τὴν μὲν σελήνην καὶ τὸν ἥλιον μητρὶ καὶ πατρί, τῆς μὲν αὐξούσης ἅπαντα καὶ τρεφούσης τοῦ δʼ ἐκτυποῦντος καὶ τὴν ἄλλην ἰσχὺν ἐντιθέντος εἰκάζων, τοὺς δʼ ἀστέρας τοῖς ἀδελφοῖς· καὶ γὰρ τούτους ἕνδεκα εἶναι καθάπερ καὶ τοὺς ἀστέρας ἀπό τε ἡλίου καὶ σελήνης τὴν ἰσχὺν λαμβάνοντας.Καὶ ὁ μὲν Ἰάκωβος τοιαύτην οὐκ ἀσυνέτως ἐποιήσατο τῆς ὄψεως τὴν κρίσιν, τοὺς δʼ ἀδελφοὺς τοῦ Ἰωσήπου σφόδρα ἐλύπησε τὰ προειρημένα καὶ διετέθησαν ὡς ἐπʼ ἀλλοτρίῳ τινὶ μέλλοντι τὰ σημαινόμενα διὰ τῶν ὀνειράτων ἀγαθὰ ἕξειν, ἀλλʼ οὐκ ἀδελφῷ καὶ ὧν συναπολαύσειν αὐτῷ εἰκὸς ἦν κοινωνοὺς ὡς τῆς γενέσεως οὕτως καὶ τῆς εὐδαιμονίας ἐσομένους·ἀνελεῖν τε ὡρμήκεσαν τὸ μειράκιον, καὶ ταύτην κυρώσαντες τὴν βουλήν, ἐπεὶ τὰ τῆς συγκομιδῆς αὐτοῖς πέρας εἶχεν, ἐπὶ Σικίμων τραπέντες, χώρα δʼ ἐστὶν αὕτη βόσκειν ἀγαθὴ θρέμματα καὶ νομὰς ἐκφέρειν, αὐτόθι τῶν ποιμνίων ἐπεμελοῦντο μὴ προδηλώσαντες τῷ πατρὶ τὴν ἐκεῖσε ἄφιξιν.ὁ δὲ ὑπὸ τῆς ἀγνοίας καὶ τοῦ μηδὲ ἀπὸ τῶν ποιμνίων πρὸς αὐτὸν ἀφικέσθαι τινὰ τὸν περὶ τῶν παίδων αὐτῷ τἀληθὲς σημαίνειν δυνάμενον, σκυθρωπότερον τὴν περὶ αὐτῶν διάνοιαν λαμβάνων καὶ περιδεὴς ὢν πέμπει τὸν Ἰώσηπον εἰς τὰ ποίμνια μαθησόμενον τὰ περὶ τῶν ἀδελφῶν καὶ τί πράττοιεν σημανοῦντα.Οἱ δὲ τὸν ἀδελφὸν ὡς εἶδον πρὸς αὐτοὺς ἀφιγμένον, ἥσθησαν μέν, ἀλλʼ οὐχ ὡς ἐπʼ οἰκείου παρουσίᾳ καὶ πατρὸς ἀπεσταλκότος, ἀλλʼ ὡς ἐπʼ ἐχθροῦ καὶ ταῖς χερσὶν αὐτῶν κατὰ θείαν βούλησιν παραδοθέντος, ἀναιρεῖν τε ἤδη καὶ μὴ τὸν ἐν ποσὶν ὑπερβαλέσθαι καιρὸν ὡρμήκεσαν.οὕτως δʼ αὐτοὺς Ῥουβῆλος ὁρῶν ἔχοντας ὁ πρεσβύτατος αὐτῶν καὶ πρὸς τὴν πρᾶξιν ὡμονοηκότας ἐπειρᾶτο κατέχειν ὑποδεικνὺς τὸ μέγεθος τοῦ τολμήματος καὶ τὸ ἐπʼ αὐτῷ μύσος,ὡς πονηρὸν μὲν καὶ θεῷ καὶ ἀνθρώποις ἀνόσιον δοκοῦν καὶ τὸ μὴ συγγενοῦς ἀνθρώπου χειρουργῆσαι φόνον, πολὺ μέντοι μιαρώτερον τὸ σφαγὴν ἀδελφοῦ δράσαντας ὀφθῆναι, ᾧ πατήρ τε ἀναιρουμένῳ συναδικεῖται καὶ μήτηρ εἰς πένθος καὶ παιδὸς ἀποστέρησιν οὐ κατʼ ἀνθρώπινον γενομένην νόμον συγκατασπᾶται.τούτων οὖν αὐτῶν αἰδῶ λαβόντας καὶ τῷ λογισμῷ τί καὶ πείσονται τεθνηκότος αὐτοῖς παιδὸς ἀγαθοῦ καὶ νεωτάτου παραθεμένους ἀποσχέσθαι τοῦ τολμήματος παρεκάλει καὶ τὸν θεὸν δείσαντας, ὃς θεατὴς ἅμα καὶ μάρτυς ἤδη καὶ τῆς βουλῆς αὐτῶν τῆς ἐπὶ τὸν ἀδελφὸν γεγενημένος ἀποστάντας μὲν τῆς πράξεως ἀγαπήσει μετανοίᾳ καὶ τῷ σωφρονεῖν εἴξαντας,προελθόντας δʼ ἐπὶ τοὖργον οὐκ ἔστιν ἣν οὐκ εἰσπράξεται τῆς ἀδελφοκτονίας δίκην μιάναντας αὐτοῦ τὴν πανταχοῦ παροῦσαν πρόνοιαν καὶ μήτε τῶν ἐπʼ ἐρημίᾳ πραττομένων ὑστεροῦσαν μήτε τῶν κατὰ τὰς πόλεις· ὅπου γὰρ ἂν ἄνθρωπος ᾖ χρὴ δοκεῖν ἐνταῦθα παρεῖναι καὶ θεόν.