ταῦτα μὲν οὖν οἱ Σαμαρεῖς κατηγόρουν. Ἰουδαῖοι δὲ καὶ τῆς στάσεως καὶ τῆς μάχης αἰτίους γεγονέναι Σαμαρεῖς ἔφασαν, πρὸ πάντων δὲ Κουμανὸν δώροις ὑπʼ αὐτῶν φθαρέντα καὶ παρασιωπήσαντα τὸν τῶν ἀνῃρημένων φόνον.καὶ Κουαδρᾶτος ἀκούσας ὑπερτίθεται τὴν κρίσιν, εἰπὼν ἀποφανεῖσθαι, ἐπειδὰν εἰς τὴν Ἰουδαίαν παραγενόμενος ἀκριβέστερον ἐπιγνῷ τὴν ἀλήθειαν.καὶ οἱ μὲν ἀπῄεσαν ἄπρακτοι. μετʼ οὐ πολὺν δὲ χρόνον ὁ Κουαδρᾶτος ἧκεν εἰς Σαμάρειαν, ἔνθα διακούσας αἰτίους τῆς ταραχῆς ὑπέλαβε γεγονέναι τοὺς Σαμαρεῖς. Σαμαρέων δὲ καὶ Ἰουδαίων οὕστινας νεωτερίσαντας ἔμαθεν ἀνεσταύρωσεν οὓς Κουμανὸς ἔλαβεν αἰχμαλώτους.κἀκεῖθεν εἰς κώμην τινὰ παραγενόμενος Λύδδαν πόλεως τὸ μέγεθος οὐκ ἀποδέουσαν καθίσας ἐπὶ βήματος κἀκ δευτέρου τῶν Σαμαρέων διακούσας διδάσκεται παρά τινος Σαμαρέως, ὅτι τῶν Ἰουδαίων τις πρῶτος ὄνομα Δόητος καί τινες σὺν αὐτῷ νεωτερισταὶ τέσσαρες τὸν ἀριθμὸν πείσειαν τὸν ὄχλον ἐπὶ τῇ Ῥωμαίων ἀποστάσει.κἀκείνους μὲν ὁ Κουαδρᾶτος ἀνελεῖν προσέταξεν, τοὺς δὲ περὶ Ἀνανίαν τὸν ἀρχιερέα καὶ τὸν στρατηγὸν Ἄνανον δήσας εἰς Ῥώμην ἀνέπεμψεν περὶ τῶν πεπραγμένων λόγον ὑφέξοντας Κλαυδίῳ Καίσαρι.κελεύει δὲ καὶ τοῖς τῶν Σαμαρέων πρώτοις καὶ τοῖς Ἰουδαίοις Κουμανῷ τε τῷ ἐπιτρόπῳ καὶ Κέλερι, χιλίαρχος δʼ ἦν οὗτος, ἐπʼ Ἰταλίας ἀπιέναι πρὸς τὸν αὐτοκράτορα κριθησομένους ἐπʼ αὐτοῦ περὶ τῶν πρὸς ἀλλήλους ζητήσεων.αὐτὸς δὲ δείσας, μὴ τὸ πλῆθος πάλιν τῶν Ἰουδαίων νεωτερίσειεν, εἰς τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν ἀφικνεῖται· καταλαμβάνει δʼ αὐτὴν εἰρηνευομένην καὶ πάτριον ἑορτὴν τῷ θεῷ τελοῦσαν. πιστεύσας οὖν μηδένα νεωτερισμὸν παρʼ αὐτῶν γενήσεσθαι καταλιπὼν ἑορτάζοντας ὑπέστρεψεν εἰς Ἀντιόχειαν.Οἱ περὶ Κουμανὸν δὲ καὶ τοὺς πρώτους τῶν Σαμαρέων ἀναπεμφθέντες εἰς Ῥώμην λαμβάνουσι παρὰ τοῦ αὐτοκράτορος ἡμέραν, καθʼ ἣν περὶ τῶν πρὸς ἀλλήλους ἀμφισβητήσεων λέγειν ἔμελλον.σπουδὴ δὲ μεγίστη τῷ Κουμανῷ καὶ τοῖς Σαμαρεῦσιν ἦν παρὰ τῶν Καίσαρος ἀπελευθέρων καὶ φίλων, κἂν περιεγένοντο τῶν Ἰουδαίων, εἰ μή περ Ἀγρίππας ὁ νεώτερος ἐν τῇ Ῥώμῃ τυγχάνων κατασπευδομένους ἰδὼν τοὺς τῶν Ἰουδαίων πρώτους ἐδεήθη πολλὰ τῆς τοῦ αὐτοκράτορος γυναικὸς Ἀγριππίνης πεῖσαι τὸν ἄνδρα διακούσαντα πρεπόντως τῇ ἑαυτοῦ δικαιοσύνῃ τιμωρήσασθαι τοὺς αἰτίους τῆς ἀποστάσεως.