οὐ γὰρ αὐτὸν τοῦτο ὠφελήσειν τραπείσης εἰς κατηγορίαν αὐτοῦ καὶ καταψευσαμένης πεῖραν ἐπὶ τἀνδρί, προσέξειν δὲ μᾶλλον τοῖς αὐτῆς λόγοις Πετεφρὴν ἢ τοῖς ἐκείνου, κἂν ὅτι μάλιστα ἀπὸ τῆς ἀληθείας φέρωνται.Ταῦτα λεγούσης τῆς γυναικὸς καὶ δακρυούσης οὔτε οἶκτος αὐτὸν μὴ σωφρονεῖν ἔπεισεν οὔτʼ ἠνάγκασε φόβος, ἀλλὰ ταῖς δεήσεσιν ἀντέσχε καὶ ταῖς ἀπειλαῖς οὐκ ἐνέδωκε καὶ παθεῖν ἀδίκως καὶ ὑπομένειν τι τῶν χαλεπωτέρων εἵλετο μᾶλλον ἢ τῶν παρόντων ἀπολαύειν χαρισάμενος ἐφʼ οἷς ἂν αὑτῷ συνειδῇ δικαίως ἀπολουμένῳ.γάμου τε αὐτὴν ὑπεμίμνησκε καὶ τῆς πρὸς τὸν ἄνδρα συμβιώσεως καὶ τούτοις τὸ πλέον νέμειν ἢ προσκαίρῳ τῆς ἐπιθυμίας ἡδονῇ παρεκάλει, τῆς μὲν καὶ μετάνοιαν ἑξούσης αὖθις ἐπʼ ὀδύνῃ γενησομένην οὐκ ἐπὶ διορθώσει τῶν ἡμαρτημένων καὶ φόβον του μὴ κατάφωρον γενέσθαι καὶ χάριν τοῦ λαθεῖν ἀγνοουμένου τοῦ κακοῦ,τῆς δὲ πρὸς τὸν ἄνδρα κοινωνίας ἀπόλαυσιν ἐχούσης ἀκίνδυνον καὶ προσέτι πολλὴν τὴν ἀπὸ τοῦ συνειδότος καὶ πρὸς τὸν θεὸν παρρησίαν καὶ πρὸς τοὺς ἀνθρώπους· καὶ ὡς αὐτοῦ δεσπόσει μᾶλλον μείνασα καθαρὰ καὶ δεσποίνης ἐξουσίᾳ χρήσεται πρὸς αὐτόν, ἀλλʼ οὐ συνεξαμαρτάνοντος αἰδοῖ· πολὺ δὲ κρεῖττον εἶναι θαρρεῖν ἐπὶ γινωσκομένοις τοῖς εὖ βεβιωμένοις ἢ ἐπὶ λανθανούσῃ κακοπραγίᾳ.Ταῦτα λέγων καὶ ἔτι πλείω τούτοις ὅμοια τὴν τῆς γυναικὸς ὁρμὴν ἐπέχειν ἐπειρᾶτο καὶ τὸ πάθος αὐτῆς εἰς λογισμὸν ἐπιστρέφειν, ἡ δὲ βιαιότερον ἐχρῆτο τῇ σπουδῇ καὶ ἐπιβαλοῦσα τὰς χεῖρας ἀναγκάζειν ἀπογνοῦσα τὸ πείθειν ἤθελεν.ὡς δʼ ἐξέφυγεν ὑπὸ ὀργῆς ὁ Ἰώσηπος προσκαταλιπὼν καὶ τὸ ἱμάτιον, κατεχούσης καὶ γὰρ αὐτὸν ἐκ τούτου μεθεὶς ἐξεπήδησε τοῦ δωματίου, περιδεὴς γενομένη, μὴ κατείπῃ πρὸς τὸν ἄνδρα αὐτῆς, καὶ τῆς ὕβρεως περιαλγῶς ἔχουσα φθάσαι καταψεύσασθαι πρὸς τὸν Πετεφρὴν ἔγνω τοῦ Ἰωσήπου, καὶ τούτῳ τῷ τρόπῳ τιμωρῆσαι μὲν αὐτῇ δεινῶς ὑπερηφανημένῃ, προλαβεῖν δὲ τὴν διαβολὴν σοφὸν ἅμα καὶ γυναικεῖον ἡγήσατο.καὶ καθῆστο μὲν κατηφὴς καὶ συγκεχυμένη τὴν ἐπὶ τῷ διαμαρτεῖν τῆς ἐπιθυμίας λύπην ὡς ἐπὶ πείρᾳ διαφθορᾶς πλασαμένη μετʼ ὀργῆς, ἐλθόντι δὲ τἀνδρὶ καὶ πρὸς τὴν ὄψιν ταραχθέντι καὶ πυνθανομένῳ τὴν αἰτίαν τῆς κατηγορίας τῆς Ἰωσήπου κατήρξατο καί τεθναίης, εἶπεν, ἄνερ, ἢ πονηρὸν δοῦλον κοίτην μιᾶναι τὴν σὴν θελήσαντα κόλασον,ὃς οὔθʼ οἷος ὢν εἰς τὸν ἡμέτερον οἶκον ἀφῖκται μνησθεὶς ἐσωφρόνησεν οὔθʼ ὧν ἐκ τῆς σῆς χρηστότητος ἔτυχεν, ἀλλʼ ἀχάριστος ὢν ἄν, εἰ μὴ πάντα παρεῖχεν αὑτὸν ἀγαθὸν εἰς ἡμᾶς, ἐπεβούλευσεν ὑβρίσαι γάμον τὸν σόν, καὶ ταῦτʼ ἐν ἑορτῇ τὴν σὴν ἀπουσίαν παραφυλάξας· ὡς ὅσα καὶ μέτριος ἐδόκει πρότερον διὰ τὸν ἐκ σοῦ φόβον ἠρέμει καὶ οὐχὶ φύσει χρηστὸς ἦν.