοῦ.τὸ δὲ βασίλειον ἐγεγόνει πάλαι ὑπὸ τῶν Ἀσαμωναίου παίδων, ἐφʼ ὑψηλοῦ δὲ τόπου κείμενον τοῖς κατοπτεύειν ἀπʼ αὐτοῦ βουλομένοις τὴν πόλιν ἐπιτερπεστάτην παρεῖχεν τὴν θέαν, ἧς ἐφιέμενος ὁ βασιλεὺς ἐκεῖθεν ἀφεώρα κατακείμενος τὰ κατὰ τὸ ἱερὸν πρασσόμενα.ταῦτα δὲ θεασάμενοι τῶν Ἱεροσολυμιτῶν οἱ προύχοντες δεινῶς ἐχαλέπαινον· οὐ γὰρ ἦν πάτριον τὰ κατὰ τὸ ἱερὸν δρώμενα κατοπτεύεσθαι καὶ μάλιστα τὰς ἱερουργίας. τοῖχον οὖν ἐγείρουσιν ἐπὶ τῆς ἐξέδρας ὑψηλόν, ἥτις ἦν ἐν τῷ ἔσωθεν ἱερῷ τετραμμένη πρὸς δύσιν.οὐ μόνον δὲ τοῦ βασιλικοῦ τρικλίνου τὴν ἄποψιν οὗτος οἰκοδομηθεὶς ἀπετέμνετο, ἀλλὰ καὶ τῆς δυτικῆς στοᾶς τῆς κατὰ τὸ ἔξωθεν ἱερὸν οὔσης, ἔνθα τὰς φυλακὰς οἱ Ῥωμαῖοι ταῖς ἑορταῖς ἐποιοῦντο διὰ τὸ ἱερόν.ἐπὶ τούτοις ἠγανάκτησεν ὅ τε βασιλεὺς Ἀγρίππας, μάλιστα δὲ Φῆστος ὁ ἔπαρχος, καὶ προσέταξεν αὐτοῖς καθελεῖν. οἱ δὲ παρεκάλεσαν ἐξουσίαν αὐτοῖς δοῦναι πρεσβεῦσαι περὶ τούτου πρὸς Νέρωνα· ζῆν γὰρ οὐχ ὑπομένειν καθαιρεθέντος τινὸς μέρους τοῦ ἱεροῦ.συγχωρήσαντος δὲ τοῦ Φήστου πέμπουσιν ἐξ αὑτῶν πρὸς Νέρωνα τοὺς πρώτους δέκα καὶ Ἰσμάηλον τὸν ἀρχιερέα καὶ Ἑλκίαν τὸν γαζοφύλακα.Νέρων δὲ διακούσας αὐτῶν οὐ μόνον συνέγνω περὶ τοῦ πραχθέντος, ἀλλὰ καὶ συνεχώρησεν ἐᾶν οὕτως τὴν οἰκοδομίαν, τῇ γυναικὶ Ποππαίᾳ, θεοσεβὴς γὰρ ἦν, ὑπὲρ τῶν Ἰουδαίων δεηθείσῃ χαριζόμενος, ἣ τοῖς μὲν δέκα προσέταξεν ἀπιέναι, τὸν δʼ Ἑλκίαν καὶ τὸν Ἰσμάηλον ὁμηρεύσοντας παρʼ ἑαυτῇ κατέσχεν.ὁ δὲ βασιλεὺς ταῦθʼ ὡς ἐπύθετο δίδωσιν τὴν ἀρχιερωσύνην Ἰωσήπῳ τῷ Σίμωνος παιδὶ ἀρχιερέως ἐπικαλουμένῳ δὲ Καβί.Πέμπει δὲ Καῖσαρ Ἀλβῖνον εἰς τὴν Ἰουδαίαν ἔπαρχον Φήστου τὴν τελευτὴν πυθόμενος. ὁ δὲ βασιλεὺς ἀφείλετο μὲν τὸν Ἰώσηπον τὴν ἱερωσύνην, τῷ δὲ Ἀνάνου παιδὶ καὶ αὐτῷ Ἀνάνῳ λεγομένῳ τὴν διαδοχὴν τῆς ἀρχῆς ἔδωκεν.