ὑπὲρ δὲ τοῦ γνῶναι τὰ κατὰ τὸν πατέρα καὶ τὰ συμβεβηκότα αὐτῷ μετὰ τὴν ἰδίαν ἀπαλλαγὴν ταῦτʼ ἔπραττε μαθεῖν τε βουλόμενος καὶ τὰ περὶ Βενιαμὶν τὸν ἀδελφόν· ἐδεδίει γάρ, μὴ κἀκεῖνον ὁμοίως οἷς εἰς αὐτὸν ἐτόλμησαν εἶεν ἀπεσκευασμένοι τοῦ γένους.Οἱ δʼ ἦσαν ἐν ταραχῇ καὶ φόβῳ κίνδυνον τὸν μέγιστον αὐτοῖς ἐπηρτῆσθαι νομίζοντες καὶ μηδὲν περὶ τἀδελφοῦ κατὰ νοῦν λαμβάνοντες, καταστάντες τε πρὸς τὰς αἰτίας ἀπελογοῦντο Ῥουβήλου προηγοροῦντος, ὃς ἦν πρεσβύτατος αὐτῶν·ἡμεῖς γὰρ, εἶπεν, οὐ κατὰ ἀδικίαν δεῦρο ἤλθομεν οὐδὲ κακουργήσοντες τὰ βασιλέως πράγματα, σωθῆναι δὲ ζητοῦντες καὶ καταφυγὴν τῶν ἐπεχόντων τὴν χώραν ἡμῶν κακῶν τὴν ὑμετέραν φιλανθρωπίαν ὑπολαβόντες, οὓς οὐχὶ πολίταις μόνοις τοῖς αὐτῶν, ἀλλὰ καὶ ξένοις ἠκούομεν τὴν ἀγορὰν τοῦ σίτου προτεθεικέναι πᾶσι τὸ σώζεσθαι τοῖς δεομένοις παρέχειν διεγνωκότας.ὅτι δʼ ἐσμὲν ἀδελφοὶ καὶ κοινὸν ἡμῖν αἷμα, φανερὸν μὲν καὶ τῆς μορφῆς τὸ οἰκεῖον καὶ μὴ πολὺ παρηλλαγμένον ποιεῖ, πατὴρ δʼ ἐστὶν ἡμῖν Ἰάκωβος ἀνὴρ Ἑβραῖος, ᾧ γινόμεθα δώδεκα παῖδες ἐκ γυναικῶν τεσσάρων, ὧν πάντων περιόντων ἦμεν εὐδαίμονες.ἀποθανόντος δὲ ἑνὸς τῶν ἀδελφῶν Ἰωσήπου τὰ πράγματα ἡμῖν ἐπὶ τὸ χεῖρον μετέβαλεν· ὅ τε γὰρ πατὴρ μακρὸν ἐπʼ αὐτῷ πένθος ἦρται καὶ ἡμεῖς ὑπό τε τῆς ἐπὶ τῷ τεθνηκότι συμφορᾶς καὶ τῆς τοῦ πρεσβύτου ταλαιπωρίας κακοπαθοῦμεν.ἥκομέν τε νῦν ἐπʼ ἀγορὰν σίτου τήν τε τοῦ πατρὸς ἐπιμέλειαν καὶ τὴν κατὰ τὸν οἶκον πρόνοιαν Βενιαμεῖ τῷ νεωτάτῳ τῶν ἀδελφῶν πεπιστευκότες· δύνασαι δὲ πέμψας εἰς τὸν ἡμέτερον οἶκον μαθεῖν, εἴ τι ψευδές ἐστι τῶν λεγομένων.Καὶ Ῥουβῆλος μὲν τούτοις ἐπειρᾶτο πείθειν τὸν Ἰώσηπον περὶ αὐτῶν τὰ ἀμείνω φρονῆσαι, ὁ δὲ τὸν Ἰάκωβον ζῶντα μαθὼν καὶ τὸν ἀδελφὸν οὐκ ἀπολωλότα τότε μὲν εἰς τὴν εἱρκτὴν αὐτοὺς ὡς ἐπὶ σχολῆς βασανίσων ἐνέβαλε, τῇ δὲ τρίτῃ τῶν ἡμερῶν προαγαγὼν αὐτούς,ἐπεί, φησί, διισχυρίζεσθε μήτʼ ἐπὶ κακουργίᾳ τῶν βασιλέως ἥκειν πραγμάτων εἶναί τε ἀδελφοὶ καὶ πατρὸς οὗ λέγετε, πείσαιτʼ ἄν με ταῦθʼ οὕτως ἔχειν, εἰ καταλίποιτε μὲν ἐξ αὑτῶν ἕνα παρʼ ἐμοὶ μηδὲν ὑβριστικὸν πεισόμενον, ἀποκομίσαντες δὲ τὸν σῖτον πρὸς τὸν πατέρα πάλιν ἔλθοιτε πρὸς ἐμὲ τὸν ἀδελφόν, ὃν καταλιπεῖν ἐκεῖ φατε,μεθʼ ἑαυτῶν ἄγοντες· τοῦτο γὰρ ἔσται πίστωμα τῆς ἀληθείας. οἱ δʼ ἐν μείζοσι κακοῖς ἦσαν ἔκλαιόν τε καὶ συνεχῶς πρὸς ἀλλήλους ἀνωλοφύροντο τὴν Ἰωσήπου συμφοράν, ὡς διὰ τὰ κατʼ ἐκείνου βουλευθέντα τιμωροῦντος αὐτοὺς τοῦ θεοῦ τούτοις περιπέσοιεν, Ῥουβῆλος δὲ πολὺς ἦν ἐπιπλήττων αὐτοῖς τῆς μετανοίας, ἐξ ἧς ὄφελος οὐδὲν Ἰωσήπῳ γίνεται· φέρειν δʼ αὐτοὺς πᾶν ὅ τι καὶ πάθοιεν κατʼ ἐκδικίαν ἐκείνου δρῶντος αὐτὰ τοῦ θεοῦ καρτερῶς ἠξίου.