ὥστε μοι δοκεῖ πέμπειν ὡς Κλαύδιον πείσοντας κατατίθεσθαι τὴν ἀρχήν, πρεσβεύειν τε ἕτοιμός εἰμι.Καὶ ὁ μὲν ταῦτα εἶπεν, καὶ συγκαταθεμένων πεμφθεὶς σὺν ἑτέροις τήν τε ταραχὴν τῆς βουλῆς διηγεῖται καταμόνας πρὸς τὸν Κλαύδιον ἐδίδασκέν τε ἡγεμονικώτερον ἀποκρίνασθαι καὶ τῷ ἀξιώματι τῆς ἐξουσίας χρώμενον.ἔλεγεν οὖν Κλαύδιος, οὐ θαυμάζειν τὴν βουλὴν ἡδονῇ μὴ φέρουσαν ἄρχεσθαι διὰ τὸ ὠμότητι τετρῦσθαι τῶν πρότερον ἐπὶ τὸ ἡγεμονεύειν καταστάντων, γεύσειν τε αὐτοὺς ἐπιεικείᾳ τῇ καθʼ αὑτὸν μετρίων καιρῶν, ὀνόματι μὲν μόνῳ τῆς ἀρχῆς ἐσομένης, ἔργῳ δὲ κοινῆς πᾶσι προκεισομένης εἰς μέσον. διὰ πολλῶν δὲ καὶ ποικίλων ὡδευκότι πραγμάτων ἐν ὄψει τῇ ἐκείνων καλῶς ἔχειν μὴ ἀπιστεῖν.καὶ οἱ μὲν πρέσβεις τοιούτων ἀκροάσει λόγων καθομιληθέντες ἐξεπέμποντο. Κλαύδιος δὲ τῷ στρατῷ συλλεχθέντι διελέγετο ὅρκους λαμβάνων ἦ μὴν ἐμμενεῖν πίστει τῇ πρὸς αὐτόν, δωρεῖται τοὺς σωματοφύλακας πεντακισχιλίαις δραχμαῖς κατὰ ἕκαστον ἄνδρα, τοῖς τε ἡγεμόσιν αὐτῶν ἀνάλογον τοῦ ἀριθμοῦ καὶ τοῖς ὅποι ποτὲ στρατοπέδοις ὑπισχνεῖτο τὰ ὅμοια.Συνεκάλουν δὲ οἱ ὕπατοι τὴν βουλὴν εἰς τὸ ἱερὸν τοῦ νικηφόρου Διός· ἔτι δὲ νὺξ ἦν. τῶν δὲ οἱ μὲν ἐν τῇ πόλει κλέπτοντες ἑαυτοὺς ἐνεδοίαζον πρὸς τὴν ἀκρόασιν, τοῖς δὲ ἐπὶ τῶν ἰδίων ἀγρῶν ἐγεγόνεισαν ἔξοδοι προορωμένοις ᾗ χωρήσει τὸ πᾶν ἐν ἀπογνώσει τοῦ ἐλευθέρου γεγονότος, καὶ πολὺ κρεῖττον ἐν ἀκινδύνῳ τοῦ δουλεύειν ὑπειληφότες διαβιοῦν ἀργίᾳ τοῦ πονεῖν ἢ κτώμενοι τὸ ἀξίωμα τῶν πατέρων περὶ τῆς σωτηρίας ἀμφίβολοι καταστῆναι.συνελέγησαν δʼ ὅμως ἑκατὸν οὐ πλείους, καὶ διαβουλευομένων περὶ τῶν ἐν χερσὶν αἰφνίδιον αἴρεται βοὴ τοῦ συνεστηκότος αὐτοῖς στρατιωτικοῦ στρατηγὸν αὐτοκράτορα κελευόντων τὴν βουλὴν ἑλέσθαι καὶ μὴ φθείρειν πολυαρχίᾳ τὴν ἡγεμονίαν.καὶ τὸ μὲν καθʼ ἑαυτοὺς ἀπεφαίνοντο περὶ τοῦ μὴ πᾶσιν, ἀλλʼ ἑνὶ τὴν ἀρχὴν ἐφέσιμον εἶναι, ὁρᾶν δὲ ἐκείνοις ἐπιτρέπειν, ὅστις τοσαύτης προστασίας ἄξιος. ὥστε ἐν ἀνίᾳ τὰ τῶν συγκλητικῶν ἦν πολὺ πλέον διʼ ἁμαρτίαν μὲν τοῦ κατὰ τὴν ἐλευθερίαν αὐχήματος, φόβῳ δὲ τοῦ Κλαυδίου.οὐ μὴν ἀλλʼ ἦσαν οἱ ἐφιέμενοι γένους τε ἀξιώματι καὶ οἰκειότησιν γάμου· καὶ γὰρ Μινουκιανὸς Μᾶρκον καὶ τὸ καθʼ αὑτὸν γενναιότητι ἀξιόλογον ὄντα καὶ δὴ ἀδελφὴν Γαΐου γεγαμηκότα Ἰουλίαν, πρόθυμός τε ἦν ἀντιποιεῖσθαι τῶν πραγμάτων, κατεῖχον δὲ οἱ ὕπατοι πρόφασιν ἐκ προφάσεως ἀναρτῶντες.