καὶ ταῦτʼ εἰπὼν μεθίησιν ἐπὶ τῆς γῆς τὴν βακτηρίαν κελεύσας αὐτὴν εἰς ὄφιν μεταβαλεῖν· ἡ δʼ ἐπείθετο καὶ τὰς τῶν Αἰγυπτίων βακτηρίας, οἳ δράκοντες ἐδόκουν, περιιοῦσα κατήσθιε μέχρι πάσας ἀνήλωσεν· εἶτʼ εἰς τὸ αὑτῆς σχῆμα μεταπεσοῦσαν κομίζεται Μωυσῆς.Ὁ δὲ βασιλεὺς οὐδὲν τούτῳ μᾶλλον πραχθέντι καταπλήττεται, προσοργισθεὶς δὲ καὶ μηδὲν αὐτῷ προχωρήσειν εἰπὼν ἐκ τῆς κατʼ Αἰγυπτίων σοφίας καὶ δεινότητος κελεύει τὸν ἐπὶ τῶν Ἑβραίων τεταγμένον μηδεμίαν αὐτοῖς ἄνεσιν παρέχειν τοῦ πονεῖν, ἀλλὰ πλείοσι τῶν πρότερον κακοῖς αὐτοὺς καταναγκάζειν.ὁ δὲ ἄχυρον αὐτοῖς παρέχων εἰς τὴν πλινθείαν πρότερον οὐκέτι παρεῖχεν, ἀλλʼ ἡμέρας μὲν ἐπὶ τοῖς ἔργοις ταλαιπωρεῖν ἐποίει, νυκτὸς δὲ συνάγειν τὸ ἄχυρον. καὶ τοῦ δεινοῦ διπλασίονος ὄντος αὐτοῖς ἐν αἰτίαις Μωυσῆν εἶχον, ὡς τῶν ἔργων αὐτοῖς καὶ τῆς ταλαιπωρίας διʼ ἐκεῖνον χαλεπωτέρας γεγενημένης.ὁ δʼ οὔτε πρὸς τὰς τοῦ βασιλέως ἀπειλὰς ἔκαμνεν οὔτε πρὸς τὰς τῶν Ἑβραίων μέμψεις ἐνεδίδου, τήν τε ψυχὴν παραστησάμενος πρὸς ἑκάτερον ἐπὶ τῷ πονεῖν καὶ τοῖς οἰκείοις ἐκπορίζειν τὴν ἐλευθερίαν ὑπῆρχε.καὶ παραγενόμενος πρὸς τὸν βασιλέα ἔπειθεν αὐτὸν ἀπολύειν τοὺς Ἑβραίους ἐπὶ τὸ Σιναῖον ὄρος ἐκεῖ θύσοντας τῷ θεῷ, τοῦτο γὰρ αὐτὸν κεκελευκέναι, καὶ μηδὲν ἀντιπράττειν οἷς ἐκεῖνος βούλεται, τὴν δʼ εὐμένειαν αὐτοῦ περὶ παντὸς ποιούμενον συγχωρεῖν αὐτοῖς τὴν ἔξοδον, μὴ καὶ λάθῃ τούτων κωλυτὴς γενόμενος αὑτὸν αἰτιάσασθαι πάσχων ὅσα παθεῖν εἰκὸς τὸν ἀντιπράττοντα θεοῦ προστάγμασι·τοῖς γὰρ χόλον ἐπʼ αὐτοὺς κινήσασι θεῖον ἐξ ἁπάντων φύεσθαι τὰ δεινὰ, καὶ οὔτε γῆ τούτοις οὔτε ἀὴρ φίλος οὔτε γοναὶ τέκνων κατὰ φύσιν, ἀλλʼ ἐχθρὰ πάντα καὶ πολέμια. πειραθήσεσθαί τε τούτων Αἰγυπτίους ἔφασκε μετὰ καὶ τοῦ τὸν Ἑβραίων λαὸν ἀπελθεῖν ἐκ τῆς χώρας αὐτῶν ἀκόντων ἐκείνων.Τοῦ δὲ βασιλέως ἐκφαυλίζοντος τοὺς Μωυσέος λόγους καὶ μηδεμίαν ἐπιστροφὴν ἔτι ποιουμένου πάθη δεινὰ τοὺς Αἰγυπτίους κατελάμβανεν, ὧν ἕκαστον ἐκθήσομαι διά τε τὸ μὴ πρότερόν τισι συμβάντα τοῖς Αἰγυπτίοις εἰς πεῖραν ἐλθεῖν καὶ διὰ τὸ βούλεσθαι Μωυσῆν μηδὲν ὧν προεῖπεν αὐτοῖς ψευσάμενον ἐπιδεῖξαι, καὶ ὅτι συμφέρει τοῖς ἀνθρώποις μαθοῦσι φυλάττεσθαι ταῦτα ποιεῖν, ἐφʼ οἷς μὴ δυσαρεστήσῃ τὸ θεῖον μηδʼ εἰς ὀργὴν τραπὲν ἀμύνηται τῆς ἀδικίας αὐτούς.ὁ γὰρ ποταμὸς αὐτοῖς αἱματώδης θεοῦ κελεύσαντος ἐρρύη πίνεσθαι μὴ δυνάμενος, καὶ πηγὴν ἑτέραν ὑδάτων οὐκ ἔχουσιν οὐ τὴν χρόαν μόνον ἦν τοιοῦτος, ἀλλὰ καὶ τοῖς πειρωμένοις ἀλγήματα καὶ πικρὰν ὀδύνην προσέφερεν.