Τοῦ δὲ Φαραώθου μηδʼ οὕτως εἴκοντος τοῖς τοῦ θεοῦ βουλήμασιν, ἀλλὰ τὰς μὲν γυναῖκας συναπαίρειν τοῖς ἀνδράσιν ἀξιοῦντος καταλείπεσθαι δὲ τοὺς παῖδας, οὐκ ἠπόρει τὸ θεῖον τὴν πονηρίαν αὐτοῦ ποικίλοις κακοῖς καὶ μείζοσι τῶν προενδεδημηκότων μετερχόμενον βασανίσαι· ἀλλὰ γὰρ δεινῶς αὐτοῖς ἐξηλκοῦτο τὰ σώματα τῶν ἐντὸς διαφθειρομένων, καὶ τὸ πολὺ τῶν Αἰγυπτίων οὕτως ἀπώλλυτο.μηδʼ ὑπὸ ταύτης δὲ τῆς πληγῆς σωφρονιζομένου τοῦ βασιλέως χάλαζα μήτε πρότερον τοῦ κατʼ Αἴγυπτον ἀέρος τοῦτο πεπονθότος μήθʼ ὁμοία τῇ παρʼ ἄλλοις ὥρᾳ χειμῶνος κατιούσῃ, μείζων δὲ τῆς παρὰ τοῖς τὰ βόρεια καὶ τὴν ἄρκτον νεμομένοις, ἔαρος ἀκμάζοντος κατενεχθεῖσα τοὺς καρποὺς αὐτῶν κατέκλασεν.ἔπειτα φῦλον ἀκρίδων ἐπινέμεται τὴν ὑπὸ τῆς χαλάζης μὴ καταβλαβεῖσαν σποράν, ὥστε πρὸς ἀκριβὲς πάσας τοῖς Αἰγυπτίοις τὰς ἀπὸ τῆς γῆς τῶν καρπῶν ἐλπίδας διολέσαι.Ἤρκει μὲν οὖν τὸν δίχα πονηρίας ἀνόητον καὶ τὰ προειρημένα τῶν κακῶν εἰς σύνεσιν καὶ τοῦ συμφέροντος τὴν ἐπίνοιαν ὠφελῆσαι, Φαραώθης δὲ οὐ τοσοῦτον ὑπὸ ἀφροσύνης ὅσον ὑπὸ κακίας ὅμως αἰσθόμενος γὰρ τῆς αἰτίας ἀντεφιλονείκει τῷ θεῷ καὶ τοῦ κρείττονος ἑκὼν προδότης ἐγένετο, καὶ κελεύει μὲν τὸν Μωυσῆν μετὰ γυναικῶν καὶ παίδων ἀπάγειν τοὺς Ἑβραίους, τὴν δὲ λείαν αὐτοῖς καταλιπεῖν ἐφθαρμένης αὐτοῖς τῆς οἰκείας.τοῦ δὲ Μωυσέος οὐχὶ δίκαια φήσαντος αὐτὸν ἀξιοῦν, δεῖν γὰρ αὐτοὺς τῷ θεῷ τὰς θυσίας ἐκ τῆς λείας ἐπενεγκεῖν, καὶ τριβομένου διὰ ταύτην τὴν αἰτίαν τοῦ χρόνου σκότος βαθὺ καὶ φέγγους ἄμοιρον περιχεῖται τοῖς Αἰγυπτίοις, ὑφʼ οὗ τάς τε ὄψεις ἀποκλειομένοις καὶ τὰς ἀναπνοὰς ἐμφραττομένοις ὑπὸ παχύτητος οἰκτρῶς τε ἀποθνήσκειν συνέβαινε καὶ δεδιέναι μὴ καταποθῶσιν ὑπὸ τοῦ νέφους.εἶτα τούτου διασκεδασθέντος μετὰ τρεῖς ἡμέρας καὶ τοσαύτας νύκτας, ὡς οὐ μετενόει πρὸς τὴν ἔξοδον τῶν Ἑβραίων ὁ Φαραώθης, προσελθὼν ὁ Μωυσῆς φησιν· ἄχρι πότε ἀπειθεῖς τῇ τοῦ θεοῦ γνώμῃ· κελεύει γὰρ οὗτος ἀπολύειν τοὺς Ἑβραίους. καὶ οὐκ ἔστιν ἑτέρως ἀπαλλαγῆναι τῶν κακῶν ὑμᾶς μὴ ταῦτα ποιήσαντας.ὁ δὲ βασιλεὺς ὀργισθεὶς ἐπὶ τοῖς εἰρημένοις ἠπείλησεν αὐτοῦ τὴν κεφαλὴν ἀποτεμεῖν, εἰ πάλιν περὶ τούτων ἐνοχλῶν αὐτῷ προσέλθοι. Μωυσῆς δὲ αὐτὸς οὐκέτι ποιήσεσθαι περὶ τούτων λόγους ἔφησεν, αὐτὸν δὲ ἐκεῖνον σὺν καὶ τοῖς πρώτοις τῶν Αἰγυπτίων παρακαλέσειν τοὺς Ἑβραίους ἀπελθεῖν. καὶ ὁ μὲν ταῦτʼ εἰπὼν ἀπαλλάσσεται.