ἐν οὐκ ἀλλοτρίοις δʼ ἐσμὲν τοῖς ἀπόροις, ἀλλὰ σὴ μὲν ἡ θάλασσα, σὸν δὲ τὸ περικλεῖον ἡμᾶς ὄρος, ὡς ἀνοιγῆναι μὲν τοῦτο σοῦ κελεύσαντος, ἠπειρωθῆναι δὲ καὶ τὸ πέλαγος, εἶναι δὲ ἡμῖν ἀποδρᾶναι καὶ διʼ ἀέρος δόξαν ἰσχύι τῇ σῇ τοῦτον ἡμᾶς σώζεσθαι τὸν τρόπον.Τοσαῦτα ἐπιθειάσας τύπτει τῇ βακτηρίᾳ τὴν θάλατταν. ἡ δʼ ὑπὸ τῆς πληγῆς ἀνεκόπη καὶ εἰς αὑτὴν ὑποχωρήσασα γυμνὴν ἀφίησι τὴν γῆν ὁδὸν Ἑβραίοις εἶναι καὶ φυγήν.Μωυσῆς δὲ ὁρῶν τὴν ἐπιφάνειαν τοῦ θεοῦ καὶ τὸ πέλαγος ἐκκεχωρηκὸς αὐτοῖς τῆς ἰδίας ἠπείρου πρῶτος ἐνέβαινεν αὐτῇ καὶ τοὺς Ἑβραίους ἐκέλευεν ἕπεσθαι διὰ θείας ὁδοῦ ποιουμένους τὴν πορείαν καὶ τῷ κινδύνῳ τῶν παρόντων πολεμίων ἡδομένους καὶ χάριν ἔχοντας διὰ τὴν παράλογον οὕτως ἐξ αὐτοῦ σωτηρίαν ἀναφανεῖσαν.Τῶν δʼ οὐκέτʼ ὀκνούντων, ἀλλʼ ἱεμένων μετὰ σπουδῆς ὡς συμπαρόντος αὐτοῖς τοῦ θεοῦ, μαίνεσθαι μὲν αὐτοὺς τὸ πρῶτον Αἰγύπτιοι ἐδόκουν ὡς ἐπὶ πρόδηλον ὄλεθρον ὁρμωμένους, ἐπεὶ δὲ ἑώρων ἀβλαβεῖς ἐπὶ τὸ πολὺ προκεκοφότας καὶ μηδὲν αὐτοῖς ἐμπόδιον μηδὲ δυσχερὲς ἀπαντῆσαν, διώκειν ὡρμήκεσαν αὐτοὺς ὡς κἀκείνοις ἠρεμήσοντος τοῦ πελάγους, καὶ προτάξαντες τὴν ἵππον κατέβαινον.Ἑβραῖοι δὲ καθοπλιζομένους καὶ τὸν χρόνον εἰς τοῦτο τρίβοντας ἔφθασαν εἰς τὴν ἀντιπέραν γῆν ἀπαθεῖς ἐκφυγόντες, ὅθεν καὶ θαρσαλεωτέροις συνέβαινε πρὸς τὴν δίωξιν ὡς οὐδὲν οὐδʼ αὐτῶν πεισομένων εἶναι.Αἰγύπτιοι δʼ ἐλάνθανον ἰδίαν ὁδὸν Ἑβραίοις γεγενημένην, ἀλλʼ οὐχὶ κοινὴν ἐπεμβαίνοντες καὶ μέχρι σωτηρίας τῶν κεκινδυνευκότων πεποιημένην, ἀλλʼ οὐχὶ καὶ τοῖς ἐπʼ ἀπωλείᾳ τῇ τούτων ὡρμημένοις χρῆσθαι θέλουσιν.ὡς οὖν ὁ τῶν Αἰγυπτίων στρατὸς ἅπας ἐντὸς ἦν, ἐπιχεῖται πάλιν ἡ θάλασσα καὶ περικαταλαμβάνει ῥοώδης ὑπὸ πνευμάτων κατιοῦσα τοὺς Αἰγυπτίους, ὄμβροι τʼ ἀπʼ οὐρανοῦ κατέβαινον καὶ βρονταὶ σκληραὶ προσεξαπτομένης ἀστραπῆς καὶ κεραυνοὶ δὲ κατηνέχθησαν.