καὶ τὸ ἄδοξον αὐτὸν τῆς ἡμετέρας καταστροφῆς φθήσεται διαχρησάμενον καὶ κακὴν αὐτῷ ποιήσει τὴν ἐκ τοῦ ζῆν ἀπαλλαγήν, πρὶν εἰς ἄλλους φοιτῆσαι τὰ καθʼ ἡμᾶς σπεύσαντος αὑτὸν εἰς ἀναισθησίαν μεταγαγεῖν.γενόμενος οὖν ἐν τούτῳ τὸν λογισμόν, εἰ καὶ ἡ κακία σε παροξύνει νῦν ἡ ἡμετέρα, τὸ κατʼ αὐτῆς δίκαιον χάρισαι τῷ πατρὶ καὶ δυνηθήτω πλέον ὁ πρὸς ἐκεῖνον ἔλεος τῆς ἡμετέρας πονηρίας καὶ γῆρας ἐν ἐρημίᾳ βιωσόμενον καὶ τεθνηξόμενον ἡμῶν ἀπολομένων αἴδεσαι, τῷ πατέρων ὀνόματι ταύτην χαριζόμενος τὴν δωρεάν.ἐν γὰρ τούτῳ καὶ τὸν σὲ φύσαντα τιμᾷς καὶ σαυτῷ δίδως, ἀπολαύων μὲν ἤδη τῆς προσηγορίας, ἀπαθὴς δʼ ἐπʼ αὐτῇ φυλαχθησόμενος ὑπὸ τοῦ θεοῦ τοῦ πάντων πατρός, εἰς ὃν κατὰ κοινωνίαν καὶ αὐτὸς τοῦ ὀνόματος εὐσεβεῖν δόξεις τοῦ ἡμετέρου πατρὸς οἶκτον λαβὼν ἐφʼ οἷς πείσεται τῶν παίδων στερούμενος.σὸν οὖν, ἃ παρέσχεν ἡμῖν ὁ θεὸς ταῦτʼ ἔχοντʼ ἐξουσίαν ἀφελέσθαι δοῦναι καὶ μηδὲν ἐκείνου διενεγκεῖν τῇ χάριτι· τῆς γὰρ ἐπαμφότερον δυνάμεως τετυχηκότα καλὸν ταύτην ἐν τοῖς ἀγαθοῖς ἐπιδείκνυσθαι, καὶ παρὸν καὶ ἀπολλύειν τῆς μὲν κατὰ τοῦτο ἐξουσίας ὡς μηδʼ ὑπαρχούσης ἐπιλανθάνεσθαι, μόνον δʼ ἐπιτετράφθαι τὸ σώζειν ὑπολαμβάνειν, καὶ ὅσῳ τις πλείοσι τοῦτο παρέξει μᾶλλον αὐτῷ φαίνεσθαι διδόντα.σὺ δὲ πάντας ἡμᾶς σώσεις τἀδελφῷ συγγνοὺς ὑπὲρ ὧν ἠτύχηκεν· οὐδὲ γὰρ ἡμῖν βιώσιμα τούτου κολασθέντος, οἷς γε πρὸς τὸν πατέρα μὴ ἔξεστιν ἀνασωθῆναι μόνοις, ἀλλʼ ἐνθάδε δεῖ κοινωνῆσαι τούτῳ τῆς αὐτῆς καταστροφῆς τοῦ βίου.καὶ δεησόμεθά σου, στρατηγέ, κατακρίναντος τὸν ἀδελφὸν ἡμῶν ἀποθανεῖν συγκολάσαι καὶ ἡμᾶς ὡς τοῦ ἀδικήματος κεκοινωνηκότας· οὐ γὰρ ἀξιώσομεν ἡμεῖς ὡς ἐπὶ λύπῃ τεθνηκότος αὑτοὺς ἀνελεῖν, ἀλλʼ ὡς ὁμοίως αὐτῷ πονηροὶ γεγονότες οὕτως ἀποθανεῖν.καὶ ὅτι μὲν καὶ νέος ὢν ἥμαρτε καὶ μήπω τὸ φρονεῖν ἐρηρεισμένος καὶ ὡς ἀνθρώπινον τοῖς τοιούτοις συγγνώμην νέμειν, σοὶ καταλιπὼν παύομαι περαιτέρω λέγειν, ἵνʼ εἰ μὲν κατακρίνειας ἡμῶν, τὰ μὴ λεχθέντα δόξῃ βεβλαφέναι πρὸς τὸ σκυθρωπότερον ἡμᾶς,εἰ δʼ ἀπολύσειας, κἀκεῖνα τῇ σαυτοῦ χρηστότητι συνιδὼν ἀπεψηφίσθαι νομισθῇς, οὐ σώσας μόνον ἡμᾶς ἀλλὰ καὶ διʼ οὗ δικαιότεροι μᾶλλον φανούμεθα τυχεῖν χαριζόμενος καὶ πλέον ἡμῶν αὐτῶν ὑπὲρ τῆς ἡμετέρας νοήσας σωτηρίας.εἴτʼ οὖν κτείνειν αὐτὸν θέλεις, ἐμὲ τιμωρησάμενος ἀντὶ τούτου τῷ πατρὶ τοῦτον ἀπόπεμψον, εἴτε καὶ κατέχειν σοι δοκεῖ δοῦλον, ἐγὼ πρὸς τὰς χρείας σοι ὑπηρετικώτερος, ἀμείνων ὡς ὁρᾷς πρὸς ἑκάτερον τῶν παθῶν ὑπάρχων.