δευτέρᾳ δὴ τῶν θεωριῶν ἡμέρᾳ στολὴν ἐνδὺς ἐξ ἀργύρου πεποιημένην πᾶσαν, ὡς θαυμάσιον ὑφὴν εἶναι, παρῆλθεν εἰς τὸ θέατρον ἀρχομένης ἡμέρας. ἔνθα ταῖς πρώταις τῶν ἡλιακῶν ἀκτίνων ἐπιβολαῖς ὁ ἄργυρος καταυγασθεὶς θαυμασίως ἀπέστιλβε μαρμαίρων τι φοβερὸν καὶ τοῖς εἰς αὐτὸν ἀτενίζουσι φρικῶδες.εὐθὺς δὲ οἱ κόλακες τὰς οὐδὲ ἐκείνῳ πρὸς ἀγαθοῦ ἄλλος ἄλλοθεν φωνὰς ἀνεβόων, θεὸν προσαγορεύοντες εὐμενής τε εἴης ἐπιλέγοντες, εἰ καὶ μέχρι νῦν ὡς ἄνθρωπον ἐφοβήθημεν,ἀλλὰ τοὐντεῦθεν κρείττονά σε θνητῆς φύσεως ὁμολογοῦμεν. οὐκ ἐπέπληξεν τούτοις ὁ βασιλεὺς οὐδὲ τὴν κολακείαν ἀσεβοῦσαν ἀπετρίψατο. ἀνακύψας δʼ οὖν μετʼ ὀλίγον τὸν βουβῶνα τῆς ἑαυτοῦ κεφαλῆς ὑπερκαθιζόμενον εἶδεν ἐπὶ σχοινίου τινός. ἄγγελον τοῦτον εὐθὺς ἐνόησεν κακῶν εἶναι τὸν καί ποτε τῶν ἀγαθῶν γενόμενον, καὶ διακάρδιον ἔσχεν ὀδύνην, ἄθρουν δʼ αὐτῷ τῆς κοιλίας προσέφυσεν ἄλγημα μετὰ σφοδρότητος ἀρξάμενον.ἀναθορὼν οὖν πρὸς τοὺς φίλους, ὁ θεὸς ὑμῖν ἐγώ, φησίν, ἤδη καταστρέφειν ἐπιτάττομαι τὸν βίον, παραχρῆμα τῆς εἱμαρμένης τὰς ἄρτι μου κατεψευσμένας φωνὰς ἐλεγχούσης· ὁ κληθεὶς ἀθάνατος ὑφʼ ὑμῶν ἤδη θανεῖν ἀπάγομαι. δεκτέον δὲ τὴν πεπρωμένην, ᾗ θεὸς βεβούληται· καὶ γὰρ βεβιώκαμεν οὐδαμῇ φαύλως, ἀλλʼ ἐπὶ τῆς μακαριζομένης λαμπρότητος.ταῦθʼ ἅμα λέγων ἐπιτάσει τῆς ὀδύνης κατεπονεῖτο· μετὰ σπουδῆς οὖν εἰς τὸ βασίλειον ἐκομίσθη καὶ διῇξε λόγος εἰς πάντας, ὡς ἔχοι τοῦ τεθνάναι παντάπασι μετʼ ὀλίγον.ἡ πληθὺς δʼ αὐτίκα σὺν γυναιξὶν καὶ παισὶν ἐπὶ σάκκων καθεσθεῖσα τῷ πατρίῳ νόμῳ τὸν θεὸν ἱκέτευεν ὑπὲρ τοῦ βασιλέως, οἰμωγῆς δὲ πάντʼ ἦν ἀνάπλεα καὶ θρήνων. ἐν ὑψηλῷ δʼ ὁ βασιλεὺς δωματίῳ κατακείμενος καὶ κάτω βλέπων αὐτοὺς πρηνεῖς καταπίπτοντας ἄδακρυς οὐδʼ αὐτὸς διέμενεν.συνεχεῖς δʼ ἐφʼ ἡμέρας πέντε τῷ τῆς γαστρὸς ἀλγήματι διεργασθεὶς τὸν βίον κατέστρεψεν, ἀπὸ γενέσεως ἄγων πεντηκοστὸν ἔτος καὶ τέταρτον, τῆς βασιλείας δʼ ἕβδομον.τέτταρας μὲν οὖν ἐπὶ Γαΐου Καίσαρος ἐβασίλευσεν ἐνιαυτοὺς τῆς Φιλίππου μὲν τετραρχίας εἰς τριετίαν ἄρξας, τῷ τετάρτῳ δὲ καὶ τὴν Ἡρώδου προσειληφώς, τρεῖς δʼ ἐπιλαβὼν τῆς Κλαυδίου Καίσαρος αὐτοκρατορίας, ἐν οἷς τῶν τε προειρημένων ἐβασίλευσεν καὶ τὴν Ἰουδαίαν προσέλαβεν Σαμάρειάν τε καὶ Καισάρειαν.προσωδεύσατο δʼ ὅτι πλείστας αὐτῶν προσφορὰς διακοσίας ἐπὶ χιλίαις μυριάδας, πολλὰ μέντοι προσεδανείσατο· τῷ γὰρ φιλόδωρος εἶναι δαψιλέστερα τῶν προσιόντων ἀνήλισκεν, ἦν δὲ ἀφειδὲς αὐτοῦ τὸ φιλότιμον.