διὰ τοῦτʼ οἶμαι καὶ τὸν θεὸν μισήσαντα τὴν ἀσέβειαν αὐτῶν ἀποστραφῆναι μὲν ἡμῶν τὴν πόλιν, τὸ δὲ ἱερὸν οὐκέτι καθαρὸν οἰκητήριον αὐτῷ κρίναντα Ῥωμαίους ἐπαγαγεῖν ἡμῖν καὶ τῇ πόλει καθάρσιον πῦρ καὶ δουλείαν ἐπιβαλεῖν σὺν γυναιξὶν καὶ τέκνοις σωφρονίσαι ταῖς συμφοραῖς βουλόμενον ἡμᾶς.Τὰ μὲν οὖν τῶν λῃστῶν ἔργα τοιαύτης ἀνοσιότητος ἐπλήρου τὴν πόλιν, οἱ δὲ γόητες καὶ ἀπατεῶνες ἄνθρωποι τὸν ὄχλον ἔπειθον αὐτοῖς εἰς τὴν ἐρημίαν ἕπεσθαι·δείξειν γὰρ ἔφασαν ἐναργῆ τέρατα καὶ σημεῖα κατὰ τὴν τοῦ θεοῦ πρόνοιαν γινόμενα. καὶ πολλοὶ πεισθέντες τῆς ἀφροσύνης τιμωρίας ὑπέσχον· ἀναχθέντας γὰρ αὐτοὺς Φῆλιξ ἐκόλασεν.ἀφικνεῖται δέ τις ἐξ Αἰγύπτου κατὰ τοῦτον τὸν καιρὸν εἰς Ἱεροσόλυμα προφήτης εἶναι λέγων καὶ συμβουλεύων τῷ δημοτικῷ πλήθει σὺν αὐτῷ πρὸς ὄρος τὸ προσαγορευόμενον ἐλαιῶν, ὃ τῆς πόλεως ἄντικρυς κείμενον ἀπέχει στάδια πέντε·θέλειν γὰρ ἔφασκεν αὐτοῖς ἐκεῖθεν ἐπιδεῖξαι, ὡς κελεύσαντος αὐτοῦ πίπτοι τὰ τῶν Ἱεροσολυμιτῶν τείχη, διʼ ὧν καὶ τὴν εἴσοδον αὐτοῖς παρέξειν ἐπηγγέλλετο.Φῆλιξ δʼ ὡς ἐπύθετο ταῦτα, κελεύει τοὺς στρατιώτας ἀναλαβεῖν τὰ ὅπλα καὶ μετὰ πολλῶν ἱππέων τε καὶ πεζῶν ὁρμήσας ἀπὸ τῶν Ἱεροσολύμων προσβάλλει τοῖς περὶ τὸν Αἰγύπτιον, καὶ τετρακοσίους μὲν αὐτῶν ἀνεῖλεν, διακοσίους δὲ ζῶντας ἔλαβεν.ὁ δʼ Αἰγύπτιος αὐτὸς διαδρὰς ἐκ τῆς μάχης ἀφανὴς ἐγένετο. πάλιν δʼ οἱ λῃσταὶ τὸν δῆμον εἰς τὸν πρὸς Ῥωμαίους πόλεμον ἠρέθιζον μηδὲν ὑπακούειν αὐτοῖς λέγοντες, καὶ τὰς τῶν ἀπειθούντων κώμας ἐμπιπράντες διήρπαζον.Γίνεται δὲ καὶ τῶν Καισάρειαν οἰκούντων Ἰουδαίων στάσις πρὸς τοὺς ἐν αὐτῇ Σύρους περὶ ἰσοπολιτείας· οἱ μὲν γὰρ Ἰουδαῖοι πρωτεύειν ἠξίουν διὰ τὸ τὸν κτίστην τῆς Καισαρείας Ἡρώδην αὐτῶν βασιλέα γεγονέναι τὸ γένος Ἰουδαῖον, Σύροι δὲ τὰ μὲν περὶ τὸν Ἡρώδην ὡμολόγουν, ἔφασκον δὲ τὴν Καισάρειαν Στράτωνος πύργον τὸ πρότερον καλεῖσθαι καὶ τότε μηδένα γεγονέναι τῆς πόλεως αὐτῶν Ἰουδαῖον οἰκήτορα.ταῦτα ἀκούσαντες οἱ τῆς χώρας ἔπαρχοι λαβόντες ἀμφοτέρωθεν τοὺς αἰτίους τῆς στάσεως πληγαῖς ᾐκίσαντο καὶ τὴν ταραχὴν οὕτω κατέστειλαν πρὸς ὀλίγον.πάλιν γὰρ οἱ κατὰ τὴν πόλιν Ἰουδαῖοι τῷ πλούτῳ θαρροῦντες καὶ διὰ τοῦτο καταφρονοῦντες τῶν Σύρων ἐβλασφήμουν εἰς αὐτοὺς ἐρεθίσειν προσδοκῶντες.οἱ δὲ χρήμασιν μὲν ἡττώμενοι, μέγα δὲ φρονοῦντες ἐπὶ τῷ τοὺς πλείστους τῶν ὑπὸ Ῥωμαίοις ἐκεῖ στρατευομένων Καισαρεῖς εἶναι καὶ Σεβαστηνοὺς μέχρι μέν τινος καὶ αὐτοὶ τοὺς Ἰουδαίους λόγῳ ὕβριζον, εἶτα λίθοις ἀλλήλους ἔβαλλον, ἕως πολλοὺς παρʼ ἀμφότερα τρωθῆναί τε καὶ πεσεῖν συνέβη· νικῶσί γε μὴν Ἰουδαῖοι.