καὶ Κλαύδιος τῇ δεήσει ταύτῃ προευτρεπισθεὶς καὶ διακούσας, ὡς εὗρε τῶν κακῶν ἀρχηγοὺς τοὺς Σαμαρείτας γενομένους, τοὺς μὲν ἀναβάντας πρὸς αὐτὸν ἐκέλευσεν ἀναιρεθῆναι, τῷ Κουμανῷ δὲ φυγὴν ἐπέβαλεν, Κέλερα δὲ τὸν χιλίαρχον ἐκέλευσεν ἀγαγόντας εἰς τὰ Ἱεροσόλυμα πάντων ὁρώντων ἐπὶ τὴν πόλιν πᾶσαν σύραντας οὕτως ἀποκτεῖναι.Πέμπει δὲ καὶ Κλαύδιον Φήλικα Πάλλαντος ἀδελφὸν τῶν κατὰ τὴν Ἰουδαίαν προστησόμενον πραγμάτων.τῆς δʼ ἀρχῆς δωδέκατον ἔτος ἤδη πεπληρωκὼς δωρεῖται τὸν Ἀγρίππαν τῇ Φιλίππου τετραρχίᾳ καὶ Βαταναίᾳ προσθεὶς αὐτῷ τὴν Τραχωνῖτιν σὺν Ἀβέλλᾳ· Λυσανία δʼ αὕτη γεγόνει τετραρχία· τὴν Χαλκίδα δʼ αὐτὸν ἀφαιρεῖται δυναστεύσαντα ταύτης ἔτη τέσσαρα.λαβὼν δὲ τὴν δωρεὰν παρὰ τοῦ Καίσαρος Ἀγρίππας ἐκδίδωσι πρὸς γάμον Ἀζίζῳ τῷ Ἐμεσῶν βασιλεῖ περιτέμνεσθαι θελήσαντι Δρούσιλλαν τὴν ἀδελφήν· Ἐπιφανὴς γὰρ ὁ Ἀντιόχου τοῦ βασιλέως παῖς παρῃτήσατο τὸν γάμον μὴ βουληθεὶς τὰ Ἰουδαίων ἔθη μεταλαβεῖν καίπερ τοῦτο ποιήσειν προϋπεσχημένος αὐτῆς τῷ πατρί.καὶ Μαριάμμην δʼ ἐξέδωκεν Ἀρχελάῳ τῷ Ἑλκίου παιδὶ πρότερον ὑπὸ Ἀγρίππα τοῦ πατρὸς ἁρμοσθεῖσαν αὐτῷ, καὶ γίνεται θυγάτηρ αὐτοῖς ὄνομα Βερενίκη.Διαλύονται δὲ τῇ Δρουσίλλῃ πρὸς τὸν Ἄζιζον οἱ γάμοι μετʼ οὐ πολὺν χρόνον τοιαύτης ἐμπεσούσης αἰτίας·καθʼ ὃν χρόνον τῆς Ἰουδαίας ἐπετρόπευε Φῆλιξ θεασάμενος ταύτην, καὶ γὰρ ἦν κάλλει πασῶν διαφέρουσα, λαμβάνει τῆς γυναικὸς ἐπιθυμίαν, καὶ Ἄτομον ὀνόματι τῶν ἑαυτοῦ φίλων Ἰουδαῖον, Κύπριον δὲ τὸ γένος, μάγον εἶναι σκηπτόμενον πέμπων πρὸς αὐτὴν ἔπειθεν τὸν ἄνδρα καταλιποῦσαν αὐτῷ γήμασθαι, μακαρίαν ποιήσειν ἐπαγγελλόμενος μὴ ὑπερηφανήσασαν αὐτόν.ἡ δὲ κακῶς πράττουσα καὶ φυγεῖν τὸν ἐκ τῆς ἀδελφῆς Βερενίκης βουλομένη φθόνον αὑτῇ διὰ τὸ κάλλος παρεκάλει παρʼ ἐκείνης οἰόμενος οὐκ ἐν ὀλίγοις ἔβλαπτεν, παραβῆναί τε τὰ πάτρια νόμιμα πείθεται καὶ τῷ Φήλικι γήμασθαι.τεκοῦσα δʼ ἐξ αὐτοῦ παῖδα προσηγόρευσεν Ἀγρίππαν. ἀλλʼ ὃν μὲν τρόπον ὁ νεανίας οὗτος σὺν τῇ γυναικὶ κατὰ τὴν ἐκπύρωσιν τοῦ Βεσβίου ὄρους ἐπὶ τῶν Τίτου Καίσαρος χρόνων ἠφανίσθη, μετὰ ταῦτα δηλώσω.Βερενίκη δὲ μετὰ τὴν Ἡρώδου τελευτήν, ὃς αὐτῆς ἀνὴρ καὶ θεῖος ἐγεγόνει, πολὺν χρόνον ἐπιχηρεύσασα, φήμης ἐπισχούσης, ὅτι τἀδελφῷ συνείη, πείθει Πολέμωνα, Κιλικίας δὲ ἦν οὗτος βασιλεύς, περιτεμόμενον ἀγαγέσθαι πρὸς γάμον αὐτήν· οὕτως γὰρ ἐλέγξειν ᾤετο ψευδεῖς τὰς διαβολάς.καὶ ὁ Πολέμων ἐπείσθη μάλιστα διὰ τὸν πλοῦτον αὐτῆς· οὐ μὴν ἐπὶ πολὺ συνέμεινεν ὁ γάμος, ἀλλʼ ἡ Βερενίκη διʼ ἀκολασίαν, ὡς ἔφασαν, καταλείπει τὸν Πολέμωνα. ὁ δʼ ἅμα τοῦ τε γάμου καὶ τοῦ τοῖς ἔθεσι τῶν Ἰουδαίων ἐμμένειν ἀπήλλακτο.