Μωυσῆς δʼ ἐκπεπληγμένος οἷς τʼ εἶδε καὶ πολὺ μᾶλλον οἷς ἤκουσε, δυνάμει μὲν ἀπιστεῖν, ἔφη, τῇ σῇ, δέσποτα, ἣν αὐτός τε θρησκεύω καὶ προγόνοις οἶδα φανερὰν γενομένην, μανιωδέστερον ἢ κατὰ τὴν ἐμαυτοῦ φρόνησιν ἡγοῦμαι.πλὴν ἀπορῶ, πῶς ἂν ἰδιώτης ἀνὴρ καὶ μηδεμιᾶς ἰσχύος εὐπορῶν ἢ πείσω λόγοις τοὺς οἰκείους ἀφέντας ἣν ἄρτι κατοικοῦσι γῆν ἕπεσθαί μοι πρὸς ἣν αὐτὸς ἡγοῦμαι, ἢ κἂν ἐκεῖνοι πεισθῶσι, πῶς ἂν βιασαίμην Φαραώθην ἐπιτρέψαι τὴν ἔξοδον τούτοις, ὧν τοῖς πόνοις καὶ τοῖς ἔργοις τὴν οἰκείαν αὔξουσιν εὐδαιμονίαν.Ὁ δὲ θεὸς αὐτῷ περὶ πάντων συνεβούλευε θαρρεῖν ὑπισχνούμενος αὐτὸς παρέσεσθαι καὶ οὗ μὲν ἂν δέῃ λόγων, πειθὼ παρέξειν, οὗ δʼ ἂν ἔργων, ἰσχὺν χορηγήσειν, ἐκέλευέ τε τὴν βακτηρίαν ἐπὶ τὴν γῆν ἀφέντα πίστιν ὧν ὑπισχνεῖται λαμβάνειν. καὶ ποιήσαντος δράκων εἷρπε καὶ συνειλούμενος σπειρηδὸν ὡς διώκουσιν ἐπʼ ἀμύνῃ τὴν κεφαλὴν ἐπανέτεινεν· εἶτα πάλιν βάκτρον ἦν.μετὰ τοῦτο δὲ καθεῖναι τὴν δεξιὰν εἰς τὸν κόλπον προσέταξεν. ὑπακούσας δὲ λευκὴν καὶ τιτάνῳ τὴν χρόαν ὁμοίαν προεκόμισεν· εἶτα εἰς τὸ σύνηθες κατέστη. κελευσθεὶς δὲ καὶ τοῦ πλησίον ὕδατος λαβὼν ἐπὶ τὴν γῆν ἐκχέαι ὁρᾷ τὴν χρόαν αἱματώδη γενομένην.θαυμάζοντα δʼ ἐπὶ τούτοις θαρρεῖν παρεκελεύετο καὶ βοηθὸν εἰδέναι μέγιστον αὐτῷ συνεσόμενον καὶ σημείοις πρὸς τὸ πιστεύεσθαι παρὰ πᾶσι χρῆσθαι, ὅτι πεμφθεὶς ὑπʼ ἐμοῦ πάντα κατὰ τὰς ἐμὰς ἐντολὰς ποιεῖς. κελεύω δὲ μηδὲν ἔτι μελλήσαντα σπεύδειν εἰς τὴν Αἴγυπτον καὶ νυκτὸς καὶ ἡμέρας ἐπειγόμενον καὶ μὴ τρίβοντα τὸν χρόνον πλείω ποιεῖν τοῦτον Ἑβραίοις ἐν δουλείᾳ κακοπαθοῦσι.Μωυσῆς δʼ οὐκ ἔχων ἀπιστεῖν οἷς ἐπηγγέλλετο τὸ θεῖον θεατής γε τοιούτων βεβαιωμάτων καὶ ἀκροατὴς γενόμενος, εὐξάμενος αὐτῷ καὶ πειραθῆναι ταύτης τῆς δυνάμεως ἐν Αἰγύπτῳ δεηθεὶς ἠντιβόλει μηδὲ ὀνόματος αὐτῷ γνῶσιν τοῦ ἰδίου φθονῆσαι, φωνῆς δʼ αὐτῷ μετεσχηκότι καὶ ὄψεως ἔτι καὶ τὴν προσηγορίαν εἰπεῖν, ἵνα θύων ἐξ ὀνόματος αὐτὸν παρεῖναι τοῖς ἱεροῖς παρακαλῇ.καὶ ὁ θεὸς αὐτῷ σημαίνει τὴν αὑτοῦ προσηγορίαν οὐ πρότερον εἰς ἀνθρώπους παρελθοῦσαν, περὶ ἧς οὔ μοι θεμιτὸν εἰπεῖν. Μωυσεῖ μέντοι τὰ σημεῖα ταῦτα οὐ τότε μόνον, διὰ παντὸς δὲ ὁπότε δεηθείη συνετύγχανεν· ἐξ ὧν ἁπάντων πλέον περὶ τῆς ἀληθείας τῷ πυρὶ νέμων καὶ τὸν θεὸν εὐμενῆ παραστάτην ἕξειν πιστεύων τούς τε οἰκείους σώσειν ἤλπιζε καὶ τοὺς Αἰγυπτίους κακοῖς περιβαλεῖν.