Τοῦ δʼ Ἰακώβου παραγενομένου πρὸς τὸν βασιλέα καὶ ἀσπαζομένου τε καὶ κατευχομένου περὶ τῆς βασιλείας αὐτῷ ὁ Φαραώθης ἐπυνθάνετο, πόσον ἤδη βεβιωκὼς εἴη χρόνον.τοῦ δʼ ἑκατὸν ἔτη καὶ τριάκοντα γεγονέναι φήσαντος ἐθαύμασε τοῦ μήκους τῆς ζωῆς τὸν Ἰάκωβον. εἰπόντος δʼ ὡς ἥττονα τῶν προγόνων εἴη βεβιωκὼς ἔτη συνεχώρησεν αὐτῷ ζῆν μετὰ τῶν τέκνων ἐν Ἡλιουπόλει· ἐν ἐκείνῃ γὰρ καὶ οἱ ποιμένες αὐτοῦ τὰς νομὰς εἶχον.Ὁ δὲ λιμὸς τοῖς Αἰγυπτίοις ἐπετείνετο καὶ τὸ δεινὸν ἀπορώτερον ἔτι καὶ μᾶλλον αὐτοῖς ἐγίνετο μήτε τοῦ ποταμοῦ ἐπάρδοντος, οὐ γὰρ ηὔξανε, μήτε ὕοντος τοῦ θεοῦ πρόνοιάν τε μηδεμίαν αὐτῶν ὑπʼ ἀγνοίας πεποιημένων. καὶ τοῦ Ἰωσήπου τὸν σῖτον ἐπὶ χρήμασιν αὐτοῖς διδόντος, ὡς δὲ ταῦτʼ αὐτοῖς ἐπέλιπε, τῶν βοσκημάτων ἐωνοῦντο τὸν σῖτον καὶ τῶν ἀνδραπόδων·οἷς δὲ καὶ γῆς τις ἦν μοῖρα ταύτην παρεχώρουν ἐπὶ τιμῇ τροφῆς. οὕτως τε τοῦ βασιλέως πάσης αὐτῶν τῆς περιουσίας κυρίου γεγενημένου, μετῳκίσθησαν ἄλλος ἀλλαχοῦ, ὅπως βεβαία γένηται τῷ βασιλεῖ τῆς χώρας τούτων ἡ κτῆσις, πλὴν τῶν ἱερέων· τούτοις γὰρ ἔμενεν ἡ χώρα αὐτῶν.ἐδούλου τʼ αὐτῶν οὐ τὰ σώματα μόνον τὸ δεινόν, ἀλλὰ καὶ τὰς διανοίας καὶ τὸ λοιπὸν εἰς ἀσχήμονα τῆς τροφῆς εὐπορίαν αὐτοὺς κατηνάγκαζε. λωφήσαντος δὲ τοῦ κακοῦ καὶ τοῦ τε ποταμοῦ τῆς γῆς ἐπιβάντος καὶ ταύτης τοὺς καρποὺς ἀφθόνως ἐκφερούσης,ὁ Ἰώσηπος εἰς ἑκάστην παραγενόμενος πόλιν καὶ συλλέγων ἐν αὐταῖς τὸ πλῆθος τήν τε γῆν αὐτοῖς, ἣν ἐκείνων παραχωρούντων βασιλεὺς ἔχειν ἠδύνατο καὶ καρποῦσθαι μόνος, εἰς ἅπαν ἐχαρίζετο καὶ κτῆμα ἴδιον ἡγουμένους φιλεργεῖν παρεκάλει τὴν πέμπτην τῶν καρπῶν τῷ βασιλεῖ τελοῦντας ὑπὲρ τῆς χώρας, ἣν δίδωσιν αὐτοῖς οὖσαν αὐτοῦ.τοὺς δὲ παρʼ ἐλπίδας κυρίους τῆς γῆς καθισταμένους χαρά τε ἐλάμβανε καὶ ὑφίσταντο τὰ προστάγματα. καὶ τούτῳ τῷ τρόπῳ τό τε ἀξίωμα παρὰ τοῖς Αἰγυπτίοις αὐτοῦ μεῖζον Ἰώσηπος ἀπεργάζεται, καὶ πλείω γε τὴν εὔνοιαν τῷ βασιλεῖ παρʼ αὐτῶν, ὅ τε τοῦ τελεῖν τὴν πέμπτην τῶν καρπῶν νόμος ἔμεινε καὶ μέχρι τῶν ὕστερον βασιλέων.Ἰάκωβος δὲ ἑπτακαιδέκατον ἔτος ἐν Αἰγύπτῳ διατρίψας καὶ νόσῳ χρησάμενος παρόντων αὐτῷ τῶν υἱῶν ἀπέθανεν, ἐπευξάμενος τοῖς μὲν κτῆσιν ἀγαθῶν καὶ προειπὼν αὐτοῖς κατὰ προφητείαν, πῶς μέλλει τῶν ἐκ τῆς γενεᾶς αὐτῶν ἕκαστος κατοικεῖν τὴν Χαναναίαν· τοῦτο δὴ καὶ πολλοῖς ὕστερον χρόνοις ἐγένετο·Ἰωσήπου δʼ ἐγκώμιον διεξελθών, ὅτι μὴ μνησικακήσειε τοῖς ἀδελφοῖς, ἀλλὰ καὶ τούτου πλέον χρηστὸς εἰς αὐτοὺς ἐγένετο δωρησάμενος αὐτοὺς ἀγαθοῖς, οἷς οὐδὲ εὐεργέτας τινὲς ἠμείψαντο, προσέταξε τοῖς