Ὡς δʼ ἀφικομένων τῶν παίδων Ἰάκωβος τὰ περὶ τὸν Ἰώσηπον ἔμαθεν, ὅτι μὴ μόνον εἴη τὸν θάνατον διαπεφευγὼς ἐφʼ ᾧ πενθῶν διῆγεν, ἀλλὰ καὶ ζῇ μετὰ λαμπρᾶς εὐδαιμονίας βασιλεῖ συνδιέπων τὴν Αἴγυπτον καὶ τὴν ἅπασαν σχεδὸν ἐγκεχειρισμένος αὐτῆς ἐπιμέλειαν,ἄπιστον μὲν οὐδὲν ἐδόκει τῶν ἠγγελμένων λογιζόμενος τοῦ θεοῦ τὴν μεγαλουργίαν καὶ τὴν πρὸς αὐτὸν εὔνοιαν, εἰ καὶ τῷ μεταξὺ χρόνῳ διέλιπεν, ὥρμητο δʼ εὐθὺς πρὸς τὸν Ἰώσηπον.Ὡς δὲ κατέσχεν ἐπὶ τὸ Ὅρκιον φρέαρ θύσας αὐτόθι τῷ θεῷ καὶ φοβούμενος διὰ τὴν εὐδαιμονίαν τὴν ἐν Αἰγύπτῳ τῶν παίδων ἐμφιλοχωρησάντων τῇ οἰκήσει τῇ ἐν αὐτῇ, μὴ οὐκέτʼ εἰς τὴν Χαναναίαν οἱ ἔγγονοι μετελθόντες κατάσχωσιν αὐτήν, ὡς ὁ θεὸς ἦν ὑπεισχημένος,ἅμα τε μὴ δίχα θεοῦ βουλήσεως γενομένης τῆς εἰς Αἴγυπτον ἀφόδου διαφθαρῇ τὸ γένος αὐτοῦ, πρὸς δὲ τούτοις δεδιώς, μὴ προεξέλθῃ τοῦ βίου πρὶν εἰς ὄψιν Ἰωσήπου παραγενέσθαι, καταφέρεται στρέφων ἐν ἑαυτῷ τοῦτον τὸν λογισμὸν εἰς ὕπνον.Ἐπιστὰς δὲ ὁ θεὸς αὐτῷ καὶ δὶς ὀνομαστὶ καλέσας πυνθανομένῳ τίς ἐστιν, ἀλλʼ οὐ δίκαιον, εἶπεν, Ἰακώβῳ θεὸν ἀγνοεῖσθαι τὸν ἀεὶ παραστάτην καὶ βοηθὸν προγόνοις τε τοῖς σοῖς καὶ μετʼ αὐτοὺς σοὶ γενόμενον.στερουμένῳ τε γάρ σοι τῆς ἀρχῆς ὑπὸ τοῦ πατρὸς ταύτην ἐγὼ παρέσχον, καὶ κατʼ ἐμὴν εὔνοιαν εἰς τὴν Μεσοποταμίαν μόνος σταλεὶς γάμων τε ἀγαθῶν ἔτυχες καὶ παίδων ἐπαγόμενος πλῆθος καὶ χρημάτων ἐνόστησας.παρέμεινέ τέ σοι γενεὰ πᾶσα προνοίᾳ τῇ ἐμῇ, καὶ ὃν ἀπολωλέναι τῶν υἱῶν ἐδόκεις Ἰώσηπον εἰς ἀπόλαυσιν μειζόνων ἀγαθῶν ἤγαγον καὶ τῆς Αἰγύπτου κύριον, ὡς ὀλίγῳ διαφέρειν τοῦ βασιλέως, ἐποίησα.ἥκω τε νῦν ὁδοῦ τε ταύτης ἡγεμὼν ἐσόμενος καὶ βίου σου τελευτὴν ἐν ταῖς Ἰωσήπου χερσὶ γενησομένην προδηλῶν καὶ μακρὸν αἰῶνα τῶν σῶν ἐγγόνων ἐν ἡγεμονίᾳ καὶ δόξῃ καταγγέλλων καταστήσων τε αὐτοὺς εἰς τὴν γῆν ἣν ὑπέσχημαι.Τούτῳ θαρρήσας τῷ ὀνείρατι προθυμότερον εἰς τὴν Αἴγυπτον σὺν τοῖς υἱοῖς καὶ παισὶν τοῖς τούτων ἀπηλλάττετο. ἦσαν δʼ οἱ πάντες πέντε καὶ ἑβδομήκοντα. τὰ μὲν οὖν ὀνόματα δηλῶσαι τούτων οὐκ ἐδοκίμαζον καὶ μάλιστα διὰ τὴν δυσκολίαν αὐτῶν·ἵνα μέντοι παραστήσω τοῖς οὐχ ὑπολαμβάνουσιν ἡμᾶς ἐκ τῆς Μεσοποταμίας ἀλλʼ Αἰγυπτίους εἶναι, ἀναγκαῖον ἡγησάμην μνησθῆναι τῶν ὀνομάτων. Ἰακώβου μὲν οὖν παῖδες ἦσαν δώδεκα· τούτων Ἰώσηπος ἤδη προαφῖκτο· τοὺς οὖν μετʼ αὐτὸν καὶ τοὺς ἐκ τούτων γεγονότας δηλώσομεν.