ταῦτα δʼ ἔλεγον πρὸς ἀλλήλους οὐχ ἡγούμενοι τὸν Ἰώσηπον γλώσσης τῆς αὐτῶν συνιέναι. κατήφεια δὲ πάντας εἶχε πρὸς τοὺς Ῥουβήλου λόγους καὶ τῶν πραγμάτων μετάμελος, ὥσπερ οὖν καὶ τῶν ταῦτα ψηφισαμένων, ἐφʼ οἷς δίκαιον ἔκρινον τὸν θεὸν κολαζόμενοι.βλέπων δʼ οὕτως ἀμηχανοῦντας Ἰώσηπος ὑπὸ τοῦ πάθους εἰς δάκρυα προύπιπτε καὶ μὴ βουλόμενος τοῖς ἀδελφοῖς γενέσθαι καταφανὴς ὑπεχώρει καὶ διαλιπὼν πάλιν ἧκε πρὸς αὐτούς.καὶ Σεμεῶνα κατασχὼν ὅμηρον τῆς ἐπανόδου τῶν ἀδελφῶν γενησόμενον ἐκείνους μεταλαβόντας τῆς ἀγορᾶς τοῦ σίτου προσέταξεν ἀπιέναι, κελεύσας τῷ ὑπηρέτῃ τἀργύριον, ὃ πρὸς τὴν ὠνὴν εἶεν τοῦ σίτου κεκομικότες, κρύφα τοῖς φορτίοις ἐνθέντι ἀπολύειν κἀκεῖνο κομίζοντας. καὶ ὁ μὲν τὰ ἐντεταλμένα ἔπραττεν.Οἱ δὲ Ἰακώβου παῖδες ἐλθόντες εἰς τὴν Χαναναίαν ἀπήγγελλον τῷ πατρὶ τὰ κατὰ τὴν Αἴγυπτον αὐτοῖς συμπεσόντα, καὶ ὅτι κατάσκοποι δόξειαν ἀφῖχθαι τοῦ βασιλέως καὶ λέγοντες ἀδελφοί τε εἶναι καὶ τὸν ἑνδέκατον οἴκοι καταλιπεῖν παρὰ τῷ πατρὶ ἀπιστηθεῖεν, ὡς καταλίποιέν τε Σεμεῶνα παρὰ τῷ στρατηγῷ μέχρι Βενιαμὶς ὡς αὐτὸν ἀπιὼν πίστις αὐτοῖς τῶν εἰρημένων παρʼ αὐτῷ γένοιτο·ἠξίουν τε τὸν πατέρα μηδὲν φοβηθέντα πέμπειν σὺν αὐτοῖς τὸν νεανίσκον. Ἰακώβῳ δʼ οὐδὲν ἤρεσκε τῶν τοῖς υἱοῖς πεπραγμένων, καὶ πρὸς τὴν Σεμεῶνος δὲ κατοχὴν λυπηρῶς φέρων ἀνόητον ἡγεῖτο προστιθέναι καὶ τὸν Βενιαμίν.καὶ ὁ μὲν οὐδὲ Ῥουβήλου δεομένου καὶ τοὺς αὑτοῦ παῖδας ἀντιδιδόντος, ἵνα εἴ τι πάθοι Βενιαμὶς κατὰ τὴν ἀποδημίαν ἀποκτείνειεν αὐτοὺς ὁ πάππος, πείθεται τοῖς λόγοις. οἱ δʼ ἠπόρουν ἐπὶ τοῖς κακοῖς καὶ μᾶλλον αὐτοὺς ἐτάραττε τἀργύριον ἐν τοῖς σακκίοις τοῦ σίτου κατακεκρυμμένον εὑρεθέν.τοῦ δὲ σίτου τοῦ κομισθέντος ὑπʼ αὐτῶν ἐπιλιπόντος καὶ τοῦ λιμοῦ μᾶλλον ἁπτομένου βιαζομένης αὐτὸν τῆς ἀνάγκης ὁ Ἰάκωβος ἐκπέμπειν ἐγίνωσκε τὸν Βενιαμὶν μετὰ τῶν ἀδελφῶν·οὐ γὰρ ἦν αὐτοῖς εἰς Αἴγυπτον ἀπελθεῖν μὴ μετὰ τῶν ἐπαγγελιῶν ἀπερχομένοις, καὶ τοῦ πάθους οὖν χείρονος καθʼ ἑκάστην ἡμέραν γινομένου καὶ τῶν υἱῶν δεομένων οὐκ εἶχεν, ὅ τι χρήσαιτο τοῖς παροῦσιν.Ἰούδα δὲ τολμηροῦ τἆλλα τὴν φύσιν ἀνδρὸς χρησαμένου πρὸς αὐτὸν παρρησίᾳ, ὡς οὐ προσῆκε μὲν αὐτὸν περὶ τἀδελφοῦ δεδιέναι οὐδὲ τὰ μὴ δεινὰ διʼ ὑποψίας λαμβάνειν, πραχθήσεται γὰρ οὐδὲν αὐτῶν περὶ τὸν ἀδελφόν, ᾧ μὴ παρέσται θεός, τοῦτο δὲ συμβήσεσθαι πάντως καὶ παρʼ αὐτῷ μένοντι·