Οὐαλέριον δὲ Ἀσιατικὸν Μινουκιανὸς ἐκ τῶν Γαΐου σφαγέων ἀνεῖχε τοιούτων διανοιῶν. ἐγεγόνει δʼ ἂν φόνος οὔ τινος ἐλάσσων ἐπιχωρηθέντων τῶν ἐπιθυμούντων τῆς ἡγεμονίας, ὥστε ἀντιτάξασθαι Κλαυδίῳ, ἄλλως τε καὶ οἱ μονομάχοι,πλῆθος δʼ ἦν αὐτῶν ἀξιόλογον, καὶ τῶν στρατιωτῶν οἱ νυκτοφυλακοῦντες ἐπὶ τῆς πόλεως ἐρέται τε ὁπόσοι συνέρρεον εἰς τὸ στρατόπεδον, ὥστε τῶν μετιόντων τὴν ἀρχὴν οἱ μὲν φειδοῖ τῆς πόλεως, οἱ δὲ καὶ φόβῳ τῷ ὑπὲρ αὐτῶν ἀπέστησαν.Ὑπὸ δὲ πρώτην ἀρχὴν τῆς ἡμέρας καὶ Χαιρέας καὶ οἱ σὺν αὐτῷ παρελθόντες ἐν ἐπιχειρήσει λόγων ἦσαν πρὸς τοὺς στρατιώτας. τῶν δὲ τὸ πλῆθος ὡς ὁρᾷ παύοντας αὐτοὺς ταῖς χερσὶ καὶ τοῦ εἰπεῖν οἵους τε ἄρχεσθαι, ἀνεθορύβησεν μὴ ἐφιέναι ὥστε εἰπεῖν διὰ τὸ ὡρμῆσθαι πάντας ἐπὶ τῷ μοναρχεῖσθαι, τὸν δὲ ἡγησόμενον ἐκάλουν ὡς οὐκ ἀνεξόμενοι τὰς τριβάς.τῇ συγκλήτῳ δὲ ἀπορία ἄρχειν τε καὶ ὃν ἀρχθεῖεν ἂν τρόπον οὔτε δεχομένων αὐτοὺς τῶν στρατιωτῶν καὶ τῶν Γαΐου σφαγέων συγχωρεῖν τοῖς στρατιώταις οὐκ ἐφιέντων.ἐν τοιούτοις δὲ ὄντων Χαιρέας τὴν ὀργὴν οὐκ ἀνασχόμενος πρὸς τὴν αἴτησιν τοῦ αὐτοκράτορος δώσειν ἐπηγγέλλετο στρατηγόν, εἴ τις αὐτῷ σημεῖον παρὰ Εὐτύχου κομίσειεν.ἦν δὲ ὁ Εὔτυχος οὗτος ἡνίοχος τοῦ καλουμένου πρασίνου περισπούδαστος Γαΐῳ, καὶ περὶ τὰς οἰκοδομὰς τῶν στάσεων τοῦ περὶ ἐκεῖνον ἱππικοῦ τὸ στρατιωτικὸν ἐτρίβετο ἀτίμοις ἐργασίαις ἐπικείμενον.εἰς ἅπερ ὁ Χαιρέας ὠνείδιζεν αὐτοὺς καὶ ἕτερα πολλὰ τοιαῦτα, τήν τε κεφαλὴν κομιεῖν τοῦ Κλαυδίου· δεινὸν γάρ, εἰ μετὰ μανίαν παραφροσύνῃ δώσουσι τὴν ἡγεμονίαν.οὐ μὴν διετράπησάν γε ὑπὸ τῶν λόγων, ἀλλὰ σπασάμενοι τὰς μαχαίρας καὶ τὰ σημεῖα ἀράμενοι ᾤχοντο ὡς τὸν Κλαύδιον κοινωνήσοντες τοῖς ὀμνύουσιν αὐτῷ. κατελείπετο δὲ ἥ τε σύγκλητος ἐπʼ ἐρημίας τῶν ἀμυνούντων καὶ οἱ ὕπατοι μηδὲν ἰδιωτῶν διαφέροντες.ἔκπληξίς τε καὶ κατήφεια ἦν, οὐδʼ ὅτι χρήσαιντο αὐτοῖς τῶν ἀνθρώπων εἰδότων διὰ τὸ ἀνηρεθίσθαι τὸν Κλαύδιον ἐπʼ αὐτοῖς, ἀλλήλοις τε ἐλοιδοροῦντο, καὶ μετάμελος ἦν αὐτοῖς.καὶ Σαβῖνος εἷς τῶν Γαΐου σφαγέων σφάζειν πρότερον αὑτὸν ἠπείλει παρελθὼν εἰς μέσους ἢ Κλαύδιον ἄρχοντα στήσεσθαι καὶ δουλοκρατίαν ἐπόψεσθαι καταλαβοῦσαν, τόν τε Χαιρέαν εἰς φιλοψυχίαν ἐπέπλησσεν, εἰ καταφρονήσας Γαΐου πρῶτος ἀγαθὸν ὑπολαμβάνοι τὸ ζῆν τῆς ἐλευθερίας οὐδʼ οὕτως ἀποδοθῆναι δυναμένης τῇ πατρίδι.Χαιρέας δὲ περὶ μὲν τοῦ θνήσκειν ἐνδοιαστὸν οὐδὲν φρονεῖν ἔλεγεν, βούλεσθαι μέντοι διακωδωνίζειν διάνοιαν τὴν Κλαυδίου.