τῷ αὐτῷ δὲ καιρῷ καὶ Μαριάμμη παραιτησαμένη τὸν Ἀρχέλαον συνῴκησε Δημητρίῳ τῶν ἐν Ἀλεξανδρείᾳ Ἰουδαίων πρωτεύοντι γένει τε καὶ πλούτῳ· τότε δὴ καὶ τὴν ἀλαβαρχίαν αὐτὸς εἶχεν. γενόμενον δʼ αὐτῇ παιδίον ἐξ ἐκείνου Ἀγριππῖνον προσηγόρευσεν. ἀλλὰ περὶ μὲν ἑκάστου τούτων μετὰ ἀκριβείας ὕστερον ἀπαγγελοῦμεν.Τελευτᾷ δὲ Κλαύδιος Καῖσαρ βασιλεύσας ἔτη δεκατρία καὶ μῆνας ὀκτὼ πρὸς ἡμέραις εἴκοσι, καὶ λόγος ἦν παρά τινων, ὡς ὑπὸ τῆς γυναικὸς Ἀγριππίνης φαρμάκοις ἀνῄρητο. ταύτης πατὴρ μὲν ἦν Γερμανικὸς ὁ Καίσαρος ἀδελφός, ἀνὴρ δὲ γενόμενος Δομέτιος Ἠνόβαρβος ὁ τῶν ἐπισήμων κατὰ τὴν Ῥωμαίων πόλιν.οὗ τελευτήσαντος χηρεύουσαν αὐτὴν ἐπὶ πολὺν χρόνον Κλαύδιος ἄγεται πρὸς γάμον ἐπαγομένην καὶ παῖδα Δομέτιον ὁμώνυμον τῷ πατρί. προανῃρήκει δὲ τὴν γυναῖκα Μεσσαλῖναν διὰ ζηλοτυπίαν, ἐξ ἧς αὐτῷ καὶ παῖδες ἐγεγόνεσαν Βρεττανικός τε καὶ Ὀκταουία.ἦν γὰρ Ἀντωνιανὴ καὶ πρεσβυτάτη τῶν ἀδελφῶν, ἣν ἐκ Πετίνης τῆς πρώτης γυναικὸς εἶχεν. καὶ δὴ τὴν Ὀκταουίαν ἥρμοσεν τῷ Νέρωνι· τοῦτο γὰρ ὕστερον αὐτὸν ἐκάλεσεν εἰσποιησάμενος υἱὸν ὁ Καῖσαρ.Δεδοικυῖα δʼ ἡ Ἀγριππῖνα, μὴ ὁ Βρεττανικὸς ἀνδρωθεὶς αὐτὸς παρὰ τοῦ πατρὸς τὴν ἀρχὴν παραλάβοι, τῷ δὲ αὐτῆς παιδὶ προαρπάσαι βουλομένη τὴν ἡγεμονίαν τά τε περὶ τὸν θάνατον τοῦ Κλαυδίου,καθάπερ ἦν λόγος, διεπράξατο, καὶ παραχρῆμα πέμπει τὸν τῶν στρατευμάτων ἔπαρχον Βοῦρρον καὶ σὺν αὐτῷ τοὺς χιλιάρχους τῶν τε ἀπελευθέρων τοὺς πλεῖστον δυναμένους ἀπάξοντας εἰς τὴν παρεμβολὴν τὸν Νέρωνα καὶ προσαγορεύσοντας αὐτὸν αὐτοκράτορα.Νέρων δὲ τὴν ἀρχὴν οὕτως παραλαβὼν Βρεττανικὸν μὲν ἀδήλως τοῖς πολλοῖς ἀναιρεῖ διὰ φαρμάκων, φανερῶς δʼ οὐκ εἰς μακρὰν τὴν μητέρα τὴν ἑαυτοῦ φονεύει, ταύτην ἀμοιβὴν ἀποτίσας αὐτῇ οὐ μόνον τῆς γενέσεως ἀλλὰ καὶ τοῦ ταῖς ἐκείνης μηχαναῖς τὴν Ῥωμαίων ἡγεμονίαν παραλαβεῖν. κτείνει δὲ καὶ τὴν Ὀκταουίαν, ᾗ συνῴκει, πολλούς τε ἐπιφανεῖς ἄνδρας ὡς ἐπʼ αὐτὸν ἐπιβουλὰς συντιθέντας.Ἀλλὰ περὶ μὲν τούτων ἐῶ πλείω γράφειν· πολλοὶ γὰρ τὴν περὶ Νέρωνα συντετάχασιν ἱστορίαν, ὧν οἱ μὲν διὰ χάριν εὖ πεπονθότες ὑπʼ αὐτοῦ τῆς ἀληθείας ἠμέλησαν, οἱ δὲ διὰ μῖσος καὶ τὴν πρὸς αὐτὸν ἀπέχθειαν οὕτως ἀναιδῶς ἐνεπαρῴνησαν τοῖς ψεύσμασιν, ὡς ἀξίους αὐτοὺς εἶναι καταγνώσεως.καὶ θαυμάζειν οὐκ ἔπεισί μοι τοὺς περὶ Νέρωνος ψευσαμένους, ὅπου μηδὲ τῶν πρὸ αὐτοῦ γενομένων γράφοντες τὴν ἀλήθειαν τῆς ἱστορίας τετηρήκασιν, καίτοι πρὸς ἐκείνους αὐτοῖς οὐδὲν μῖσος ἦν ἅτε μετʼ αὐτοὺς πολλῷ χρόνῳ γενομένοις.