τὸν δὲ θεὸν ἡγεῖτο πᾶσαν ἐκποριεῖν ἀσφάλειαν ὑπὲρ τοῦ μηδὲν ψευδὲς γενέσθαι τῶν εἰρημένων. ταῦτα κρίναντες μηχανῶνται πλέγμα βίβλινον ἐμφερὲς τῇ κατασκευῇ κοιτίδι μεγέθους αὐτὸ ποιήσαντες αὐτάρκους εἰς τὸ μετʼ εὐρυχωρίας ἐναποκεῖσθαι τὸ βρέφος, ἔπειτα χρίσαντες ἀσφάλτῳ,τῷ γὰρ ὕδατι τὴν διὰ τῶν πλεγμάτων ἀποφράττειν εἴσοδον ἡ ἄσφαλτος πέφυκεν, ἐντιθέασι τὸ παιδίον καὶ κατὰ τοῦ ποταμοῦ βαλόντες εἴασαν ἐπὶ τῷ θεῷ τὴν σωτηρίαν αὐτοῦ. καὶ τὸ μὲν ὁ ποταμὸς παραλαβὼν ἔφερε, Μαριάμη δὲ τοῦ παιδὸς ἀδελφὴ κελευσθεῖσα ὑπὸ τῆς μητρὸς ἀντιπαρεξῄει φερόμενον ὅποι χωρήσει ὀψομένη τὸ πλέγμα.ἔνθα καὶ ἔδειξεν ὁ θεὸς μηδὲν μὲν τὴν ἀνθρωπίνην σύνεσιν, πᾶν δʼ ὅ τι καὶ βουληθείη πράττειν αὐτὸ τέλους ἀγαθοῦ τυγχάνον, καὶ διαμαρτάνοντας μὲν τοὺς ὑπὲρ οἰκείας ἀσφαλείας ἄλλων κατακρίνοντας ὄλεθρον καὶ πολλῇ περὶ τούτου χρησαμένους σπουδῇ,σωζομένους δʼ ἐκ παραδόξου καὶ σχεδὸν ἐκ μέσου τῶν κακῶν εὑρισκομένους τὴν εὐπραγίαν τοὺς κινδυνεύοντας τῇ τοῦ θεοῦ γνώμῃ. τοιοῦτον δέ τι καὶ περὶ τὸν παῖδα τοῦτον γενόμενον ἐμφανίζει τὴν ἰσχὺν τοῦ θεοῦ.Θέρμουθις ἦν θυγάτηρ τοῦ βασιλέως. αὕτη παίζουσα παρὰ τὰς ᾐόνας τοῦ ποταμοῦ καὶ φερόμενον ὑπὸ τοῦ ῥεύματος θεασαμένη τὸ πλέγμα κολυμβητὰς ἐπιπέμπει κελεύσασα τὴν κοιτίδα πρὸς αὐτὴν ἐκκομίσαι. παραγενομένων δὲ τῶν ἐπὶ τούτῳ σταλέντων μετὰ τῆς κοιτίδος ἰδοῦσα τὸ παιδίον ὑπερηγάπησε μεγέθους τε ἕνεκα καὶ κάλλους·τοσαύτῃ γὰρ ὁ θεὸς περὶ Μωυσῆν ἐχρήσατο σπουδῇ, ὡς ὑπʼ αὐτῶν τῶν ψηφισαμένων διὰ τὴν αὐτοῦ γένεσιν καὶ τῶν ἄλλων τῶν ἐκ τοῦ Ἑβραίων γένους ἀπώλειαν ποιῆσαι τροφῆς καὶ ἐπιμελείας ἀξιωθῆναι. κελεύει τε γύναιον ἡ Θέρμουθις ἀχθῆναι παρέξον θηλὴν τῷ παιδίῳ.μὴ προσεμένου δὲ αὐτοῦ τὴν θηλὴν ἀλλʼ ἀποστραφέντος καὶ τοῦτʼ ἐπὶ πολλῶν ποιήσαντος γυναικῶν ἡ Μαριάμη παρατυγχάνουσα τοῖς γινομένοις οὐχ ὥστε ἐκ παρασκευῆς δοκεῖν ἀλλὰ κατὰ θεωρίαν, μάτην, εἶπεν, ὦ βασίλισσα, ταύτας ἐπὶ τροφῇ τοῦ παιδὸς μετακαλῇ τὰς γυναῖκας, αἳ μηδὲν πρὸς αὐτὸ συγγενὲς ἔχουσιν. εἰ μέντοι τινὰ τῶν Ἑβραΐδων γυναικῶν ἀχθῆναι ποιήσειας, τάχα ἂν προσοῖτο θηλὴν ὁμοφύλου.δόξασαν δὲ λέγειν εὖ κελεύει τοῦτʼ αὐτὴν ἐκπορίσαι καὶ τῶν γαλουχουσῶν τινα μεταθεῖν. ἡ δὲ τοιαύτης ἐξουσίας λαβομένη παρῆν ἄγουσα τὴν μητέρα μηδενὶ γινωσκομένην. καὶ τὸ παιδίον ἀσμενίσαν πως προσφύεται τῇ θηλῇ, καὶ δεηθείσης γε τῆς βασιλίδος πιστεύεται τὴν τροφὴν τοῦ παιδίου πρὸς τὸ πᾶν.