Ἰούδας μὲν οὖν πάντα ὑπομένειν ὑπὲρ τῆς τἀδελφοῦ σωτηρίας ἡδέως ἔχων ῥίπτει πρὸ τῶν Ἰωσήπου ποδῶν ἑαυτόν, εἴ πως ἐκμαλάξειε τὴν ὀργὴν αὐτοῦ καὶ καταπραΰνειεν ἀγωνιζόμενος, προύπεσον δὲ καὶ οἱ ἀδελφοὶ πάντες δακρύοντες καὶ παραδιδόντες ἑαυτοὺς ὑπὲρ τῆς Βενιαμὶν ψυχῆς ἀπολουμένους.Ὁ δὲ Ἰώσηπος ἐλεγχόμενος ὑπὸ τοῦ πάθους καὶ μηκέτι δυνάμενος τὴν τῆς ὀργῆς φέρειν ὑπόκρισιν κελεύει μὲν ἀπελθεῖν τοὺς παρόντας, ἵνα μόνοις αὑτὸν τοῖς ἀδελφοῖς ποιήσῃ φανερόν, ἀναχωρησάντων δὲ ποιεῖ γνώριμον αὑτὸν τοῖς ἀδελφοῖς καί φησι·τῆς μὲν ἀρετῆς ὑμᾶς καὶ τῆς εὐνοίας τῆς περὶ τὸν ἀδελφὸν ἡμῶν ἐπαινῶ καὶ κρείττονας ἢ προσεδόκων ἐκ τῶν περὶ ἐμὲ βεβουλευμένων εὑρίσκω ταῦτα πάντα ποιήσας ἐπὶ πείρᾳ τῆς ὑμετέρας φιλαδελφίας· φύσει δὲ οὐδὲ περὶ ἐμὲ νομίζω πονηροὺς γεγονέναι, θεοῦ δὲ βουλήσει τήν τε νῦν πραγματευομένου τῶν ἀγαθῶν ἀπόλαυσιν καὶ τὴν ἐς ὕστερον, ἂν εὐμενὴς ἡμῖν παραμείνῃ.πατρός τε οὖν σωτηρίαν ἐγνωκὼς οὐδʼ ἐλπισθεῖσαν καὶ τοιούτους ὑμᾶς ὁρῶν περὶ τὸν ἀδελφὸν οὐδʼ ὧν εἰς ἐμὲ δοκεῖτε ἁμαρτεῖν ἔτι μνημονεύω, παύσομαι δὲ τῆς ἐπʼ αὐτοῖς μισοπονηρίας καὶ ὡς συναιτίοις τῶν τῷ θεῷ βεβουλευμένων εἰς τὰ παρόντα χάριν ἔχειν ὁμολογῶ.ὑμᾶς τε βούλομαι καὶ αὐτοὺς λήθην ἐκείνων λαβόντας ἥδεσθαι μᾶλλον τῆς τότε ἀβουλίας εἰς τοιοῦτον ἐπελθούσης τέλος ἢ δυσφορεῖν αἰσχυνομένους ἐπὶ τοῖς ἡμαρτημένοις. μὴ οὖν δόξῃ λυπεῖν ὑμᾶς τὸ κατʼ ἐμοῦ ψῆφον ἐνεγκεῖν πονηρὰν καὶ ἡ ἐπʼ αὐτῇ μετάνοια τῷ γε μὴ προχωρῆσαι τὰ βεβουλευμένα.χαίροντες οὖν ἐπὶ τοῖς ἐκ θεοῦ γεγενημένοις ἄπιτε ταῦτα δηλώσοντες τῷ πατρί, μὴ καὶ ταῖς ὑπὲρ ὑμῶν φροντίσιν ἀναλωθεὶς ζημιώσῃ μου τὸ κάλλιστον τῆς εὐδαιμονίας πρὶν εἰς ὄψιν ἐλθεῖν τὴν ἐμὴν καὶ μεταλαβεῖν τῶν παρόντων ἀποθανών.αὐτὸν δὲ τοῦτον καὶ γυναῖκας ὑμετέρας καὶ τὰ τέκνα καὶ πᾶσαν τὴν συγγένειαν ὑμῶν ἀναλαβόντες ἐνθάδε μετοικίζεσθε· οὐδὲ γὰρ ἀποδήμους εἶναι δεῖ τῶν ἀγαθῶν τῶν ἡμετέρων τοὺς ἐμοὶ φιλτάτους ἄλλως τε καὶ τοῦ λιμοῦ λοιπὴν ἔτι πενταετίαν περιμενοῦντος. ταῦτʼ εἰπὼν Ἰώσηπος περιβάλλει τοὺς ἀδελφούς·οἱ δʼ ἐν δάκρυσιν ἦσαν καὶ λύπῃ τῶν ἐπʼ αὐτῷ βεβουλευμένων τιμωρίας τʼ οὐδὲν αὐτοῖς ἀπολιπεῖν ἐδόκει τὸ εὔγνωμον τἀδελφοῦ. καὶ τότε μὲν ἦσαν ἐν εὐωχίᾳ·βασιλεὺς δʼ ἀκούσας ἥκοντας πρὸς τὸν Ἰώσηπον τοὺς ἀδελφοὺς ἥσθη τε μεγάλως καὶ ὡς ἐπʼ οἰκείῳ διατεθεὶς ἀγαθῷ παρεῖχεν αὐτοῖς ἁμάξας σίτου πλήρεις καὶ χρυσὸν καὶ ἄργυρον ἀποκομίζειν τῷ πατρί. λαβόντες δὲ πλείω παρὰ τἀδελφοῦ τὰ μὲν τῷ πατρὶ φέρειν τὰ δὲ αὐτοὶ δωρεὰς ἔχειν ἕκαστος ἰδίας, πλειόνων ἠξιωμένου Βενιαμὶν παρʼ αὐτούς, ἀπῄεσαν.