ἦν δὲ τοιοῦτος μὲν Αἰγυπτίοις, Ἑβραίοις δὲ γλυκὺς καὶ πότιμος καὶ μηδὲν τοῦ κατὰ φύσιν παρηλλαγμένος. πρὸς οὖν τὸ παράδοξον ἀμηχανήσας ὁ βασιλεὺς καὶ δείσας περὶ τῶν Αἰγυπτίων συνεχώρει τοῖς Ἑβραίοις ἀπιέναι· καὶ τοῦ κακοῦ λωφήσαντος πάλιν τὴν γνώμην μετέβαλεν οὐκ ἐπιτρέπων τὴν ἄφοδον αὐτοῖς.Ὁ θεὸς δὲ ἀγνωμονοῦντος καὶ μετὰ τὴν ἀπαλλαγὴν τῆς συμφορᾶς οὐκέτι σωφρονεῖν θέλοντος ἄλλην τοῖς Αἰγυπτίοις ἐπιφέρει πληγήν· βατράχων πλῆθος ἄπειρον τὴν γῆν αὐτῶν ἐπεβόσκετο, μεστὸς δὲ τούτων καὶ ὁ ποταμὸς ἦν, ὡς διαμωμένους τὸ ποτὸν τῷ τῶν ζῴων ἰχῶρι κεκακωμένον λαμβάνειν ἐναποθνησκόντων καὶ συνδιαφθειρομένων τῷ ὕδατι,ἥ τε χώρα μεστὴ κακῆς ἦν ἰλύος γεννωμένων τε καὶ ἀποθνησκόντων, τάς τε κατʼ οἶκον αὐτῶν διαίτας ἠφάνιζον ἐν βρωτοῖς εὑρισκόμενοι καὶ ποτοῖς καὶ ταῖς εὐναῖς αὐτῶν ἐπιπολάζοντες, ὀσμή τε χαλεπὴ ἦν καὶ δυσώδης ἀποθνησκόντων τῶν βατράχων καὶ ζώντων καὶ διεφθαρμένων.ὑπὸ δὲ τούτων τῶν κακῶν ἐλαυνομένων τῶν Αἰγυπτίων τὸν Μωυσῆν ἐκέλευσεν ὁ βασιλεὺς οἴχεσθαι τοὺς Ἑβραίους λαβόντα, καὶ παραχρῆμα τοῦτʼ εἰπόντος ἠφάνιστο τῶν βατράχων τὸ πλῆθος καὶ ἥ τε γῆ καὶ ὁ ποταμὸς εἰς τὴν ἰδίαν φύσιν κατέστησαν.Φαραώθης δὲ ἅμα τοῦ τε πάθους ἀπήλλακτο ἡ γῆ καὶ τῆς αἰτίας ἐπελέληστο καὶ τοὺς Ἑβραίους κατεῖχε, καὶ ὥσπερ πλειόνων παθημάτων φύσεις βουλόμενος μαθεῖν οὐκέτʼ ἠφίει τοῖς περὶ τὸν Μωυσῆν ἐξιέναι φόβῳ μᾶλλον ἢ φρονήσει ταύτην αὐτοῖς ἐπιτρέπων.Πάλιν οὖν ἄλλου κακοῦ προσβολῇ μετῄει τὸ θεῖον αὐτοῦ τὴν ἀπάτην· φθειρῶν γὰρ τοῖς Αἰγυπτίοις ἐξήνθησεν ἄπειρόν τι πλῆθος ἔνδοθεν ἀναδιδομένων, ὑφʼ ὧν κακοὶ κακῶς ἀπώλλυντο μήτε λουτροῖς μήτε χρίσεσι φαρμάκων διαφθεῖραι τὸ γένος αὐτῶν δυνάμενοι.καὶ πρὸς τοῦτο τὸ δεινὸν ὁ τῶν Αἰγυπτίων βασιλεὺς ταραχθεὶς καὶ δείσας ὁμοῦ τὸν ὄλεθρον τοῦ λαοῦ καὶ τὴν αἰσχύνην δὲ τῆς ἀπωλείας λογισάμενος ἐξ ἡμίσους ὑπὸ φαυλότητος ἠναγκάζετο σωφρονεῖν·τοῖς μὲν γὰρ Ἑβραίοις αὐτοῖς ἐδίδου τὴν ἄφοδον, καὶ πρὸς τοῦτο λωφήσαντος τέκνα καὶ γυναῖκας ὅμηρα τῆς ὑποστροφῆς αὐτῶν καταλιπεῖν αὐτοὺς ἠξίου. προσεξαγριαίνει δὴ τὸν θεὸν νομίσας ἀπατήσειν αὐτοῦ τὴν πρόνοιαν, ὥσπερ Μωυσέος ἀλλʼ οὐκ ἐκείνου τιμωροῦντος τὴν Αἴγυπτον ὑπὲρ τῶν Ἑβραίων·θηρίων γὰρ παντοίων καὶ πολυτρόπων, ὧν εἰς ὄψιν οὐδεὶς ἀπηντήκει πρότερον, τὴν χώραν αὐτῶν ἐγέμισεν, ὑφʼ ὧν αὐτοί τε ἀπώλλυντο καὶ ἡ γῆ τῆς ἐπιμελείας τῆς παρὰ τῶν γεωργῶν ἀπεστερεῖτο, εἰ δέ τι καὶ διέφυγε τὴν ὑπʼ ἐκείνοις ἀπώλειαν, νόσῳ τοῦτο καὶ τῶν ἀνθρώπων ὑπομενόντων ἐδαπανᾶτο.