τοῦτον ἐνδείκνυσιν Τιμίδιος ἐχθρὸς ὢν ὡς λοιδορίᾳ χρησάμενον ἀπρεπεῖ κατὰ τοῦ Γαΐου μάρτυρα παραλαμβάνων Κυιντιλίαν γυναῖκα τῶν ἐπὶ τῆς σκηνῆς ἐπιφανείᾳ τοῦ ὡραίου περισπούδαστον πολλοῖς τε οὖσαν καὶ τῷ Πομπηδίῳ.καὶ τῆς ἀνθρώπου, ψεῦδος γὰρ ἦν, δεινὸν ἡγουμένης μαρτυρίαν ἐπὶ θανάτῳ τοῦ ἐραστοῦ παρασχεῖν, βασάνων ἔχρῃζεν ὁ Τιμίδιος, καὶ Γάιος παρωξυμμένος κελεύει τὸν Χαιρέαν μηδὲν εἰς ἀναβολὰς ἀλλʼ εὐθέως βασανίζειν τὴν Κυιντιλίαν, χρώμενος τῷ Χαιρέᾳ πρός τε τὰ φονικὰ καὶ ὁπόσα στρεβλώσεως δέοιτο ὑπὸ τοῦ νομίζειν ὠμότερον διακονήσεσθαι τὴν λοιδορίαν φεύγοντα τῆς μαλακίας.Κυιντιλία δʼ ἐπὶ τὴν βάσανον ἀγομένη τῶν συνιστόρων τινὸς ἐπιβαίνει τῷ ποδὶ ἀποσημαίνουσα θαρσεῖν καὶ μὴ τὰς βασάνους αὐτῆς δεδιέναι· διοίσειν γὰρ μετʼ ἀνδραγαθίας. βασανίζει δʼ αὐτὴν ὠμῶς ὁ Χαιρέας, ἄκων μέν, κατʼ ἀνάγκας δὲ τὰς ὑπὲρ αὐτοῦ, καὶ μηδὲν ἐνδοῦσαν ἦγεν εἰς τὴν ὄψιν τὴν Γαΐου διακειμένην οὐκ ἐν ἡδονῇ τοῖς θεωροῦσι.καὶ ὁ Γάιος παθών τι πρὸς τὴν ὄψιν τῆς Κυιντιλίας δεινῶς ὑπὸ τῶν ἀλγηδόνων διακειμένης τοῦ τε ἐγκλήματος ἠφίει καὶ αὐτὴν καὶ τὸν Πομπήδιον, ἐκείνην δὲ καὶ χρημάτων δόσει τιμᾷ παραμυθίας ἐσομένων λώβης τε ἣν ἐλελώβητο εἰς τὴν εὐπρέπειαν τοῦ ἀφορήτου τῶν ἀλγηδόνων.Ταῦτα δεινῶς ἠνίασεν τὸν Χαιρέαν ὡς αἴτιον ἀνθρώποις καὶ ὑπὸ Γαΐου παρηγορίας ἀξίοις ἐν αἰτίᾳ κακῶν τὸ ὅσον ἐπʼ αὐτοῖς γεγενημένοις, φησίν τε πρὸς Κλήμεντά τε καὶ Παπίνιον, ὧν Κλήμης μὲν ἦν ἐπὶ τῶν στρατοπέδων, Παπίνιος δὲ καὶ αὐτὸς ἦν χιλιαρχῶν,ἀλλʼ ἐπὶ φυλακῇ γε, ὦ Κλήμης, τὰ πάντα τοῦ αὐτοκράτορος ἡμῖν πράσσειν οὐκ ἐλλέλειπται· τῶν γὰρ συνομωμοκότων αὐτοῦ κατὰ τῆς ἡγεμονίας προνοίᾳ καὶ πόνοις τοὺς μὲν ἀπεκτείναμεν, τοὺς δὲ ἐστρεβλώσαμεν ἐπὶ τοσοῦτον, ὡς ἐλεεινοὺς κἀκείνῳ γενέσθαι, μετὰ πόσης τε ἀρετῆς ἡμῖν ἐξάγεται τῶν στρατιῶν;σιγήσαντος δὲ τοῦ Κλήμεντος καὶ τὸ μὲν αἰσχύνῃ φέρειν τὰ προστασσόμενα καὶ τῷ βλέμματι καὶ τῷ ἐρυθήματι παριστάντος, λόγῳ δὲ αὐτοῖς τὴν μανίαν τοῦ αὐτοκράτορος προσκαλεῖν ἄδικον ἡγουμένου προνοίᾳ τοῦ ἀσφαλοῦς,Χαιρέας ἤδη θάρσει χρώμενος ἐν λόγοις ἦν κινδύνων ἀνειμένοις πρὸς αὐτὸν τὰ κατέχοντα δεινὰ τὴν πόλιν καὶ τὴν ἀρχὴν ἐπεξιών, καὶ ὅτι λόγῳ μὲν εἴη Γάιος ὁ τὴν ἐπὶ τοιούτοις αἰτίαν προτιθέμενος,τοῖς δὲ τἀληθὲς ἐξετάζειν πειρωμένοις ἐγώ τε, ὦ Κλήμης, καὶ οὑτοσὶ ὁ Παπίνιος καὶ πρὸ ἡμῶν σύ, ταύτας Ῥωμαίοις τε καὶ τῷ παντὶ ἀνθρωπείῳ τὰς στρέβλας