Ἀγνοουμένης γε μὴν τοῖς πλήθεσιν τῆς ἐκπνοῆς αὐτοῦ συμφρονήσαντες Ἡρώδης τε ὁ τῆς Χαλκίδος δυναστεύων καὶ Ἑλκίας ὁ ἔπαρχος καὶ φίλος τοῦ βασιλέως Ἀρίστωνα ἔπεμψαν τῶν ὑπηρετῶν τὸν ἐπιτήδειον καὶ Σίλαν, ἐχθρὸς γὰρ ἦν αὐτοῖς, ἀπέσφαξαν ὡς δὴ τοῦ βασιλέως κελεύσαντος.Ἀγρίππας μὲν οὖν ὁ βασιλεὺς τρόπῳ τοιούτῳ κατέστρεψεν τὸν βίον, γένει δὲ αὐτῷ κατελέλειπτο υἱὸς μὲν Ἀγρίππας ἄγων ἔτος ἑπτακαιδέκατον, τρεῖς δὲ θυγατέρες, ὧν ἡ μὲν Ἡρώδῃ τοῦ πατρὸς ἀδελφῷ γεγάμητο Βερενίκη τὸ ἑκκαιδέκατον ἔτος γεγονυῖα, παρθένοι δʼ ἦσαν αἱ δύο Μαριάμμη τε καὶ Δρούσιλλα, δεκαετὴς μὲν ἡ ἑτέρα, ἑξαετὴς δὲ Δρούσιλλα·καθωμολόγηντο δʼ ὑπὸ τοῦ πατρὸς πρὸς γάμον Ἰουλίῳ μὲν Ἀρχελάῳ τοῦ Χελκίου παιδὶ Μαριάμμη, Δρούσιλλα δὲ Ἐπιφανεῖ, τοῦ δὲ τῆς Κομμαγηνῆς βασιλέως Ἀντιόχου υἱὸς ἦν οὗτος.ἀλλὰ γὰρ ὅτε ἐγνώσθη τὸν βίον ἐκλιπὼν Ἀγρίππας, Καισαρεῖς καὶ Σεβαστηνοὶ τῶν εὐποιιῶν αὐτοῦ λαθόμενοι τὰ τῶν δυσμενεστάτων ἐποίησαν·βλασφημίας τε γὰρ ἀπερρίπτουν εἰς τὸν κατοιχόμενον ἀπρεπεῖς λέγεσθαι καὶ ὅσοι στρατευόμενοι τότε ἔτυχον, συχνοὶ δʼ ἦσαν, οἴκαδε ἀπῆλθον καὶ τοὺς ἀνδριάντας τῶν τοῦ βασιλέως θυγατέρων ἁρπάσαντες ὁμοθυμαδὸν ἐκόμισαν εἰς τὰ πορνεῖα καὶ στήσαντες ἐπὶ τῶν τεγῶν ὡς δυνατὸν ἦν ἀφύβριζον ἀσχημονέστερα διηγήσεως δρῶντες,ἐπί τε τοῖς δημοσίοις κατακλινόμενοι τόποις πανδήμους ἑστιάσεις ἐπετέλουν στεφανούμενοι καὶ μυριζόμενοι καὶ σπένδοντες τῷ Χάρωνι προπόσεις τῆς τοῦ βασιλέως ἐκπνοῆς ἀλλήλοις ἀνταποδιδόντες.ἀμνήμονες δʼ ἦσαν οὐκ Ἀγρίππα μόνον χρησαμένου πολλαῖς εἰς αὐτοὺς φιλοτιμίαις, καὶ τοῦ πάππου δὲ Ἡρώδου· τὰς πόλεις ἐκεῖνος αὐτοῖς ἔκτισεν λιμένας τε καὶ ναοὺς κατεσκεύασεν λαμπροῖς δαπανήμασιν.Ὁ δὲ τοῦ τεθνεῶτος υἱὸς Ἀγρίππας ἐπὶ Ῥώμης ἦν ἐν τῷ χρόνῳ τούτῳ τρεφόμενος παρὰ Κλαυδίῳ Καίσαρι.πυθόμενός γε μὴν Καῖσαρ, ὅτι τέθνηκεν Ἀγρίππας, Σεβαστηνοὶ δὲ καὶ Καισαρεῖς ὑβρίκασιν εἰς αὐτόν, ἐπʼ ἐκείνῳ μὲν ἤλγησεν, ἐπὶ δὲ τοὺς ἀχαριστήσαντας ὠργίσθη.πέμπειν οὖν εὐθέως ὥρμητο τὸν νεώτερον Ἀγρίππαν τὴν βασιλείαν διαδεξόμενον ἅμα βουλόμενος ἐμπεδοῦν τοὺς ὀμωμοσμένους ὅρκους, ἀλλὰ τῶν ἐξελευθέρων καὶ φίλων οἱ πολὺ παρʼ αὐτῷ δυνάμενοι ἀπέτρεψαν, σφαλερὸν εἶναι λέγοντες κομιδῇ νέῳ μηδὲ τοὺς παιδὸς ἐκβεβηκότι χρόνους ἐπιτρέπειν βασιλείας τηλικοῦτον μέγεθος, ᾧ μὴ δυνατὸν τὰς τῆς διοικήσεως φροντίδας ἐνεγκεῖν, καὶ τελείῳ δʼ οὖν εἶναι βαρὺ βάσταγμα βασιλείαν.