Ῥουβήλου μὲν ἦσαν παῖδες τέσσαρες, Ἀνώχης Φαλοὺς Ἐσσαρὼν Χάρμισος· Σεμεῶνος δʼ ἕξ, Ἰούμηλος Ἰάμεινος Πούθοδος Ἰαχῖνος Σόαρος Σααρᾶς· τρεῖς δὲ Λευὶ γεγόνασιν υἱοί, Γολγόμης Κάαθος Μαράιρος· Ἰούδᾳ δὲ παῖδες ἦσαν τρεῖς, Σάλας Φάρεσος Ἐζελοός, υἱωνοὶ δὲ δύο γεγονότες ἐκ Φαρέσου, Ἐσρὼν καὶ Ἄμουρος. Ἰσακχάρου δὲ τέσσαρες, Θούλας Φρουρᾶς Ἴωβος Σαμάρων.τρεῖς δὲ Ζαβουλὼν ἦγεν υἱούς, Σάραδον Ἥλωνα Ἰάνηλον. τοῦτο μὲν τὸ ἐκ Λείας γένος· καὶ αὐτῇ συνανῄει καὶ θυγάτηρ αὐτῆς Δεῖνα.τρεῖς οὗτοι καὶ τριάκοντα. Ῥαχήλας δὲ παῖδες ἦσαν δύο· τούτων Ἰωσήπῳ μὲν γεγόνεισαν υἱοὶ Μανασσῆς καὶ Ἐφράνης. Βενιαμεῖ δὲ τῷ ἑτέρῳ δέκα, Βόλος Βάκχαρις Ἀσαβῆλος Γήλας Νεεμάνης Ἴης Ἄρως Νομφθὴς Ὀππαῖς Ἄροδος. οὗτοι τέσσαρες καὶ δέκα πρὸς τοῖς πρότερον κατειλεγμένοις εἰς ἑπτὰ καὶ τεσσαράκοντα γίνονται τὸν ἀριθμόν.καὶ τὸ μὲν γνήσιον γένος τῷ Ἰακώβῳ τοῦτο ἦν, ἐκ Βάλλας δὲ αὐτῷ γίνονται τῆς Ῥαχήλας θεραπαινίδος Δάνος καὶ Νεφθαλίς, ᾧ τέσσαρες εἵποντο παῖδες, Ἐλιῆλος Γοῦνις Σάρης τε καὶ Σέλλιμος, Δάνῳ δὲ μονογενὲς ἦν παιδίον Οὖσις.τούτων προσγινομένων τοῖς προειρημένοις πεντήκοντα καὶ τεσσάρων πληροῦσιν ἀριθμόν. Γάδης δὲ καὶ Ἀσῆρος ἐκ Ζελφᾶς μὲν ἦσαν, ἦν Λείας δὲ αὕτη θεραπαινίς, παῖδας δʼ ἐπήγοντο Γάδης μὲν ἑπτά, Ζοφωνίαν Οὔγιν Σοῦνιν Ζάβρωνα Εἰρήνην Ἐρωίδην Ἀριήλην·Ἀσήρωνός τε ἦν θυγάτηρ καὶ ἄρσενες ἀριθμὸν ἕξ, οἷς ὀνόματα Ἰώμνης Ἰσούσιος Ἠϊούβης Βάρης Ἀβαρός τε καὶ Μελχιῆλος. τούτων ἑκκαίδεκα ὄντων καὶ προστιθεμένων τοῖς πεντήκοντα τέσσαρσιν ὁ προειρημένος ἀριθμὸς πληροῦται μὴ συγκαταλεγέντος αὐτοῖς Ἰακώβου.Μαθὼν δὲ Ἰώσηπος παραγινόμενον τὸν πατέρα, καὶ γὰρ προλαβὼν Ἰούδας ὁ ἀδελφὸς ἐδήλωσεν αὐτῷ τὴν ἄφιξιν, ἀπαντησόμενος ἔξεισι καὶ καθʼ Ἡρώων πόλιν αὐτῷ συνέβαλεν. ὁ δʼ ὑπὸ τῆς χαρᾶς ἀπροσδοκήτου τε καὶ μεγάλης γενομένης μικροῦ δεῖν ἐξέλιπεν, ἀλλὰ ἀνεζωπύρησεν αὐτὸν Ἰώσηπος οὐδʼ αὐτὸς μὲν κρατῆσαι δυνηθεὶς ὡς μὴ ταὐτὸ παθεῖν ὑφʼ ἡδονῆς, οὐ μέντοι τὸν αὐτὸν τρόπον τῷ πατρὶ γενόμενος ἥττων τοῦ πάθους.ἔπειτα τὸν μὲν ἠρέμα κελεύσας ὁδεύειν αὐτὸς δὲ παραλαβὼν πέντε τῶν ἀδελφῶν ἠπείγετο πρὸς τὸν βασιλέα φράσων αὐτῷ παραγενόμενον μετὰ τοῦ γένους τὸν Ἰάκωβον. ὁ δὲ τοῦτο χαίρων ἤκουσε καὶ τὸν Ἰώσηπον ἐκέλευσεν αὐτῷ λέγειν τίνι βίῳ τερπόμενοι διατελοῦσιν ὡς αὐτοῖς τοῦτον ἐπιτρέψειε διάγειν.ὁ δὲ ποιμένας ἀγαθοὺς αὐτοὺς ἔλεγε καὶ μηδενὶ τῶν ἄλλων ἢ τούτῳ μόνῳ προσανέχειν, τοῦ τε μὴ διαζευγνυμένους ἀλλʼ ἐν ταὐτῷ τυγχάνοντας ἐπιμελεῖσθαι τοῦ πατρὸς προνοούμενος τοῦ τε τοῖς Αἰγυπτίοις εἶναι προσφιλεῖς μηδὲν πράττοντας τῶν αὐτῶν ἐκείνοις· Αἰγυπτίοις γὰρ ἀπειρημένον ἦν περὶ νομὰς ἀναστρέφεσθαι.