τό τε συνειδὸς αὐτοὺς τὸ ἴδιον ἕξειν ἐχθρὸν ἐπὶ τοῖς τολμηθεῖσιν ἔλεγεν, ὃ μήτε τοῖς ἀγαθὸν αὐτὸ ἔχουσι μήτε τοιοῦτον ὁποῖον αὐτοῖς συνοικήσει τὸν ἀδελφὸν ἀνελοῦσιν ἔστιν ἀποδράναι.προσετίθει δὲ καὶ ταῦτα τοῖς προειρημένοις, ὡς ἀδελφὸν οὐδὲ ἀδικήσαντα κτείνειν ὅσιον, καλὸν δὲ καὶ τὸ μὴ μνησικακεῖν τοῖς οὕτω φίλοις ὑπὲρ ὧν ἁμαρτεῖν ἔδοξαν. Ἰώσηπον δὲ οὐδὲ πονηρὸν εἰς αὐτοὺς γεγενημένον διαφθεροῦσιν, ᾧ τὸ τῆς ἡλικίας ἀσθενὲς ἔλεον μᾶλλον καὶ τὴν παρʼ ἡμῶν ἐρανίζεται κηδεμονίαν·ἥ τε αἰτία τῆς ἀναιρέσεως πολὺ χείρω τὴν πρᾶξιν αὐτοῖς τίθησι, διὰ φθόνον τῶν ἐσομένων ἀγαθῶν αὐτῷ τοῦ ζῆν ἐξαγαγεῖν διεγνωκότων, ὧν τὸ ἴσον ἀπολαύσουσι κοινωνοῦντες αὐτῷ τῆς μετουσίας οὐκ ἀλλοτρίων ὄντων ἀλλʼ οἰκείων·ἴδια γὰρ αὐτῶν ὑπολαμβάνειν, ὅσα ὁ θεὸς Ἰωσήπῳ δώσει, προσεκίνουν τὴν ὀργὴν καὶ διὰ τοῦτο καλῶς ἔχειν χαλεπωτέραν ἔσεσθαι νομίζειν, εἰ τὸν ὑπʼ αὐτοῦ κεκριμένον τῶν ἐλπιζομένων ἀγαθῶν ἄξιον ἀποκτείναντες ἀφαιρήσονται τὸν θεὸν ᾧ ταῦτα χαρίσεται.Καὶ ὁ μὲν Ῥουβῆλος ταῦτα λέγων καὶ πρὸς τούτοις ἔτι πλείω καὶ δεόμενος ἐπειρᾶτο τῆς ἀδελφοκτονίας αὐτοὺς ἀποτρέπειν, ἐπεὶ δὲ οὐδὲν μετριωτέρους ὑπὸ τῶν λόγων ἑώρα γεγενημένους, ἀλλὰ σπεύδοντας ἐπὶ τὴν ἀναίρεσιν, συνεβούλευε τὸ κακὸν αὐτοὺς ἐπιεικέστερον ποιῆσαι τῷ τρόπῳ τῆς ἀναιρέσεως·καὶ γὰρ ἄμεινον μὲν οἷς παρῄνεσε τὸ πρῶτον πεπεῖσθαι λέγων αὐτούς, ἐπεὶ δʼ ἐκράτησαν ὥστε ἀνελεῖν τὸν ἀδελφόν, οὐκ ἔσεσθαι σφόδρα κακοὺς οἷς νῦν παραινεῖ πεισθέντας· ἐν γὰρ τούτοις εἶναι καὶ τὸ ἔργον, ἐφʼ ᾧ σπεύδουσιν, οὐ μέντοι τοιοῦτον, ἀλλʼ ὡς ἐν ἀπόροις κουφότερον.ἠξίου γὰρ αὐτοὺς αὐτόχειρας μὲν μὴ γενέσθαι τἀδελφοῦ, ῥίψαντας δὲ εἰς τὸν παρακείμενον λάκκον οὕτως ἀποθανεῖν ἐᾶσαι καὶ τό γε μὴ μιανθῆναι τὰς χεῖρας αὐτῶν κερδαίνειν. συναινεσάντων δὲ τούτοις τῶν νεανίσκων παραλαβὼν ὁ Ῥουβῆλος τὸ μειράκιον καὶ καλωδίου ἐκδήσας ἠρέμα καθίησιν εἰς τὸν λάκκον· καὶ γὰρ ἱκανῶς ἄνυδρος ἦν. καὶ ὁ μὲν τοῦτο ποιήσας ἀπαλλάσσεται κατὰ ζήτησιν χωρίων πρὸς νομὰς ἐπιτηδείων.Ἰούδας δὲ καὶ αὐτὸς ὢν τῶν Ἰακώβου παίδων ἐμπόρους ἰδὼν Ἄραβας τοῦ Ἰσμαηλιτῶν γένους ἀρώματα καὶ Σύρα φορτία κομίζοντας Αἰγυπτίοις ἐκ τῆς Γαλαδηνῆς μετὰ τὴν ἀναχώρησιν τὴν Ῥουβήλου τοῖς ἀδελφοῖς συνεβούλευεν ἀνιμήσασι τὸν Ἰώσηπον ἀπεμπολῆσαι τοῖς Ἄραψιν·