τοιοῦτον δʼ ἄρα τὸ παρʼ ἀξίαν αὐτὸν καὶ παρʼ ἐλπίδας εἰς τιμὴν παρελθεῖν ἐποίησεν, ὡς δέον ᾧ τὴν τῆς κτήσεως τῆς σῆς πίστιν καὶ τὴν οἰκονομίαν λαβεῖν ἐξεγένετο καὶ τῶν πρεσβυτέρων οἰκετῶν προτιμηθῆναι τούτῳ καὶ τῆς σῆς ψαύειν γυναικός.παυσαμένη δὲ τῶν λόγων ἐπεδείκνυεν αὐτῷ τὸ ἱμάτιον, ὡς ὅτʼ ἐπεχείρει βιάσασθαι καταλιπόντος αὐτό. Πετεφρὴς δὲ μήτε δακρυούσῃ τῇ γυναικὶ μήθʼ οἷς ἔλεγε καὶ εἶδεν ἀπιστεῖν ἔχων τῷ τε πρὸς αὐτὴν ἔρωτι πλέον νέμων ἐπὶ μὲν τὴν τῆς ἀληθείας ἐξέτασιν οὐκ ἐτρέπετο,δοὺς δὲ σωφρονεῖν τῇ γυναικὶ πονηρὸν δʼ εἶναι κατακρίνας τὸν Ἰώσηπον τὸν μὲν εἰς τὴν τῶν κακούργων εἱρκτὴν ἐνέβαλεν, ἐπὶ δὲ τῇ γυναικὶ καὶ μᾶλλον ἐφρόνει κοσμιότητα καὶ σωφροσύνην αὐτῇ μαρτυρῶν.Ἰώσηπος μὲν οὖν πάντʼ ἐπὶ τῷ θεῷ ποιησάμενος τὰ περὶ αὐτὸν οὔτʼ εἰς ἀπολογίαν οὔτʼ ἐπʼ ἀκριβῆ τῶν γεγονότων δήλωσιν ἐτράπη, τὰ δεσμὰ δὲ καὶ τὴν ἀνάγκην σιγῶν ὑπῆλθεν ἀμείνονα ἔσεσθαι τῶν δεδεκότων θαρρῶν τὸν τὴν αἰτίαν τῆς συμφορᾶς καὶ τὴν ἀλήθειαν εἰδότα θεόν, οὗ πεῖραν τῆς προνοίας εὐθὺς ἐλάμβανεν·ὁ γὰρ δεσμοφύλαξ τήν τε ἐπιμέλειαν καὶ τὴν πίστιν αὐτοῦ κατανοήσας ἐν οἷς τάξειεν αὐτὸν καὶ τὸ ἀξίωμα τῆς μορφῆς ὑπανίει τε τῶν δεσμῶν καὶ τὸ δεινὸν ἐλαφρότερον αὐτῷ καὶ κοῦφον ἐποίει, διαίτῃ δὲ χρῆσθαι κρείττονι δεσμωτῶν ἐπέτρεπε.τῶν δὲ ἐν τοῖς αὐτοῖς ὄντων εἴποτε παύσαιντο τῆς περὶ τὰ ἔργα ταλαιπωρίας εἰς ὁμιλίαν, οἷα φιλεῖ κατὰ κοινωνίαν τῆς ὁμοίας συμφορᾶς, τρεπομένων καὶ παρʼ ἀλλήλων τὰς αἰτίας ἐφʼ αἷς κατακριθεῖεν ἀναπυνθανομένων,οἰνοχόος τοῦ βασιλέως καὶ σφόδρα αὐτῷ τιμώμενος κατʼ ὀργὴν δεδεμένος καὶ συνδιαφέρων τῷ Ἰωσήπῳ τὰς πέδας συνηθέστερος αὐτῷ μᾶλλον ἐγένετο καί, συνέσει γὰρ ἐδόκει αὐτὸν προύχειν, ὄναρ ἰδὼν ἐξέθετο παρακαλῶν δηλοῦν εἴ τι σημαίνει, μεμφόμενος ὅτι τοῖς ἐκ τοῦ βασιλέως κακοῖς ἔτι τὸ θεῖον αὐτῷ καὶ τὰς ἐκ τῶν ὀνειράτων φροντίδας προστίθησιν.Ἔλεγε δʼ οὖν ἰδεῖν κατὰ τοὺς ὕπνους τριῶν κλημάτων πεφυκυίας ἀμπέλου βότρυς ἐξ ἑκάστου ἀποκρέμασθαι μεγάλους ἤδη καὶ πρὸς τρύγητον ὡραίους, καὶ τούτους αὐτὸς ἀποθλίβειν εἰς φιάλην ὑπέχοντος τοῦ βασιλέως διηθήσας τε τὸ γλεῦκος δοῦναι τῷ βασιλεῖ πιεῖν, κἀκεῖνον δέξασθαι κεχαρισμένως.