Καὶ πυθόμενος τὸν τῶν Αἰγυπτίων τεθνάναι βασιλέα Φαραώθην, ἐφʼ οὗπερ αὐτὸς ἔφυγε, δεῖται Ῥαγουήλου συγχωρῆσαι κατὰ ὠφέλειαν αὐτῷ τῶν συγγενῶν εἰς Αἴγυπτον ἐλθεῖν, καὶ παραλαβὼν τὴν Σαπφώραν ἣν γεγαμήκει τοῦ Ῥαγουήλου θυγατέρα καὶ τοὺς ἐξ αὐτῆς παῖδας Γῆρσον καὶ Ἐλεάζαρον ὥρμησεν εἰς τὴν Αἴγυπτον·τῶν δʼ ὀνομάτων τούτων Γῆρσος μὲν σημαίνει κατὰ Ἑβραίων διάλεκτον, ὅτι εἰς ξένην γῆν, Ἐλεάζαρος δὲ συμμάχῳ τῷ πατρῴῳ θεῷ χρησάμενον αὐτὸν Αἰγυπτίους διαφυγεῖν.γενομένῳ δʼ αὐτῷ πλησίον τῶν ὅρων ὁ ἀδελφὸς Ἀαρὼν ὑπήντησε τοῦ θεοῦ κελεύσαντος, πρὸς ὃν ἀποσημαίνει τὰ ἐν τῷ ὄρει συντυχόντα καὶ τοῦ θεοῦ τὰς ἐντολάς. προϊοῦσι δʼ αὐτοῖς ὑπηντίαζον Ἑβραίων οἱ ἀξιολογώτατοι τὴν παρουσίαν αὐτοῦ μεμαθηκότες,οἷς Μωυσῆς τὰ σημεῖα ἐπεὶ πιθανῶς οὐκ ἦν λέγειν παρέσχεν αὐτῶν τὴν ὄψιν. οἱ δʼ ὑπʼ ἐκπλήξεως τῶν παρὰ δόξαν αὐτοῖς ὁρωμένων ἀνεθάρσουν καὶ περὶ τῶν ὅλων ἦσαν εὐέλπιδες, ὡς θεοῦ προνοουμένου τῆς ἀσφαλείας αὐτῶν.Ἐπεὶ δὲ καταπειθεῖς εἶχεν ἤδη τοὺς Ἑβραίους Μωυσῆς καὶ οἷς ἂν κελεύσῃ τούτοις ἀκολουθήσειν ὁμολογοῦντας καὶ τῆς ἐλευθερίας ἐρῶντας, παραγίνεται πρὸς τὸν βασιλέα τὴν ἡγεμονίαν νεωστὶ παρειληφότα,καὶ ὅσα τε ὠφελήσειεν Αἰγυπτίους ὑπὸ Αἰθιόπων καταφρονουμένους καὶ διαρπαζομένης αὐτῶν τῆς χώρας ἐδήλου στρατηγίᾳ καὶ πόνοις χρησάμενος ὡς περὶ οἰκείων ὁτιδὴ κινδυνεύσειεν ἐπὶ τούτοις ὑπὸ αὐτῶν ἀμοιβὰς οὐ δικαίας κομιζόμενος ἀνεδίδασκεν,τά τε κατὰ τὸ Σιναῖον ὄρος αὐτῷ συντυχόντα καὶ τὰς τοῦ θεοῦ φωνὰς καὶ τὰ πρὸς πίστιν ὧν οὗτος αὐτῷ προστάξειεν ὑπʼ αὐτοῦ δειχθέντα σημεῖα καθʼ ἕκαστον ἐξετίθετο, παρεκάλει τε μὴ ἀπιστοῦντα τούτοις ἐμποδὼν ἵστασθαι τῇ τοῦ θεοῦ γνώμῃ.Χλευάσαντος δὲ τοῦ βασιλέως Μωυσῆς ἔργῳ παρεῖχεν αὐτῷ βλέπειν τὰ σημεῖα τὰ κατὰ τὸ Σιναῖον ὄρος γενόμενα· ὁ δʼ ἀγανακτήσας πονηρὸν μὲν αὐτὸν ἀπεκάλει καὶ πρότερον φυγόντα τὴν παρʼ Αἰγυπτίοις δουλείαν καὶ νῦν ἐξ ἀπάτης αὐτοῦ τὴν ἄφιξιν πεποιημένον καὶ τερατουργίαις καὶ μαγείαις καταπλήξειν ἐπικεχειρηκότα.καὶ ταῦθʼ ἅμα λέγων κελεύει τοὺς ἱερεῖς τὰς αὐτὰς ὄψεις αὐτῷ παρασχεῖν ὁρᾶν, ὡς Αἰγυπτίων σοφῶν ὄντων καὶ περὶ τὴν τούτων ἐπιστήμην, καὶ ὅτι μὴ μόνος αὐτὸς ἔμπειρος ὢν εἰς θεὸν δύναται τὸ ἐν αὐτῇ παράδοξον ἀναφέρων πιθανὸς ὥσπερ ἀπαιδεύτοις ὑπάρχειν. καὶ μεθεμένων ἐκείνων τὰς βακτηρίας δράκοντες ἦσαν.Μωυσῆς δʼ οὐ καταπλαγείς, οὐδʼ αὐτὸς μέν, εἶπεν, ὦ βασιλεῦ, τῆς Αἰγυπτίων σοφίας καταφρονῶ, τοσῷδε μέντοι κρείττονα τὰ ὑπʼ ἐμοῦ πραττόμενα τῆς τούτων μαγείας καὶ τέχνης φημί, ὅσῳ τὰ θεῖα τῶν ἀνθρωπίνων διαφέρει. δείξω δὲ οὐ κατὰ γοητείαν καὶ πλάνην τῆς ἀληθοῦς δόξης τἀμὰ, κατὰ δὲ θεοῦ πρόνοιαν καὶ δύναμιν φαινόμενα.