ἰδίοις παισίν, ἵνα τοὺς Ἰωσήπου παῖδας Ἐφρὴν καὶ Μανασσῆν εἰς τὸν αὐτῶν ἀριθμὸν προσῶνται διαιρούμενοι μετʼ αὐτῶν τὴν Χαναναίαν, περὶ ὧν ὕστερον ἐροῦμεν·ἠξίου μέντοι καὶ ταφῆς ἐν Νεβρῶνι τυγχάνειν· τελευτᾷ δὲ βιοὺς ἔτη τὰ πάντα τριῶν δέοντα πεντήκοντα καὶ ἑκατόν, μηδενὸς μὲν τῶν προγόνων ἀπολειφθεὶς ἐπʼ εὐσεβείᾳ τοῦ θεοῦ, τυχὼν δὲ ἀμοιβῆς ἧς δίκαιον ἦν τοὺς οὕτως ἀγαθοὺς γεγονότας. Ἰώσηπος δὲ συγχωρήσαντος αὐτῷ τοῦ βασιλέως τὸν τοῦ πατρὸς νεκρὸν εἰς Νεβρῶνα κομίσας ἐκεῖ θάπτει πολυτελῶς.τῶν δʼ ἀδελφῶν οὐ βουλομένων αὐτῷ συνυποστρέφειν, δέος γὰρ αὐτοὺς εἶχε μὴ τεθνηκότος αὐτοῖς τοῦ πατρὸς τιμωρήσαιτο τῆς εἰς αὐτὸν ἐπιβουλῆς οὐκέτʼ ὄντος ᾧ χαρίζοιτο τὴν πρὸς αὐτοὺς μετριότητα, πείθει μηδὲν ὑφορᾶσθαι μηδʼ ἔχειν αὐτὸν διʼ ὑποψίας, ἀγαγὼν δὲ μετʼ αὐτοῦ κτῆσιν πολλὴν ἐχαρίσατο καὶ πάσῃ περὶ αὐτοὺς σπουδῇ χρώμενος οὐκ ἀπέλιπε.Τελευτᾷ δὲ καὶ οὗτος ἔτη βιώσας ἑκατὸν καὶ δέκα θαυμάσιος τὴν ἀρετὴν γενόμενος καὶ λογισμῷ πάντα διοικῶν καὶ τὴν ἐξουσίαν ταμιευόμενος, ὃ δὴ καὶ τῆς τοιαύτης εὐδαιμονίας αἴτιον αὐτῷ παρὰ τοῖς Αἰγυπτίοις ἀλλαχόθεν ἥκοντι καὶ μετὰ τοιαύτης κακοπραγίας, μεθʼ ἧς προειρήκαμεν, ὑπῆρχε.τελευτῶσι δʼ αὐτοῦ καὶ οἱ ἀδελφοὶ ζήσαντες εὐδαιμόνως ἐπὶ τῆς Αἰγύπτου. καὶ τούτων μὲν τὰ σώματα κομίσαντες μετὰ χρόνον οἱ ἀπόγονοι καὶ οἱ παῖδες ἔθαψαν ἐν Νεβρῶνι,τὰ δὲ Ἰωσήπου ὀστᾶ ὕστερον, ὅτε μετανέστησαν ἐκ τῆς Αἰγύπτου οἱ Ἑβραῖοι, εἰς τὴν Χαναναίαν ἐκόμισαν· οὕτως γὰρ αὐτοὺς ὁ Ἰώσηπος ἐξώρκισε. τούτων οὖν ἕκαστος ὡς ἔσχε καὶ τίσι πόνοις ἐκράτησαν τῆς Χαναναίας σημανῶ προδιηγησάμενος τὴν αἰτίαν διʼ ἣν τὴν Αἴγυπτον ἐξέλιπον.Αἰγυπτίοις τρυφεροῖς καὶ ῥᾳθύμοις πρὸς πόνους οὖσι καὶ τῶν τε ἄλλων ἡδονῶν ἥττοσι καὶ δὴ καὶ τῆς κατὰ φιλοκέρδειαν συνέβη δεινῶς πρὸς τοὺς Ἑβραίους διατεθῆναι κατὰ φθόνον τῆς εὐδαιμονίας.ὁρῶντες γὰρ τὸ τῶν Ἰσραηλιτῶν γένος ἀκμάζον καὶ διʼ ἀρετὴν καὶ τὴν πρὸς τὸ πονεῖν εὐφυΐαν πλήθει χρημάτων ἤδη καὶ λαμπρούς, κατʼ αὐτῶν αὔξεσθαι τούτους ὑπελάμβανον, ὧν τʼ ἦσαν ὑπὸ Ἰωσήπου τετυχηκότες διὰ χρόνου μῆκος λήθην λαβόντες καὶ τῆς βασιλείας εἰς ἄλλον οἶκον μετεληλυθυίας δεινῶς ἐνύβριζόν τε τοῖς Ἰσραηλίταις καὶ ταλαιπωρίας αὐτοῖς ποικίλας ἐπενόουν.τόν τε γὰρ ποταμὸν εἰς διώρυχας αὐτοῖς πολλὰς προσέταξαν διατεμεῖν τείχη τε οἰκοδομῆσαι ταῖς πόλεσι καὶ χώματα, ὅπως ἂν εἴργοι τὸν ποταμὸν μὴ λιμνάζειν ἐπεκβαίνοντα, πυραμίδας τε ἀνοικοδομοῦντες ἐξετρύχουν ἡμῶν τὸ γένος, ὡς τέχνας τε παντοίας ἀναδιδάσκεσθαι καὶ τοῖς πόνοις γενέσθαι συνήθεις.