Ὡς Ἡσαῦς καὶ Ἰάκωβος Ἰσάκου παῖδες ὄντες, διείλοντο τὴν οἴκησιν καὶ Ἡσαῦς μὲν τὴν Ἰδουμαίαν κατέσχεν, Ἰάκωβος δὲ τὴν Χαναναίαν. ὡς Ἰώσηπος ὁ νεώτατος τῶν Ἰακώβου παίδων ὀνειράτων αὐτῷ προδεικνύντων τὴν μέλλουσαν εὐδαιμονίαν ὑπὸ τῶν ἀδελφῶν ἐφθονήθη. ὡς αὐτὸς οὗτος εἰς Αἴγυπτον πραθεὶς ὑπὸ τῶν ἀδελφῶν διὰ τὸ πρὸς αὐτὸν μῖσος καὶ γενόμενος ἐπίσημος ἐκεῖ καὶ λαμπρότατος τοὺς ἀδελφοὺς ἔσχεν ὑποχειρίους. ἡ τοῦ πατρὸς αὐτοῦ μετὰ τῆς γενεᾶς πάσης πρὸς αὐτὸν μετάβασις διὰ τὸν γενόμενον λιμόν. ὅσα τοῖς Ἑβραίοις ἐν Αἰγύπτῳ συνέβη κακοπαθοῦσιν ἐπ' ἔτη τετρακόσια. ὡς Μωσέως ἡγουμένου τὴν Αἴγυπτον ἐξέλιπον. ἡ Μωσέως γένεσις καὶ ἀνατροφή. ὡς ἡ θάλασσα τοῖς Ἑβραίοις διωκομένοις ὑπὸ τῶν Αἰγυπτίων ἀνακοπεῖσα φυγὴν δι' αὐτῆς παρέσχεν. περιέχει δὲ ἡ βίβλος ἔτη διακόσια εἴκοσι.Μετὰ δὲ τὴν Ἰσάκου τελευτὴν οἱ παῖδες αὐτοῦ μερισάμενοι τὴν οἴκησιν πρὸς ἀλλήλους οὐχ ἣν ἔλαβον ταύτην κατέσχον, ἀλλʼ Ἡσαῦς μὲν τῆς Νεβρωνίας πόλεως ἐκχωρήσας τῷ ἀδελφῷ ἐν Σαειρᾷ διητᾶτο καὶ τῆς Ἰδουμαίας ἦρχεν οὕτω καλέσας τὴν χώραν ἀπʼ αὐτοῦ· Ἄδωμος γὰρ ἐπωνομάζετο κατὰ τοιαύτην αἰτίαν τυχὼν τῆς ἐπικλήσεως.ἀπὸ θήρας ποτὲ καὶ πόνου τοῦ περὶ τὸ κυνήγιον λιμώττων ἐπανῆκεν, ἔτι δὲ ἦν παῖς τὴν ἡλικίαν, ἐπιτυχὼν δὲ τἀδελφῷ φακῆν ἐσκευακότι πρὸς ἄριστον αὑτῷ ξανθὴν σφόδρα τὴν χροιὰν καὶ διὰ τοῦτʼ ἔτι μᾶλλον ὀρεχθεὶς ἠξίου παρασχεῖν αὐτῷ πρὸς τροφήν.ὁ δὲ ἀποδόσθαι τὸ πρεσβεῖον αὐτῷ τοῦ φαγεῖν συνεργῷ χρησάμενος τῇ πείνῃ τὸν ἀδελφὸν ἠνάγκαζε, κἀκεῖνος ὑπὸ τοῦ λιμοῦ προαχθεὶς παραχωρεῖ τῶν πρεσβείων αὐτῷ μεθʼ ὅρκων. ἔνθεν διὰ τὴν ξανθότητα τοῦ βρώματος ὑπὸ τῶν ἡλικιωτῶν κατὰ παιδιὰν Ἄδωμος ἐπικληθείς, ἄδωμα γὰρ Ἑβραῖοι τὸ ἐρυθρὸν καλοῦσι, τὴν χώραν οὕτως προσηγόρευσεν· Ἕλληνες γὰρ αὐτὴν ἐπὶ τὸ σεμνότερον Ἰδουμαίαν ὠνόμασαν.Γίνεται δὲ καὶ πατὴρ παίδων πέντε τὸν ἀριθμόν, ὧν Ἰάους μὲν καὶ Ἰόλαμος καὶ Κορῆος ἐκ γυναικὸς μιᾶς Ἀλιβάμης τοὔνομα, τῶν δὲ λοιπῶν Ἀλιφάζης μὲν ἐξ Ἀδάσης, Ῥαουῆλος δὲ ἐκ Βασαμάθης ὑπῆρξαν αὐτῷ γεγονότες.καὶ Ἡσαῦ μὲν οὗτοι παῖδες ἦσαν· Ἀλιφάζῃ δὲ γίνονται γνήσιοι πέντε Θημανὸς Ὄμερος Ὄφους Ἰόθαμος Καναζός· Ἀμαλῆκος γὰρ νόθος ἦν ἐκ παλλακῆς αὐτῷ γεγονὼς Θαμνάης ὄνομα.οὗτοι κατῴκησαν τῆς Ἰδουμαίας τὴν Γοβολῖτιν λεγομένην καὶ τὴν ἀπὸ Ἀμαλήκου κληθεῖσαν Ἀμαληκῖτιν· πολλὴ γὰρ γενομένη ποτὲ ἡ Ἰδουμαία τό τε πάσης αὐτῆς ἀπέσωζεν ὄνομα καὶ τοῖς μέρεσι τὰς ἀπὸ τῶν οἰκητόρων προσηγορίας διεφύλαξεν.