προσφερόμενοι, οὐκ ἐπιτάγμασιν τοῖς Γαΐου διακονούμενοι, γνώμῃ δὲ τῇ αὐτῶν,εἰ παρὸν παῦσαι τοσαύτῃ ἤδη χρώμενον ὕβρει εἴς τε τοὺς πολίτας καὶ τοὺς ὑπηκόους διακονούμεθα, δορυφόροι καὶ δήμιοι καθεστηκότες ἀντὶ στρατιωτῶν καὶ τὰ ὅπλα ταυτὶ φέροντες οὐχ ὑπὲρ ἐλευθερίας οὐδʼ ἀρχῆς τῶν Ῥωμαίων, ἀλλʼ ἐπὶ σωτηρίᾳ τοῦ δουλουμένου τά τε σώματα αὐτῶν καὶ τὰ φρονήματα, μιαινόμενοι τῷ καθʼ ἡμέραν αἵματι σφαγῆς καὶ βασάνου τῆς ἐκείνων, μέχρι δή τις καὶ καθʼ ἡμῶν διακονήσεται τοιαῦτα Γαΐῳ.οὐ γὰρ εὐνοίᾳ γε πολιτεύσει διὰ τάδε πρὸς ἡμᾶς, διʼ ὑφοράσεως δὲ μᾶλλον καὶ ἄλλως τοῦ πολλοῦ τῶν ἀπολλυμένων ἀποδεδωκότος· οὐ γὰρ δὴ στήσεταί ποτε Γαΐῳ τὰ τῆς ὀργῆς διὰ τὸ μὴ δίκην ἀλλʼ ἡδονὴν πέρας αὐτῆς τυγχάνειν· σκοποὶ δὲ προσκεισόμεθα καὐτοί, δέον καὶ τοῖς πᾶσιν τὸ ἀνεπιβούλευτόν τε καὶ ἐλεύθερον βεβαιοῦν καὶ ἡμῖν κινδύνων ἀπαλλαγὰς ψηφίσασθαι.Κλήμης δὲ τὴν μὲν διάνοιαν τὴν Χαιρέου φανερὸς ἦν ἐπαινῶν, σιγᾶν δʼ ἐκέλευε, μὴ καὶ φοιτῶντος εἰς πλείονας τοῦ λόγου καὶ διαχεομένων ὁπόσα κρύπτεσθαι καλῶς ἔχοι πρὶν τυχεῖν πράξαντας ἐκπύστου τοῦ ἐπιβουλεύματος γενομένου κολασθεῖεν, χρόνῳ δὲ τῷ αὖθις καὶ τῇ ἀπʼ αὐτοῦ ἐλπίδι παραδιδόναι τὰ πάντα ὡς παραγενησομένης τινὸς αὐτοῖς ἐπικουρίας τυχαίου·αὐτὸν μὲν γὰρ ὑπὸ γήρως ἀφῃρῆσθαι τὴν ἐπὶ τοιοῖσδε τόλμαν, τῶν μέντοι γε ὑπὸ σοῦ, Χαιρέα, συντεθέντων τε καὶ ῥηθέντων ἀσφαλέστερα μὲν ἴσως ἂν ὑποθοίμην, εὐπρεπέστερα δὲ πῶς ἄν τις καὶ δύναιτο;καὶ Κλήμης μὲν ὡς αὑτὸν ἀναλύει διὰ λογισμῶν τῶν τε ἀκροαθέντων καὶ ὁπόσων αὐτὸς εἰρήκει περιφερόμενος. Χαιρέας δὲ δείσας ὡς Κορνήλιον Σαβῖνον ἠπείγετο καὶ αὐτὸν μὲν χιλίαρχον ὄντα, ἀξιόλογον δʼ ἄλλως ἐξεπιστάμενος αὐτὸν καὶ τοῦ ἐλευθέρου ἐραστὴν καὶ διʼ αὐτὸ τῇ καταστάσει τῶν πραγμάτων πολεμίως διακείμενον,χρῄζων ἐκ τοῦ ὀξέος ἔχεσθαι τῶν ἐγνωσμένων τῆς ἐγχειρήσεως ὑπʼ αὐτοῦ καλὰ νομίσας εἶναι προσθέσθαι καὶ δέει, μὴ ὑπὸ Κλήμεντος ἐκφοίτησις γένοιτο αὐτῶν, ἄλλως τε τὰς μελλήσεις καὶ τῶν καιρῶν τὰς ὑπερβολὰς πρὸς τῶν ὑπερβαλλομένων τιθέμενος.Ἐπεὶ δὲ ἀσμένῳ καὶ τῷ Σαβίνῳ τὰ πάντα ἦν, ἅτε καὶ αὐτῷ γνώμης μὲν οὐχ ὑστεροῦντι τῆς ἴσης, ἀπορίᾳ δὲ πρὸς ὅντινα εἰπὼν ἀσφαλὴς εἴη τὰ πρὸς ἐκείνους σιγῇ παραδιδόντος, ἐπεί τε ἀνδρὸς ηὐπόρητο οὐ μόνον στέγειν ὧν πύθοιτο προσθησομένου, ἀλλὰ καὶ γνώμην φανεροῦντος τὴν αὐτοῦ, πολλῷ μᾶλλον ἦρτο, καὶ μηδὲν εἰς ἀναβολὰς ἐδεῖτο τοῦ Χαιρέου.