Κἀπʼ αὐτῶν τὴν ἐπίκλησιν ταύτην τῶν συμβεβηκότων ἔθετο εἰς τὸν ποταμὸν ἐμπεσόντι· τὸ γὰρ ὕδωρ μῶυ Αἰγύπτιοι καλοῦσιν, ἐσῆς δὲ τοὺς ἐξ ὕδατος σωθέντας. συνθέντες οὖν ἐξ ἀμφοτέρων τὴν προσηγορίαν αὐτῷ ταύτην τίθενται.καὶ ἦν ὁμολογουμένως κατὰ τὴν τοῦ θεοῦ πρόρρησιν φρονήματός τε μεγέθει καὶ πόνων καταφρονήσει Ἑβραίων ἄριστος. Ἅβραμος γὰρ αὐτῷ πατὴρ ἕβδομος. Ἀμαράμου γὰρ αὐτὸς ἦν παῖς τοῦ Καάθου, Καάθου δὲ πατὴρ Λευὶς ὁ τοῦ Ἰακώβου, ὃς ἦν Ἰσάκῳ γενόμενος, Ἁβράμου δὲ οὗτος ἦν.σύνεσις δὲ οὐ κατὰ τὴν ἡλικίαν ἐφύετʼ αὐτῷ τοῦ δὲ ταύτης μέτρου πολὺ κρείττων, καὶ πρεσβυτέραν διεδείκνυεν ταύτης τὴν περιουσίαν ἐν ταῖς παιδιαῖς, καὶ μειζόνων τῶν ὑπʼ ἀνδρὸς γενησομένων ἐπαγγελίαν εἶχε τὰ τότε πραττόμενα. καὶ τριετεῖ μὲν αὐτῷ γεγενημένῳ θαυμαστὸν ὁ θεὸς τὸ τῆς ἡλικίας ἐξῆρεν ἀνάστημα,πρὸς δὲ κάλλος οὐδεὶς ἀφιλότιμος ἦν οὕτως, ὡς Μωυσῆν θεασάμενος μὴ ἐκπλαγῆναι τῆς εὐμορφίας, πολλοῖς τε συνέβαινε καθʼ ὁδὸν φερομένῳ συντυγχάνουσιν ἐπιστρέφεσθαι μὲν ὑπὸ τῆς ὄψεως τοῦ παιδός, ἀφιέναι δὲ τὰ σπουδαζόμενα καὶ τῇ θεωρίᾳ προσευσχολεῖν αὐτοῦ· καὶ γὰρ ἡ χάρις ἡ παιδικὴ πολλὴ καὶ ἄκρατος περὶ αὐτὸν οὖσα κατεῖχε τοὺς ὁρῶντας.Ὄντα δʼ αὐτὸν τοιοῦτον ἡ Θέρμουθις παῖδα ποιεῖται γονῆς γνησίας οὐ μεμοιραμένη, καί ποτε κομίσασα τὸν Μωυσῆν πρὸς τὸν πατέρα ἐπεδείκνυε τοῦτον καὶ ὡς φροντίσειε διαδοχῆς, εἰ καὶ βουλήσει θεοῦ μὴ τύχοι παιδὸς γνησίου, πρὸς αὐτόν τε ἔλεγεν, ἀναθρεψαμένη παῖδα μορφῇ τε θεῖον καὶ φρονήματι γενναῖον, θαυμασίως δὲ αὐτὸν καὶ παρὰ τῆς τοῦ ποταμοῦ λαβοῦσα χάριτος ἐμαυτῆς μὲν ἡγησάμην παῖδα ποιήσασθαι, τῆς δὲ σῆς βασιλείας διάδοχον.ταῦτα λέγουσα ταῖς τοῦ πατρὸς χερσὶν ἐνετίθει τὸ βρέφος, ὁ δὲ λαβὼν καὶ προστερνισάμενος κατὰ φιλοφρόνησιν χάριν τῆς θυγατρὸς ἐπιτίθησιν αὐτῷ τὸ διάδημα· καταφέρει δʼ ὁ Μωυσῆς εἰς τὴν γῆν περιελόμενος αὐτὸ κατὰ νηπιότητα δῆθεν ἐπέβαινέ τε αὐτῷ τοῖς ποσί.καὶ τοῦτο ἔδοξεν οἰωνὸν ἐπὶ τῇ βασιλείᾳ φέρειν. θεασάμενος δʼ ὁ ἱερογραμματεὺς ὁ καὶ τὴν γένεσιν αὐτοῦ προειπὼν ἐπὶ ταπεινώσει τῆς Αἰγυπτίων ἀρχῆς ἐσομένην ὥρμησεν ἀποκτεῖναι,καὶ δεινὸν ἀνακραγών, οὗτος, εἶπε, βασιλεῦ, ὁ παῖς ἐκεῖνος, ὃν κτείνασιν ἡμῖν ἐδήλωσεν ὁ θεὸς ἀφόβοις εἶναι, μαρτυρεῖ τῇ προαγορεύσει τοῦ γεγονότος ἐπιβεβηκὼς ἡγεμονίᾳ τῇ σῇ καὶ πατῶν τὸ διάδημα. τοῦτον οὖν ἀνελὼν Αἰγυπτίοις μὲν τὸ ἀπʼ αὐτοῦ δέος ἄνες, Ἑβραίοις δὲ τὴν ἐλπίδα τοῦ διʼ αὐτὸν θάρσους ἀφελοῦ. φθάνει δʼ αὐτὸν ἡ Θέρμουθις ἐξαρπάσασα,