ἀλλὰ γὰρ τοῖς μὲν οὐ προνοουμένοις τῆς ἀληθείας ἐξέστω γράφειν ὡς θέλουσιν, τούτῳ γὰρ χαίρειν ἐοίκασιν,ἡμεῖς δὲ σκοπὸν προθέμενοι τὴν ἀλήθειαν τὰ μὲν ἀπηρτημένα τῆς προκειμένης ἡμῖν πραγματείας ἐπʼ ὀλίγον μνήμης ἀξιοῦμεν, τὰ δʼ ἡμῖν τοῖς Ἰουδαίοις συμπεσόντα δηλοῦμεν οὐ παρέργως μήτε τὰς συμφορὰς μήτε τὰς ἁμαρτίας διασαφεῖν ὀκνοῦντες. ἐπανήξω τοίνυν ἐπὶ τὴν τῶν οἰκείων πραγμάτων διήγησιν.Τῷ γὰρ πρώτῳ τῆς Νέρωνος ἀρχῆς ἔτει τελευτήσαντος τοῦ Ἐμέσων δυνάστου Ἀζίζου Σόεμος ἀδελφὸς τὴν ἀρχὴν διαδέχεται. τὴν δὲ τῆς μικρᾶς Ἀρμενίας προστασίαν Ἀριστόβουλος Ἡρώδου τῆς Χαλκίδος βασιλέως παῖς ὑπὸ Νέρωνος ἐγχειρίζεται.καὶ τὸν Ἀγρίππαν δὲ δωρεῖται μοίρᾳ τινὶ τῆς Γαλιλαίας ὁ Καῖσαρ Τιβεριάδα καὶ Ταριχέας ὑπακούειν αὐτῷ κελεύσας, δίδωσι δὲ καὶ Ἰουλιάδα πόλιν τῆς Περαίας καὶ κώμας τὰς περὶ αὐτὴν δεκατέσσαρας.Τὰ δὲ κατὰ τὴν Ἰουδαίαν πράγματα πρὸς τὸ χεῖρον ἀεὶ τὴν ἐπίδοσιν ἐλάμβανεν· λῃστηρίων γὰρ ἡ χώρα πάλιν ἀνεπλήσθη καὶ γοήτων ἀνθρώπων, οἳ τὸν ὄχλον ἠπάτων.ἀλλὰ τούτους μὲν ὁ Φῆλιξ πολλοὺς καθʼ ἑκάστην ἡμέραν σὺν τοῖς λῃσταῖς λαμβάνων ἀνῄρει, καὶ Ἐλεάζαρον δὲ τὸν Διναίου παῖδα τὸν συστησάμενον τῶν λῃστῶν τὸ σύνταγμα διʼ ἐνέδρας εἷλεν ζῶντα· πίστιν γὰρ αὐτῷ προτείνας ὑπὲρ τοῦ μηδὲν πείσεσθαι κακὸν πείθει πρὸς αὐτὸν ἀφικέσθαι καὶ δήσας ἀνέπεμψεν εἰς Ῥώμην.ἔχων δὲ καὶ ἀπεχθῶς πρὸς τὸν ἀρχιερέα Ἰωνάθην ὁ Φῆλιξ διὰ τὸ πολλάκις ὑπʼ αὐτοῦ νουθετεῖσθαι περὶ τοῦ κρειττόνως προΐστασθαι τῶν κατὰ τὴν Ἰουδαίαν πραγμάτων, μὴ καὶ μέμψιν αὐτὸς ὀφλοίη παρὰ τοῖς πλήθεσιν αἰτησάμενος ἐκεῖνον παρὰ τοῦ Καίσαρος πεμφθῆναι τῆς Ἰουδαίας ἐπίτροπον, πρόφασιν ἐπενόει διʼ ἧς μεταστήσεται τὸν συνεχῶς ὀχληρὸν αὐτῷ γινόμενον· βαρὺ γὰρ τοῖς ἀδικεῖν θέλουσιν τὸ συνεχῶς νουθετοῦν.καὶ δὴ διὰ τοιαύτης αἰτίας ὁ Φῆλιξ τὸν πιστότατον τῶν Ἰωνάθου φίλων Ἱεροσολυμίτην τὸ γένος Δωρᾶν ὀνόματι πείθει πολλὰ χρήματα δώσειν ὑπισχνούμενος ἐπαγαγεῖν τῷ Ἰωνάθῃ τοὺς λῃστὰς ἀναιρήσοντας, κἀκεῖνος ὑπακούσας ἐμηχανήσατο διὰ τῶν λῃστῶν πραχθῆναι τοιούτῳ τρόπῳ τὸν φόνον·ἀνέβησάν τινες αὐτῶν εἰς τὴν πόλιν ὡς προσκυνήσοντες τὸν θεὸν ὑπὸ τὰς ἐσθῆτας ἔχοντες ξιφίδια καὶ συναναμιγέντες τῷ Ἰωνάθῃ κτείνουσιν αὐτόν.ἀνεκδικήτου δὲ τούτου τοῦ φόνου μεμενηκότος μετὰ πάσης τὸ λοιπὸν ἀδείας ἀναβαίνοντες ἐν ταῖς ἑορταῖς οἱ λῃσταὶ καὶ τὸν σίδηρον ὁμοίως κεκρυμμένον ἔχοντες συναναμιγνύμενοι τοῖς πλήθεσιν ἀνῄρουν μέν τινας ἑαυτῶν ἐχθρούς, οὓς δʼ ἐπὶ χρήμασιν ἄλλοις ὑπηρετοῦντες, οὐ μόνον κατὰ τὴν ἄλλην πόλιν ἀλλὰ καὶ κατὰ τὸ ἱερὸν ἐνίους· καὶ γὰρ ἐκεῖ σφάττειν ἐτόλμων, οὐδʼ ἐν τούτῳ δοκοῦντες ἀσεβεῖν.