ὅλως δʼ οὐδὲν ἦν τῶν ἐπʼ ἀπωλείᾳ κατὰ μῆνιν θεοῦ συμπιπτόντων ἀνθρώποις, ὃ μὴ τότε συνῆλθε· καὶ γὰρ νὺξ αὐτοὺς ζοφώδης καὶ σκοτεινὴ κατέλαβε. καὶ οἱ μὲν οὕτως ἀπώλοντο πάντες, ὡς μηδʼ ἄγγελον τῆς συμφορᾶς τοῖς ὑπολελειμμένοις ὑποστρέψαι.Τοὺς δʼ Ἑβραίους οὐδὲ κατασχεῖν ἦν ἐπὶ τῇ χαρᾷ τῆς παραδόξου σωτηρίας καὶ τῇ τῶν πολεμίων ἀπωλείᾳ, βεβαίως νομίζοντας ἠλευθερῶσθαι τῶν ἀναγκαζόντων δουλεύειν διεφθαρμένων καὶ τὸν θεὸν οὕτως ἐναργῶς ἔχοντας βοηθοῦντα.καὶ οἱ μὲν αὐτοί τε τὸν κίνδυνον οὕτως ἐκφυγόντες καὶ προσέτι τοὺς ἐχθροὺς ἐπιδόντες κεκολασμένους, ὡς οὐκ ἄλλοι τινὲς μνημονεύονται τῶν πρόσθεν ἀνθρώπων, ἐν ὕμνοις ἦσαν καὶ παιδιαῖς ὅλην τὴν νύκτα, καὶ Μωυσῆς ᾠδὴν εἰς τὸν θεὸν ἐγκώμιόν τε καὶ τῆς εὐμενείας εὐχαριστίαν περιέχουσαν ἐν ἑξαμέτρῳ τόνῳ συντίθησιν.Ἐγὼ μὲν οὖν ὡς εὗρον ἐν ταῖς ἱεραῖς βίβλοις οὕτως ἕκαστον τούτων παραδέδωκα· θαυμάσῃ δὲ μηδεὶς τοῦ λόγου τὸ παράδοξον, εἰ ἀρχαίοις ἀνθρώποις καὶ πονηρίας ἀπείροις εὑρέθη σωτηρίας ὁδὸς καὶ διὰ θαλάσσης εἴτε κατὰ βούλησιν θεοῦ εἴτε κατὰ ταὐτόματον,ὁπότε καὶ τοῖς περὶ τὸν Ἀλέξανδρον τὸν βασιλέα τῆς Μακεδονίας χθὲς καὶ πρῴην γεγονόσιν ὑπεχώρησε τὸ Παμφύλιον πέλαγος καὶ ὁδὸν ἄλλην οὐκ ἔχουσι παρέσχε τὴν διʼ αὐτοῦ καταλῦσαι τὴν Περσῶν ἡγεμονίαν τοῦ θεοῦ θελήσαντος, καὶ τοῦτο πάντες ὁμολογοῦσιν οἱ τὰς Ἀλεξάνδρου πράξεις συγγραψάμενοι. περὶ μὲν οὖν τούτων ὡς ἑκάστῳ δοκεῖ διαλαμβανέτω.Τῇ δʼ ὑστεραίᾳ τὰ ὅπλα τῶν Αἰγυπτίων προσενεχθέντα τῷ στρατοπέδῳ τῶν Ἑβραίων ὑπὸ τοῦ ῥοῦ καὶ τῆς βίας τοῦ πνεύματος ἐπʼ ἐκεῖνο ἐκδιδούσης ὁ Μωυσῆς καὶ τοῦτο εἰκάσας τῇ τοῦ θεοῦ προνοίᾳ γεγονέναι, ὅπως μηδὲ ὅπλων ὦσιν ἄποροι, συναγαγὼν καὶ τούτοις σκεπάσας τοὺς Ἑβραίους ἦγεν ἐπὶ τὸ Σιναῖον ὄρος θύσων ἐκεῖ τῷ θεῷ καὶ τὰ σῶστρα τῆς πληθύος ἀποδώσων, καθὼς αὐτῷ καὶ προείρητο.