τοῦτο δὲ καὶ οἱ πρὸ αὐτοῦ τῆς Ἰουδαίας ἐπιτροπεύσαντες ἐν ταῖς ἑορταῖς ἔπραττον.τετάρτῃ δὲ ἡμέρᾳ τῆς ἑορτῆς στρατιώτης τις ἀνακαλύψας ἐπεδείκνυε τῷ πλήθει τὰ αἰδοῖα, καὶ πρὸς τοῦτο θεασαμένων ὀργὴ καὶ θυμὸς ἦν οὐχ ἑαυτοὺς ὑβρίσθαι λεγόντων, ἀλλὰ τὸν θεὸν ἠσεβῆσθαι· τινὲς δὲ τῶν θρασυτέρων τὸν Κουμανὸν ἐβλασφήμουν ὑπʼ αὐτοῦ τὸν στρατιώτην καθεῖσθαι λέγοντες.Κουμανὸς δʼ ἀκούσας καὶ αὐτὸς οὐ μετρίως ἐρεθίζεται πρὸς τὰς βλασφημίας, παρῄνει μέντοι παύσασθαι νεωτέρων ἐπιθυμοῦντας πραγμάτων μηδὲ στάσεις ἐξάπτειν ἐν ἑορτῇ.μὴ πείθων δέ, μᾶλλον γὰρ ἐπέκειντο βλασφημοῦντες, κελεύει τὸ στράτευμα πᾶν τὰς πανοπλίας ἀναλαβὸν ἥκειν εἰς τὴν Ἀντωνίαν, φρούριον δʼ ἦν τοῦτο, καθάπερ καὶ πρότερον εἴπομεν, ἐπικείμενον τῷ ἱερῷ.παραγενομένους δὲ τοὺς στρατιώτας θεασάμενον τὸ πλῆθος καὶ φοβηθὲν φεύγειν ὥρμησεν, τῶν δʼ ἐξόδων στενῶν οὐσῶν διώκεσθαι νομίζοντες ὑπὸ τῶν πολεμίων καὶ συνωθούμενοι κατὰ τὴν φυγὴν πολλοὺς ἀλλήλοις ἐν τοῖς στενοῖς θλιβόμενοι διέφθειρον.δύο γοῦν μυριάδες ἐξηριθμήθησαν τῶν κατὰ τὴν στάσιν ἐκείνην φθαρέντων. πένθος δʼ ἦν τὸ λοιπὸν ἀντὶ τῆς ἑορτῆς, καὶ πάντες ἐκλαθόμενοι τῶν εὐχῶν καὶ τῶν θυσιῶν ἐπὶ θρήνους καὶ κλαυθμοὺς ἐτράποντο. τοιαῦτα μὲν ἑνὸς ἀσέλγεια στρατιώτου παθήματα γενέσθαι παρεσκεύασεν.Οὔπω δʼ αὐτῶν τὸ πρῶτον πένθος ἐπέπαυτο καὶ κακὸν ἄλλο προσέπιπτεν· τῶν γὰρ ἀφεστώτων ἐπὶ νεωτερισμῷ τινες κατὰ τὴν δημοσίαν ὁδὸν ὡς ἑκατὸν σταδίων ἄπωθεν τῆς πόλεως Στέφανον Καίσαρος δοῦλον ὁδοιποροῦντα λῃστεύσαντες ἅπασαν αὐτοῦ τὴν κτῆσιν διαρπάζουσιν.ἀκούσας δὲ τὸ πραχθὲν ὁ Κουμανὸς εὐθὺς πέμπει στρατιώτας, κελεύσας αὐτοῖς τὰς πλησίον κώμας διαρπάσαι, τοὺς δʼ ἐπιφανεστάτους αὐτῶν δήσαντας ἐπʼ αὐτὸν ἄγειν.τῆς δὲ πορθήσεως γενομένης τῶν στρατιωτῶν τις τοὺς Μωυσέως νόμους ἔν τινι κώμῃ λαβὼν κειμένους προκομίσας εἰς τὴν πάντων ὄψιν διέσχισεν ἐπιβλασφημῶν καὶ πολλὰ κατακερτομῶν.Ἰουδαῖοι δὲ ταῦτα ἀκούσαντες καὶ πολλοὶ συνδραμόντες καταβαίνουσιν εἰς Καισάρειαν, ἐκεῖ γὰρ ἐτύγχανεν ὁ Κουμανὸς ὤν, ἱκετεύοντες μὴ αὐτοὺς ἀλλὰ τὸν θεὸν οὗπερ οἱ νόμοι καθυβρίσθησαν ἐκδικῆσαι· ζῆν γὰρ οὐχ ὑπομένειν τῶν πατρίων αὐτοῖς οὕτως περιυβρισμένων. καὶ Κουμανὸς δείσας,μὴ πάλιν νεωτερίσειεν τὸ πλῆθος, συμβουλευσάντων καὶ τῶν φίλων τὸν ἐνυβρίσαντα τοῖς νόμοις στρατιώτην πελεκίσας ἔπαυσεν τὴν στάσιν ἐκ δευτέρου μέλλουσαν ἐξάπτεσθαι.