προσδεξαμένου δὲ τὸν λόγον ἐπὶ τῷ παραδοῦναι τὴν πόλιν καὶ ποιησαμένου πίστεις ἐνόρκους ἦ μὴν ἄξεσθαι γυναῖκα καὶ κρατήσαντα τῆς πόλεως μὴ παραβήσεσθαι τὰς συνθήκας, φθάνει τὸ ἔργον τοὺς λόγους. καὶ μετὰ τὴν ἀναίρεσιν τῶν Αἰθιόπων εὐχαριστήσας τῷ θεῷ συνετέλει τὸν γάμον Μωυσῆς καὶ τοὺς Αἰγυπτίους ἀπήγαγεν εἰς τὴν ἑαυτῶν.Οἱ δʼ ἐξ ὧν ἐσώζοντο ὑπὸ Μωυσέος μῖσος ἐκ τούτων πρὸς αὐτὸν ἀνελάμβανον καὶ θερμότερον ἅπτεσθαι τῶν κατʼ αὐτοῦ βουλευμάτων ἠξίουν, ὑπονοοῦντες μὲν μὴ διὰ τὴν εὐπραγίαν νεωτερίσειε κατὰ τὴν Αἴγυπτον, διδάσκοντες δὲ τὸν βασιλέα περὶ τῆς σφαγῆς.ὁ δὲ καὶ καθʼ αὑτὸν μὲν εἶχε τὴν τοῦ πράγματος ἐπίνοιαν ὑπό τε φθόνου τῆς Μωυσέος στρατηγίας καὶ ὑπὸ δέους ταπεινώσεως, ἐπειχθεὶς δʼ ὑπὸ τῶν ἱερογραμματέων οἷός τε ἦν ἐγχειρεῖν τῇ Μωυσέος ἀναιρέσει.φθάσας δὲ τὴν ἐπιβουλὴν καταμαθεῖν λαθὼν ὑπέξεισι· καὶ τῶν ὁδῶν φυλαττομένων ποιεῖται διὰ τῆς ἐρήμου τὸν δρασμὸν καὶ ὅθεν ἦν ὑπόνοια μὴ λαβεῖν τοὺς ἐχθρούς, ἄπορός τε ὢν τροφῆς ἀπηλλάττετο τῇ καρτερίᾳ καταφρονῶν,εἴς τε πόλιν Μαδιανὴν ἀφικόμενος πρὸς μὲν τῇ Ἐρυθρᾷ θαλάσσῃ κειμένην ἐπώνυμον δʼ ἑνὸς τῶν Ἁβράμῳ γενομένων ἐκ Κατούρας υἱῶν, καθεσθεὶς ἐπί τινος φρέατος ἐκ τοῦ κόπου καὶ τῆς ταλαιπωρίας ἠρέμει μεσημβρίας οὔσης οὐ πόρρω τῆς πόλεως. ἐνταῦθʼ αὐτῷ συνέβη καὶ πρᾶξις ἐκ διαίτης τῶν αὐτόθι συστήσασα τὴν ἀρετὴν αὐτοῦ καὶ πρὸς τὸ κρεῖττον ἀφορμὴν παρασχοῦσα.Τῶν γὰρ χωρίων δυσύδρων ὄντων προκατελάμβανον οἱ ποιμένες τὰ φρέατα, ὅπως μὴ προεξαναλωμένου τοῦ ὕδατος ὑπὸ τῶν ἄλλων σπανίζοι ποτοῦ τὰ θρέμματα. παραγίνονται οὖν ἐπὶ τὸ φρέαρ ἑπτὰ παρθένοι ἀδελφαὶ Ῥαγουήλου θυγατέρες ἱερέως καὶ πολλῆς ἠξιωμένου τιμῆς παρὰ τοῖς ἐπιχωρίοις,αἳ τῶν τοῦ πατρὸς ποιμνίων ἐπιμελούμεναι διὰ τὸ ταύτην ὑπουργίαν εἶναι καὶ γυναιξὶν ἐπιχώριον παρὰ τοῖς Τρωγλοδύταις φθάσασαι τὸ αὔταρκες ἐκ τοῦ φρέατος ἀνέσπασαν ὕδωρ τοῖς ποιμνίοις εἰς δεξαμενάς, αἳ πρὸς ἐκδοχὴν τοῦ ὕδατος ἐγεγόνεισαν.ἐπιστάντων δὲ ποιμένων ταῖς παρθένοις, ὥστʼ αὐτοὶ τοῦ ὕδατος κρατεῖν, Μωυσῆς δεινὸν ἡγησάμενος εἶναι περιιδεῖν ἀδικουμένας τὰς κόρας καὶ τὴν βίαν τὴν τῶν ἀνδρῶν ἐᾶσαι κρείττονα γενέσθαι τοῦ τῶν παρθένων δικαίου, τοὺς μὲν εἶρξε πλεονεκτεῖν ἐθέλοντας, ταῖς δὲ παρέσχε τὴν πρέπουσαν βοήθειαν.