τοῦτον δέ φασι τὸν πρεσβύτατον Ἄνανον εὐτυχέστατον γενέσθαι· πέντε γὰρ ἔσχε παῖδας καὶ τούτους πάντας συνέβη ἀρχιερατεῦσαι τῷ θεῷ, αὐτὸς πρότερος τῆς τιμῆς ἐπὶ πλεῖστον ἀπολαύσας, ὅπερ οὐδενὶ συνέβη τῶν παρʼ ἡμῖν ἀρχιερέων.ὁ δὲ νεώτερος Ἄνανος, ὃν τὴν ἀρχιερωσύνην ἔφαμεν εἰληφέναι, θρασὺς ἦν τὸν τρόπον καὶ τολμητὴς διαφερόντως, αἵρεσιν δὲ μετῄει τὴν Σαδδουκαίων, οἵπερ εἰσὶ περὶ τὰς κρίσεις ὠμοὶ παρὰ πάντας τοὺς Ἰουδαίους, καθὼς ἤδη δεδηλώκαμεν.ἅτε δὴ οὖν τοιοῦτος ὢν ὁ Ἄνανος, νομίσας ἔχειν καιρὸν ἐπιτήδειον διὰ τὸ τεθνάναι μὲν Φῆστον, Ἀλβῖνον δʼ ἔτι κατὰ τὴν ὁδὸν ὑπάρχειν, καθίζει συνέδριον κριτῶν καὶ παραγαγὼν εἰς αὐτὸ τὸν ἀδελφὸν Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ, Ἰάκωβος ὄνομα αὐτῷ, καί τινας ἑτέρους, ὡς παρανομησάντων κατηγορίαν ποιησάμενος παρέδωκε λευσθησομένους.ὅσοι δὲ ἐδόκουν ἐπιεικέστατοι τῶν κατὰ τὴν πόλιν εἶναι καὶ περὶ τοὺς νόμους ἀκριβεῖς βαρέως ἤνεγκαν ἐπὶ τούτῳ καὶ πέμπουσιν πρὸς τὸν βασιλέα κρύφα παρακαλοῦντες αὐτὸν ἐπιστεῖλαι τῷ Ἀνάνῳ μηκέτι τοιαῦτα πράσσειν· μηδὲ γὰρ τὸ πρῶτον ὀρθῶς αὐτὸν πεποιηκέναι.τινὲς δʼ αὐτῶν καὶ τὸν Ἀλβῖνον ὑπαντιάζουσιν ἀπὸ τῆς Ἀλεξανδρείας ὁδοιποροῦντα καὶ διδάσκουσιν, ὡς οὐκ ἐξὸν ἦν Ἀνάνῳ χωρὶς τῆς ἐκείνου γνώμης καθίσαι συνέδριον.Ἀλβῖνος δὲ πεισθεὶς τοῖς λεγομένοις γράφει μετʼ ὀργῆς τῷ Ἀνάνῳ λήψεσθαι παρʼ αὐτοῦ δίκας ἀπειλῶν. καὶ ὁ βασιλεὺς Ἀγρίππας διὰ τοῦτο τὴν Ἀρχιερωσύνην ἀφελόμενος αὐτὸν ἄρξαντα μῆνας τρεῖς Ἰησοῦν τὸν τοῦ Δαμναίου κατέστησεν.Ἐπεὶ δʼ ἧκεν ὁ Ἀλβῖνος εἰς τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν, πᾶσαν εἰσηνέγκατο σπουδὴν καὶ πρόνοιαν ὑπὲρ τοῦ τὴν χώραν εἰρηνεύεσθαι τοὺς πολλοὺς τῶν σικαρίων διαφθείρας.ὁ δὲ ἀρχιερεὺς Ἀνανίας καθʼ ἑκάστην ἡμέραν ἐπὶ μέγα προύκοπτε δόξης καὶ τῆς παρὰ τῶν πολιτῶν εὐνοίας τε καὶ τιμῆς ἠξιοῦτο λαμπρῶς· ἦν γὰρ χρημάτων ποριστικός· καθʼ ἡμέραν γοῦν τὸν Ἀλβῖνον καὶ τὸν ἀρχιερέα δώροις ἐθεράπευεν.