Γίνεται δὲ καὶ Σαμαρείταις πρὸς Ἰουδαίους ἔχθρα διʼ αἰτίαν τοιαύτην· ἔθος ἦν τοῖς Γαλιλαίοις ἐν ταῖς ἑορταῖς εἰς τὴν ἱερὰν πόλιν παραγινομένοις ὁδεύειν διὰ τῆς Σαμαρέων χώρας. καὶ τότε καθʼ ὁδὸν αὐτοῖς κώμης Γιναῆς λεγομένης τῆς ἐν μεθορίῳ κειμένης Σαμαρείας τε καὶ τοῦ μεγάλου πεδίου τινὲς συνάψαντες μάχην πολλοὺς αὐτῶν ἀναιροῦσιν.πυθόμενοι δὲ τὰ πραχθέντα τῶν Γαλιλαίων οἱ πρῶτοι πρὸς Κουμανὸν ἀφίκοντο καὶ παρεκάλουν αὐτὸν μετιέναι τῶν ἀνῃρημένων τὸν φόνον. ὁ δὲ χρήμασι πεισθεὶς ὑπὸ τῶν Σαμαρέων ὠλιγώρησεν.ἀγανακτήσαντες δὲ ἐπὶ τούτῳ Γαλιλαῖοι τὸ πλῆθος τῶν Ἰουδαίων ἔπειθον ἐφʼ ὅπλα χωρῆσαι καὶ τῆς ἐλευθερίας ἀντέχεσθαι· δουλείαν γὰρ καὶ καθʼ αὑτὴν μὲν πικρὰν ἔλεγον εἶναι, τὴν ἐφʼ ὕβρει δὲ παντάπασιν ἀφόρητον.τῶν δʼ ἐν τέλει καταπραΰνειν αὐτοὺς πειρωμένων καὶ πείσειν τὸν Κουμανὸν ἐπαγγελλομένων δίκας εἰσπράξασθαι παρὰ τῶν ἀνῃρηκότων, ἐκείνοις μὲν οὐ προσέσχον, ἀναλαβόντες δὲ τὰ ὅπλα καὶ βοηθεῖν Ἐλεάζαρον τὸν τοῦ Δειναίου παρακαλέσαντες, λῃστὴς δʼ οὗτος ἦν ἔτη πολλὰ τὴν διατριβὴν ἐν ὄρει πεποιημένος, κώμας τινὰς τῶν Σαμαρέων ἐμπρήσαντες διαρπάζουσι.Κουμανὸς δὲ τῆς πράξεως εἰς αὐτὸν ἀφικομένης ἀναλαβὼν τὴν τῶν Σεβαστηνῶν ἴλην καὶ πεζῶν τέσσαρα τάγματα τούς τε Σαμαρεῖς καθοπλίσας ἐξῆλθεν ἐπὶ τοὺς Ἰουδαίους, καὶ συμβαλὼν πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν πλείους δὲ ζῶντας ἔλαβεν.οἱ δὲ πρῶτοι κατὰ τιμὴν καὶ γένος τῶν Ἱεροσολυμιτῶν, ὡς εἶδον εἰς οἷον κακῶν μέγεθος ἥκουσιν, μετενδυσάμενοι σάκκους καὶ σποδοῦ τὰς κεφαλὰς ἀναπλήσαντες παντοῖοι τοὺς ἀφεστῶτας παρακαλοῦντες ἦσαν καὶ πείθοντες πρὸ ὀφθαλμῶν θεμένους κατασκαφησομένην μὲν αὐτῶν τὴν πατρίδα, τὸ δὲ ἱερὸν πυρποληθησόμενον, αὐτῶν δὲ καὶ γυναικῶν σὺν τέκνοις ἀνδραποδισμοὺς ἐσομένους, μεταθέσθαι τὸν λογισμὸν καὶ τὰ ὅπλα ῥίψαντας ἠρεμεῖν εἰς τὸ λοιπὸν ἀποχωρήσαντας εἰς τὰ αὑτῶν.ταῦτα δὲ εἰπόντες ἔπεισαν. καὶ οἱ μὲν διελύθησαν, οἱ λῃσταὶ δὲ ἐπὶ τοὺς ἐχυροὺς τόπους πάλιν ἀπῆλθον. ἐξ ἐκείνου τε ἡ σύμπασα Ἰουδαία λῃστηρίων ἐπληρώθη.Σαμαρέων δὲ οἱ πρῶτοι πρὸς Οὐμμίδιον Κοδρᾶτον τῆς Συρίας προεστηκότα κατὰ τὸν καιρὸν ἐκεῖνον ἐν Τύρῳ τυγχάνοντα παραγενόμενοι κατηγόρουν τῶν Ἰουδαίων, ὡς τὰς κώμας αὐτῶν ἐμπρήσειαν καὶ διαρπάσειαν,καὶ περὶ μὲν ὧν αὐτοὶ πεπόνθασιν οὐχ οὕτως ἀγανακτεῖν ἔφασκον, ὡς ὅτι Ῥωμαίων καταφρονήσειαν, ἐφʼ οὓς κριτὰς ἐχρῆν αὐτοὺς εἴπερ ἠδίκουν παραγενέσθαι, ἢ νῦν ὡς οὐκ ἐχόντων ἡγεμόνας Ῥωμαίους καταδραμεῖν· ἥκειν οὖν ἐπʼ αὐτὸν ἐκδικίας τευξόμενοι.