αἱ δʼ εὐεργετηθεῖσαι παρῆσαν πρὸς τὸν πατέρα τήν τε ὕβριν τῶν ποιμένων αὐτῷ διηγούμεναι καὶ τὴν ἐπικουρίαν τοῦ ξένου παρεκάλουν τε μὴ ματαίαν αὐτῷ γενέσθαι τὴν εὐποιίαν μηδʼ ἀμοιβῆς ὑστεροῦσαν. ὁ δὲ τάς τε παῖδας ἀπεδέξατο τῆς περὶ τὸν εὐεργετηκότα σπουδῆς καὶ τὸν Μωυσῆν εἰς ὄψιν ἐκέλευεν ἄγειν αὐτῷ τευξόμενον χάριτος δικαίας.ὡς δʼ ἧκε, τήν τε τῶν θυγατέρων αὐτῷ ἀπεσήμαινε μαρτυρίαν ἐπὶ τῇ βοηθείᾳ καὶ τῆς ἀρετῆς αὐτὸν θαυμάζων οὐκ εἰς ἀναισθήτους εὐεργεσιῶν καταθέσθαι τὴν ἐπικουρίαν ἔλεγεν, ἀλλʼ ἱκανοὺς ἐκτῖσαι χάριν καὶ τῷ μεγέθει τῆς ἀμοιβῆς ὑπερβαλεῖν τὸ μέτρον τῆς εὐποιίας.ποιεῖται δʼ αὐτὸν υἱὸν καὶ μίαν τῶν θυγατέρων πρὸς γάμον δίδωσι τῶν τε θρεμμάτων, ἐν τούτοις γὰρ ἡ πᾶσα κτῆσις τὸ παλαιὸν ἦν τοῖς βαρβάροις, ἀποδείκνυσιν ἐπιμελητὴν καὶ δεσπότην.Καὶ Μωυσῆς μὲν τοιούτων τυχὼν τῶν παρὰ τοῦ Ἰεθεγλαίου, τοῦτο γὰρ ἦν ἐπίκλημα τῷ Ῥαγουήλῳ, διῆγεν αὐτόθι ποιμαίνων τὰ βοσκήματα. χρόνῳ δʼ ὕστερον νέμων ἐπὶ τὸ Σιναῖον καλούμενον ὄρος ἄγει τὰ ποίμνια·τοῦτο δʼ ἐστὶν ὑψηλότατον τῶν ταύτῃ ὀρῶν καὶ πρὸς νομὰς ἄριστον ἀγαθῆς φυομένης πόας καὶ διὰ τὸ δόξαν ἔχειν ἐνδιατρίβειν αὐτῷ τὸν θεὸν οὐ κατανεμηθείσης πρότερον, οὐ τολμώντων ἐμβατεύειν εἰς αὐτὸ τῶν ποιμένων· ἔνθα δὴ καὶ τέρας αὐτῷ συντυγχάνει θαυμάσιον.πῦρ γὰρ θάμνου βάτων νεμόμενον τὴν περὶ αὐτὸν χλόην τό τε ἄνθος αὐτοῦ παρῆλθεν ἀβλαβὲς καὶ τῶν ἐγκάρπων κλάδων οὐδὲν ἠφάνισε καὶ ταῦτα τῆς φλογὸς πολλῆς καὶ ὀξυτάτης ὑπαρχούσης.ὁ δὲ καὶ αὐτὴν μὲν ἔδεισε τὴν ὄψιν παράδοξον γενομένην, κατεπλάγη δʼ ἔτι μᾶλλον φωνὴν τοῦ πυρὸς ἀφιέντος καὶ ὀνομαστὶ καλέσαντος αὐτὸν καὶ ποιησαμένου λόγους, οἷς τό τε θάρσος αὐτοῦ τολμήσαντος παρελθεῖν εἰς χωρίον, εἰς ὃ μηδεὶς ἀνθρώπων πρότερον ἀφῖκτο διὰ τὸ εἶναι θεῖον, ἐσήμαινε καὶ συνεβούλευε τῆς φλογὸς ὡς πορρωτάτω χωρεῖν καὶ ἀρκεῖσθαι μὲν οἷς ἑώρακεν ἀγαθὸν ὄντα καὶ μεγάλων ἀνδρῶν ἔγγονον, πολυπραγμονεῖν δὲ μηδέν·τούτοις προηγόρευε περισσότερον τὴν ἐσομένην αὐτῷ δόξαν καὶ τιμὴν παρʼ ἀνθρώπων τοῦ θεοῦ συμπαρόντος, καὶ θαρροῦντα ἐκέλευεν εἰς τὴν Αἴγυπτον ἀπιέναι στρατηγὸν καὶ ἡγεμόνα τῆς Ἑβραίων πληθύος ἐσόμενον καὶ τῆς ὕβρεως τῆς ἐκεῖ τοὺς συγγενεῖς ἀπαλλάξοντα·καὶ γὰρ γῆν οἰκήσουσι, φησί, ταύτην εὐδαίμονα, ἣν Ἅβραμος ᾤκησεν ὁ ὑμέτερος πρόγονος καὶ τῶν πάντων ἀπολαύσουσιν ἀγαθῶν, εἰς ταῦτα σοῦ καὶ τῆς σῆς συνέσεως αὐτοῖς ἡγουμένης. ἐξαγαγόντα μέντοι τοὺς Ἑβραίους ἐκ τῆς Αἰγύπτου θυσίας ἐκέλευε χαριστηρίους ἀφικόμενον εἰς ἐκεῖνον ἐκτελέσαι τὸν τόπον. τοσαῦτα μὲν ἐκ τοῦ πυρὸς θεοκλυτεῖται.