Ὁ δὲ θεὸς δηλώσας ἔτι μιᾷ πληγῇ τοὺς Αἰγυπτίους καταναγκάσειν ἀπολῦσαι τοὺς Ἑβραίους ἐκέλευε Μωυσῆν παραγγεῖλαι τῷ λαῷ θυσίαν ἑτοίμην ἔχειν παρασκευασαμένους τῇ δεκάτῃ τοῦ Ξανθικοῦ μηνὸς εἰς τὴν τεσσαρεσκαιδεκάτην, ὃς παρὰ μὲν Αἰγυπτίοις Φαρμουθὶ καλεῖται, Νισὰν δὲ παρʼ Ἑβραίοις, Μακεδόνες δʼ αὐτὸν Ξανθικὸν προσαγορεύουσιν, ἀπάγειν τε τοὺς Ἑβραίους πάντα ἐπικομιζομένους.καὶ ὁ μὲν ἑτοίμους ἔχων ἤδη τοὺς Ἑβραίους πρὸς τὴν ἔξοδον καὶ διατάξας εἰς φατρίας ἐν ταὐτῷ συνεῖχεν, ἐνστάσης δὲ τῆς τεσσαρεσκαιδεκάτης πάντες πρὸς ἄφοδον ἔχοντες ἔθυον καὶ τῷ αἵματι τὰς οἰκίας ἥγνιζον ὑσσώπου κόμαις ἀναλαβόντες καὶ δειπνήσαντες τὰ λοιπὰ τῶν κρεῶν ἔκαυσαν ὡς ἐξελευσόμενοι.ὅθεν νῦν ἔτι κατὰ τὸ ἔθος οὕτως θύομεν τὴν ἑορτὴν πάσχα καλοῦντες, σημαίνει δʼ ὑπερβάσια, διότι κατʼ ἐκείνην τὴν ἡμέραν ὁ θεὸς αὐτῶν ὑπερβὰς Αἰγυπτίοις ἐναπέσκηψε τὴν νόσον. ἡ γὰρ φθορὰ τῶν πρωτοτόκων κατʼ ἐκείνην ἔπεισι τὴν νύκτα τοῖς Αἰγυπτίοις, ὡς συνελθόντας πολλοὺς τῶν περὶ τὸ βασίλειον διαιτωμένων τῷ Φαραώθῃ συμβουλεύειν ἀπολύειν τοὺς Ἑβραίους.καὶ Μωυσῆν καλέσας ἐκεῖνος ἀπιέναι προσέταξεν, εἰ τῆς χώρας ἐξέλθοιεν παύσεσθαι τὴν Αἴγυπτον κακοπαθοῦσαν ὑπολαβών, δώροις τε τοὺς Ἑβραίους ἐτίμων, οἱ μὲν ὑπὲρ τοῦ τάχιον ἐξελθεῖν, οἱ δὲ καὶ κατὰ γειτνιακὴν πρὸς αὐτοὺς συνήθειαν.Καὶ οἱ μὲν ἐξῄεσαν κλαιόντων καὶ μετανοούντων ὅτι χρήσαιντο χαλεπῶς αὐτοῖς τῶν Αἰγυπτίων, τὴν δὲ πορείαν ἐποιοῦντο κατὰ Λητοῦς πόλιν ἔρημον οὖσαν ἐν τοῖς τότε· Βαβυλὼν γὰρ ὕστερον ἐκεῖ κτίζεται Καμβύσου καταστρεφομένου τὴν Αἴγυπτον. συντόμως δὲ ποιούμενοι τὴν ἄφοδον εἰς Βεελσεφῶντα χωρίον τριταῖοι παραγίνονται τῆς Ἐρυθρᾶς θαλάσσης.μηδενὸς δὲ τῶν ἀπὸ τῆς γῆς εὐποροῦντες διὰ τὴν ἐρημίαν πεφυραμένοις τοῖς ἀλεύροις καὶ πεπηγόσι μόνον ὑπὸ βραχείας θερμότητος τοῖς ἀπʼ αὐτῶν ἄρτοις διετρέφοντο, καὶ τούτοις ἐπὶ τριάκονθʼ ἡμέρας ἐχρήσαντο· πρὸς πλείονα γὰρ οὐκ ἐξήρκεσε χρόνον αὐτοῖς ὅσα ἐκ τῆς Αἰγύπτου ἐπεφέροντο καὶ ταῦτα τὴν τροφὴν ταμιευομένοις καὶ πρὸς ἀνάγκην ἀλλὰ μὴ πρὸς κόρον αὐτῇ χρωμένοις·ὅθεν εἰς μνήμην τῆς τότε ἐνδείας ἑορτὴν ἄγομεν ἐφʼ ἡμέρας ὀκτὼ τὴν τῶν ἀζύμων λεγομένην. τὸ μὲν οὖν πᾶν πλῆθος τῶν μετανισταμένων γυναιξὶν ἅμα καὶ τέκνοις σκοποῦσιν οὐκ εὐαρίθμητον ἦν, οἱ δὲ στρατεύσιμον ἔχοντες τὴν ἡλικίαν περὶ ἑξήκοντα μυριάδες ἦσαν.Κατέλιπον δὲ τὴν Αἴγυπτον μηνὶ Ξανθικῷ πεντεκαιδεκάτῃ κατὰ σελήνην μετὰ ἔτη τριάκοντα καὶ τετρακόσια ἢ τὸν πρόγονον ἡμῶν Ἅβραμον εἰς τὴν Χαναναίαν ἐλθεῖν, τῆς δὲ Ἰακώβου μεταναστάσεως εἰς τὴν Αἴγυπτον γενομένης διακοσίοις πρὸς τοῖς δεκαπέντε ἐνιαυτοῖς ὕστερον.