Ἰακώβῳ δὲ συνέβη παρελθεῖν εἰς εὐδαιμονίας μέγεθος, οἷον οὐκ ἄλλῳ τινὶ ῥᾳδίως· πλούτῳ τε γὰρ ὑπερέβαλλε τοὺς ἐπιχωρίους καὶ παίδων ἀρεταῖς ζηλωτὸς καὶ περίβλεπτος ἦν· οὐδενὸς γὰρ ὅλως ὑστέρουν, ἀλλὰ καὶ πρὸς ἔργα χειρῶν καὶ πόνων ὑπομονὴν ἦσαν εὔψυχοι καὶ δεινοὶ συνιέναι.τοσαύτην δʼ ἄρα τὸ θεῖον αὐτοῦ πρόνοιαν ἔσχε καὶ τῆς εὐδαιμονίας ἐπιμέλειαν, ὡς κἀκ τῶν λυπηρῶν αὐτῷ δοξάντων τὴν ὑπερβολὴν τῶν ἀγαθῶν παρασχεῖν καὶ ποιῆσαι τῆς ἀπʼ Αἰγύπτου τῶν ἡμετέρων προγόνων ἀναχωρήσεως αἴτιον αὐτόν τε καὶ τοὺς ἐξ αὐτοῦ γεγονότας ὑπὸ τοιαύτης αἰτίας·Ἰώσηπον ἐκ Ῥαχήλας πεπαιδοποιημένος Ἰάκωβος διά τε τὴν τοῦ σώματος εὐγένειαν καὶ διὰ ψυχῆς ἀρετήν, φρονήσει γὰρ διέφερε, τῶν ἄλλων πλέον υἱῶν ἠγάπα.τούτῳ παρὰ τῶν ἀδελφῶν ἥ τε τοῦ πατρὸς στοργὴ φθόνον ἐκίνησε καὶ μῖσος ἥ τε ἐκ τῶν ὀνειράτων, ἃ θεασάμενος τῷ τε πατρὶ καὶ τούτοις ἐμήνυσεν, εὐδαιμονία καταγγελλομένη, ζηλοτυπούντων ἄρα τῶν ἀνθρώπων καὶ τὰς τῶν οἰκειοτάτων εὐπραγίας. αἱ δὲ ὄψεις, ἃς κατὰ τοὺς ὕπνους εἶδεν Ἰώσηπος, τοιαίδε ἦσαν.Ἐκπεμφθεὶς μετὰ τῶν ἀδελφῶν παρὰ τοῦ πατρὸς ἐπὶ συλλογῇ τῶν καρπῶν θέρους ἀκμάζοντος ὁρᾷ πολὺ τῶν κατὰ συνήθειαν ἐπιφοιτώντων κατὰ τοὺς ὕπνους ὀνειράτων διαφέρουσαν ὄψιν, ἣν περιεγερθεὶς τοῖς ἀδελφοῖς ὡς κρινοῦσιν αὐτῷ τὸ σημαινόμενον ἐξέθετο, λέγων ἰδεῖν ἐπὶ τῆς παρελθούσης νυκτὸς τὸ μὲν αὐτοῦ δράγμα τῶν πυρῶν ἠρεμεῖν ἐφʼ οὗ κατέθηκε τόπου, τὰ δὲ ἐκείνων προστρέχοντα προσκυνεῖν αὐτὸ καθάπερ οἱ δοῦλοι τοὺς δεσπότας.οἱ δὲ συνέντες ἰσχὺν αὐτῷ καὶ μέγεθος πραγμάτων τὴν ὄψιν προλέγουσαν καὶ κατʼ αὐτῶν τὴν ἐξουσίαν ἐσομένην τῷ μὲν Ἰωσήπῳ τούτων οὐδὲν ὡς οὐ γνώριμον αὐτοῖς τὸ ὄναρ ὂν διεσάφησαν, ἀρὰς δʼ ἐποιήσαντο μηδὲν εἰς τέλος αὐτῷ παρελθεῖν ὧν ὑπενόουν καὶ πρὸς αὐτὸν ἔτι μᾶλλον ἀπεχθῶς ἔχοντες διετέλουν.Τῷ δὲ παρʼ αὐτῶν φθόνῳ προσφιλονικῆσαν τὸ θεῖον δευτέραν ὄψιν ἐπιπέμπει τῷ Ἰωσήπῳ πολὺ τῆς προτέρας θαυμασιωτέραν. τὸν ἥλιον γὰρ ἔδοξε τὴν σελήνην παραλαβόντα καὶ τοὺς λοιποὺς ἀστέρας ἐπὶ τὴν γῆν κατελθεῖν καὶ προσκυνεῖν αὐτόν.ταύτην τὴν ὄψιν τῷ πατρὶ μηδὲν παρὰ τῶν ἀδελφῶν κακόηθες ὑφορώμενος καὶ τούτων παρατυγχανόντων διεσάφησε, τί καὶ βούλεται σημαίνειν φράσαι παρακαλῶν.ὁ δὲ ἡσθεὶς τῷ ὀνείρατι, τὴν γὰρ πρόρρησιν αὐτοῦ τῇ διανοίᾳ συλλαβὼν καὶ μετὰ σοφίας οὐκ ἀσκόπως εἰκάσας ἔχαιρεν ἐπὶ μεγάλοις τοῖς σημαινομένοις, ἃ εὐδαιμονίαν τῷ παιδὶ κατήγγελλε καὶ καιρὸν ἥξειν θεοῦ δόντος, καθʼ ὃν αὐτὸν ὑπό τε τῶν γονέων καὶ τῶν ἀδελφῶν ἔσεσθαι τίμιον καὶ προσκυνήσεως ἄξιον,