Φῆλιξ δʼ ὡς ἐθεάσατο φιλονεικίαν ἐν πολέμου τρόπῳ γενομένην προπηδήσας παύεσθαι τοὺς Ἰουδαίους παρεκάλει, μὴ πειθομένοις δὲ τοὺς στρατιώτας ὁπλίσας ἐπαφίησι καὶ πολλοὺς μὲν αὐτῶν ἀνεῖλεν, πλείους δὲ ζῶντας ἔλαβεν, οἰκίας δέ τινας τῶν ἐν τῇ πόλει πολλῶν πάνυ χρημάτων γεμούσας διαρπάζειν ἐφῆκεν.οἱ δὲ τῶν Ἰουδαίων ἐπιεικέστεροι καὶ προύχοντες κατὰ τὴν ἀξίωσιν δείσαντες περὶ ἑαυτῶν παρεκάλουν τὸν Φήλικα τοὺς στρατιώτας ἀνακαλέσασθαι τῇ σάλπιγγι καὶ φείσασθαι τὸ λοιπὸν αὐτῶν δοῦναί τε μετάνοιαν ἐπὶ τοῖς πεπραγμένοις. καὶ Φῆλιξ ἐπείσθη.Κατὰ τοῦτον τὸν καιρὸν ὁ βασιλεὺς Ἀγρίππας δίδωσιν τὴν ἀρχιερωσύνην Ἰσμαήλῳ· Φαβεῖ παῖς οὗτος ἦν.ἐξάπτεται δὲ καὶ τοῖς ἀρχιερεῦσι στάσις πρὸς τοὺς ἱερεῖς καὶ τοὺς πρώτους τοῦ πλήθους τῶν Ἱεροσολυμιτῶν, ἕκαστός τε αὐτῶν στῖφος ἀνθρώπων τῶν θρασυτάτων καὶ νεωτεριστῶν ἑαυτῷ ποιήσας ἡγεμὼν ἦν, καὶ συρράσσοντες ἐκακολόγουν τε ἀλλήλους καὶ λίθοις ἔβαλλον. ὁ δʼ ἐπιπλήξων ἦν οὐδὲ εἷς, ἀλλʼ ὡς ἐν ἀπροστατήτῳ πόλει ταῦτʼ ἐπράσσετο μετʼ ἐξουσίας.τοσαύτη δὲ τοὺς ἀρχιερεῖς κατέλαβεν ἀναίδεια καὶ τόλμα, ὥστε καὶ πέμπειν δούλους ἐτόλμων ἐπὶ τὰς ἅλωνας τοὺς ληψομένους τὰς τοῖς ἱερεῦσιν ὀφειλομένας δεκάτας, καὶ συνέβαινεν τοὺς ἀπορουμένους τῶν ἱερέων ὑπʼ ἐνδείας τελευτᾶν. οὕτως ἐκράτει τοῦ δικαίου παντὸς ἡ τῶν στασιαζόντων βία.Πορκίου δὲ Φήστου διαδόχου Φήλικι πεμφθέντος ὑπὸ Νέρωνος οἱ πρωτεύοντες τῶν τὴν Καισάρειαν κατοικούντων Ἰουδαίων εἰς τὴν Ῥώμην ἀναβαίνουσιν Φήλικος κατηγοροῦντες, καὶ πάντως ἂν ἐδεδώκει τιμωρίαν τῶν εἰς Ἰουδαίους ἀδικημάτων, εἰ μὴ πολλὰ αὐτὸν ὁ Νέρων τἀδελφῷ Πάλλαντι παρακαλέσαντι συνεχώρησεν μάλιστα δὴ τότε διὰ τιμῆς ἄγων ἐκεῖνον.καὶ τῶν ἐν Καισαρείᾳ δὲ οἱ πρῶτοι Σύρων Βήρυλλον, παιδαγωγὸς δʼ ἦν οὗτος τοῦ Νέρωνος τάξιν τὴν ἐπὶ τῶν Ἑλληνικῶν ἐπιστολῶν πεπιστευμένος, πείθουσι πολλοῖς χρήμασιν αἰτήσασθαι παρὰ τοῦ Νέρωνος αὐτοῖς ἐπιστολὴν ἀκυροῦσαν τὴν Ἰουδαίων πρὸς αὐτοὺς ἰσοπολιτείαν.καὶ Βήρυλλος τὸν αὐτοκράτορα παρακαλέσας ἐπέτυχε γραφῆναι τὴν ἐπιστολήν. αὕτη τῷ ἔθνει ἡμῶν τῶν μετὰ ταῦτα κακῶν τὰς αἰτίας παρέσχεν· πυθόμενοι γὰρ οἱ κατὰ τὴν Καισάρειαν Ἰουδαῖοι τὰ γραφέντα τῆς πρὸς τοὺς Σύρους στάσεως μᾶλλον εἴχοντο μέχρι δὴ τὸν πόλεμον ἐξῆψαν.