συγκαθημένης δὲ τῆς πληθύος καὶ τοῦ Χαιρέου σὺν τοῖς χιλιάρχοις οὐκ ἄπωθεν τοῦ Γαΐου, δεξιὸν δὲ τοῦ θεάτρου κέρας ὁ Καῖσαρ εἶχεν, Βαθύβιός τις τῶν συγκλητικῶν ἀνὴρ ἐστρατηγηκὼς ἤρετο Κλούιον παρακαθεζόμενον αὐτῷ καὶ τοῦτον ὑπατικόν, εἰ δή τις αὐτῷ νεωτέρων πραγμάτων πέρι ἀφίκοιτο πύστις, προμηθὴς γενόμενος τοῦ μὴ ἐξάκουστος εἶναι τάδε λέγων.τοῦ δὲ φαμένου μηδὲν πεπύσθαι σημεῖον τοιγαροῦν, ὦ Κλούιε, τυραννοκτονίας ἀγὼν πρόκειται. καὶ ὁ Κλούιος ὦ γενναῖε, φησίν, σίγα, μή τις τʼ ἄλλος Ἀχαιῶν μῦθον ἀκούσῃ.πολλῆς δʼ ὀπώρας ἐπιχεομένης τοῖς θεωροῖς καὶ πολλῶν ὀρνέων ὁπόσα τῷ σπανίῳ τίμια τοῖς κτωμένοις, ὁ Γάιος ἡδονῇ τὰς περὶ αὐτοῖς ἐθεώρει μάχας καὶ διαρπαγὰς οἰκειουμένων αὐτὰ τῶν θεωρῶν.ἔνθα δὲ καὶ σημεῖα μανθάνει δύο γενέσθαι· καὶ γὰρ μῖμος εἰσάγεται, καθʼ ὃν σταυροῦται ληφθεὶς ἡγεμών, ὅ τε ὀρχηστὴς δρᾶμα εἰσάγει Κινύραν, ἐν ᾧ αὐτός τε ἐκτείνετο καὶ ἡ θυγάτηρ Μύρρα, αἷμά τε ἦν τεχνητὸν πολὺ καὶ περὶ τὸν σταυρωθέντα ἐκκεχυμένον καὶ τῶν περὶ τὸν Κινύραν.ὁμολογεῖται δὲ καὶ τὴν ἡμέραν ἐκείνην γενέσθαι, ἐν ᾗ Φίλιππον τὸν Ἀμύντου Μακεδόνων βασιλέα κτείνει Παυσανίας εἷς τῶν ἑταίρων εἰς τὸ θέατρον εἰσιόντα.Γαΐου δʼ ἐνδοιάζοντος, εἴτε παραμείνειεν εἰς τέλος τῇ θεωρίᾳ διὰ τὸ τελευταίαν εἶναι τὴν ἡμέραν εἴτε λουτρῷ χρησάμενος καὶ σίτῳ εἶτα ἐπανίοι καθὰ καὶ οἱ πρότερον, Μινουκιανὸς ὑπὲρ τοῦ Γαΐου καθεζόμενος καὶ δεδιώς, μὴ διαλυθείη τὰ τῶν καιρῶν εἰς κενόν, ἐξαναστὰς ἐπειδὴ καὶ Χαιρέαν ἑώρα προεξεληλυθότα, ἠπείγετο θαρσύνειν αὐτὸν προελθών.λαμβάνεται δʼ αὐτοῦ τῆς στολῆς Γάιος κατὰ φιλοφροσύνην δῆθεν καί ποῖ δή, φησίν, ὦ μακάριε; καὶ ὁ μὲν αἰδοῖ δοκεῖν τοῦ Καίσαρος καθίζει, κρείσσων δʼ ὁ φόβος ἦν ὀλίγον τε διαλιπὼν εἶτα διανίσταται.καὶ ὁ Γάιος οὐδὲν ἐμποδὼν ἦν ἐξιόντι δοκῶν ἐπί τινι τῶν ἀναγκαίων ποιεῖσθαι τὴν ἔξοδον. Ἀμβρώνας δὲ καὶ αὐτὸς παρῄνει τῷ Γαΐῳ καθὸ πρότερον ὑπεξελθόντι πρός τε λουτρῷ καὶ ἀρίστῳ γενέσθαι καὶ ἔπειτα δὲ εἰσελθεῖν, χρῄζων ἐπὶ πέρας ἀχθῆναι τὰ ἐγνωσμένα.Καὶ οἱ περὶ τὸν Χαιρέαν ἔτασσον μὲν ἀλλήλους ᾗ καιρός τε καὶ ἐχρῆν ἕκαστον στάντα ᾗ προσταχθείη μὴ ἀπολιμπάνεσθαι ἐπιπονοῦντες. ἤχθοντο δὲ τῇ διατριβῇ καὶ τῷ μέλλεσθαι τὰ ἐν χερσίν, ἐπεὶ καὶ περὶ ἐνάτην ὥραν ἤδη τὰ τῆς ἡμέρας ἦν.καὶ Χαιρέας βραδύνοντος Γαΐου πρόθυμος ἦν ἐπεισελθεῖν ἐν τῇ καθέδρᾳ προσπεσὼν μέντοι προῄδει τοῦτο σὺν πολλῷ φόνῳ τῶν τε βουλευτῶν καὶ ὁπόσοι τῶν ἱππέων παρῆσαν καίπερ δεδιὼς πρόθυμος ἦν, καλῶς ἔχειν ἡγούμενος πᾶσιν ἀσφάλειαν καὶ ἐλευθερίαν ὠνούμενος ἐν ὀλίγῳ τίθεσθαι τὰ κατὰ τοὺς ἀπολουμένους.καὶ δὴ τετραμμένων εἰς τὸ θέατρον εἰσόδῳ σημαίνεται Γάιος ἐξαναστὰς καὶ θόρυβος ἦν, ἀνέστρεφον δὲ καὶ οἱ συνωμόται καὶ ἀνεωθοῦντο τὴν πληθύν, λόγῳ μὲν διὰ τὸ δυσχεραίνειν τὸν Γάιον, ἔργῳ δὲ ἐπʼ ἀδείας βουλόμενοι ἐν ἐρημίᾳ τῶν ἀμυνουμένων καταστήσαντες αὐτὸν ἅπτεσθαι τῆς σφαγῆς.προεξῄεσαν δὲ Κλαύδιος μὲν ὁ πάτρως αὐτοῦ καὶ Μᾶρκος Βινίκιος ὁ τῆς ἀδελφῆς ἀνὴρ ἔτι δὲ Οὐαλέριος Ἀσιατικός, οὓς οὐδὲ βουλομένοις διακλεῖσαι δύναμις ἦν αἰδοῖ τῆς ἀξιώσεως, εἵπετο δʼ αὐτὸς σὺν Παύλῳ Ἀρουντίῳ.ἐπεὶ δʼ ἐντὸς ἦν τοῦ βασιλείου, τὰς μὲν ἐπʼ εὐθείας ὁδοὺς λείπει, καθʼ ἃς διεστήκεσαν τῶν δούλων οἱ θεραπεύοντες αὐτὸν καὶ προῄεσαν οἱ περὶ τὸν Κλαύδιον·τρέπεται δὲ κατὰ στενωπὸν ἠρεμηκότα καὶ ἐπὶ τόπον πρὸς λουτροῖς γενησόμενος ἅμα καὶ παῖδας οἳ ἥκεσαν ἐκ τῆς Ἀσίας κατανοήσων, πομπῆς αὐτῶν ἐκεῖθεν γενομένης ἐπὶ ὕμνοις μυστηρίων ἃ ἐπετέλει, ἔνιοι δὲ κατὰ πυρριχισμούς, οἳ ἐν τοῖς θεάτροις ἔσοιντο.ὑπαντιάζει δʼ αὐτὸν Χαιρέας καὶ ᾔτησεν σημεῖον. τοῦ δὲ τῶν εἰς χλεύην ἀνακειμένων εἰπόντος οὐδὲν ἐνδοιάσας λοιδορίαις τε ἐχρᾶτο κατὰ τοῦ Γαΐου καὶ σπασάμενος τὸ ξίφος ἐπάγει πληγὴν σφοδράν· οὐ μήν γε ἦν καίριος.καίτοι γέ φασίν τινες προνοίᾳ τοῦ Χαιρέου γενέσθαι τοῦ μὴ μιᾷ πληγῇ διεργάσασθαι τὸν Γάιον, ἀλλὰ τιμωρεῖσθαι μειζόνως πλήθει τραυμάτων.οὐ μὴν ἐμοὶ πιθανὸς οὗτος ὁ λόγος διὰ τὸ μὴ ἐπιχωρεῖν ἐν ταῖσδε ταῖς πράξεσιν λογισμῷ χρῆσθαι τὸν φόβον, Χαιρέαν δέ, εἴπερ οὕτως ἐφρόνει, πάντων ἥγημαι μωρίᾳ διαφέρειν ἡδονὴν τῇ ὀργῇ χαριζόμενον μᾶλλον ἢ ἐκ τοῦ ὀξέος ἀπαλλαγὴν αὑτῷ τε καὶ τοῖς συνωμόταις κινδύνων χαριζόμενον, διὰ τὸ πολλὰς ἂν μηχανὰς ἔτι γενέσθαι βοηθειῶν Γαΐῳ μὴ φθάντι τὴν ψυχὴν ἀφεῖναι κἀνταῦθα Χαιρέᾳ λόγον ἂν γενέσθαι οὐ περὶ τῆς Γαΐου τιμωρίας, ἀλλὰ τῆς αὐτοῦ καὶ τῶν φίλων,ὅπου γε καὶ πράξαντι καλῶς ἂν εἶχε σιγῇ χρωμένῳ διαδιδράσκειν τὰς ὀργὰς τῶν ἀμυνομένων, οὐχ ὅπως ἄδηλον εἰ τύχοι κατορθῶν ἐπʼ ἀλόγοις χρῄζειν αὐτόν τε ἀπολέσαι καὶ τὸν καιρόν. καὶ τάδε μὲν εἰκάζειν παρέστω τοῖς βουλομένοις ᾗ καὶ θέλοιεν.ὁ δὲ Γάιος ἀλγηδόνι τῆς πληγῆς περιφερόμενος, μεσσηγὺς γὰρ τοῦ τε ὤμου καὶ τοῦ τραχήλου φερόμενον τὸ ξίφος ἐπέσχεν ἡ κλεὶς προσωτέρω χωρεῖν, οὔτε ἀνεβόησεν ὑπʼ ἐκπλήξεως οὔτε ἐπεκαλέσατό τινας τῶν φίλων εἴτε ἀπιστίᾳ εἴτε καὶ ἄλλως ἀφρονήσει, στόνῳ δὲ χρησάμενος πρὸς τῆς ἀλγηδόνος τὸ περιὸν εἰς τὸ πρόσθεν ἵετο φυγῇ.