ἀναλογισμός τε αὐτοὺς εἰσῄει τῆς τε πλεονεξίας τῶν ἐν τῇ συγκλήτῳ δυναστευόντων καὶ ὁπόσα ἐπὶ τῆς πρὶν ἀρχῆς ἡμάρτητο αὐτῇ.πρὸς δὲ καὶ τὸ ἀμήχανον τοῦ πράγματος κατενόουν, καὶ πάλιν εἰς ἑνὸς ἀρχὴν μεθισταμένων τῶν ὅλων κινδύνους αὐτοῖς φέρειν διʼ ἑνὸς κτησαμένου τὴν ἀρχὴν μεθισταμένων τῶν ὅλων παρʼ ὃν ἐπιχωρήσει καὶ εὐνοίᾳ τῇ αὐτῶν λαβόντα Κλαύδιον μνημονεύσεις τε χάριτος αὐτοῖς ἀποδιδόντα τιμήν, ἣ ἐπὶ τοιούτοις γένοιτʼ ἂν ἀρκοῦσα.Ταῦτα πρός τε ἀλλήλους καὶ διʼ ἑαυτοὺς διεξῄεσαν καὶ τοῖς ἀεὶ προσπίπτουσιν διηγοῦντο. οἱ δὲ πυνθανόμενοι προθύμως ἐδέχοντο τὴν πρόκλησιν, συμφράξαντές τε καὶ περικλάσαντες ἦγον ἐπὶ τοῦ στρατοπέδου φοράδην ἀναβαστάσαντες, ὡς μὴ ἐμποδίζοιτο αὐτοῖς ἡ ἔπειξις.διειστήκεσαν δὲ αἱ γνῶμαι τοῦ δήμου καὶ τῶν ἐκ τῆς βουλῆς· οἱ μὲν ἀξιώματός τε τοῦ πρότερον ὀρεγόμενοι καὶ δουλείαν ἔπακτον αὐτοῖς ὕβρει τῶν τυράννων γενομένην φιλοτιμούμενοι διαδιδράσκειν χρόνῳ παρασχόν,ὁ δὲ δῆμος φθόνῳ τε πρὸς ἐκείνην καθιστάμενος καὶ τῶν πλεονεξιῶν αὐτῆς ἐπιστόμισμα τοὺς αὐτοκράτορας εἰδὼς καὶ αὐτοῦ καταφυγὴν ἔχαιρεν Κλαυδίου τῇ ἁρπαγῇ στάσιν τε ἔμφυλον, ὁποία καὶ ἐπὶ Πομπηίου γένοιτο, ἀπαλλάξειν αὐτῶν ὑπελάμβανον τοῦτον αὐτοκράτορα καθισταμένου.γνοῦσα δʼ ἡ βουλὴ τὸν Κλαύδιον ὑπὸ τῶν στρατιωτῶν ἀφιγμένον εἰς τὸ στρατόπεδον πέμπει πρὸς ἐκεῖνον ἄνδρας ἀρετῇ τοὺς ἐξ αὐτῶν, οἳ διδάξειαν μὴ δεῖν ἐπὶ καθέξει τῆς ἀρχῆς βιάζεσθαι,παραχωρεῖν δὲ τῇ συγκλήτῳ τοσῶνδε ἀνδρῶν ἕνα ὄντα ἡσσώμενον καὶ τῷ νόμῳ παραχωροῦντα τοῦ ἐπὶ τοῖς κοινοῖς κόσμου τὴν πρόνοιαν, μνημονεύοντα ὧν οἱ πρότεροι τύραννοι κακώσειαν τὴν πόλιν καὶ ὧν ὑπὸ Γαΐου καὶ αὐτὸς κινδυνεύσειεν σὺν αὐτοῖς, μηδὲ μισήσαντα τὴν βαρύτητα τῆς τυραννίδος ὑφʼ ἑτέρων πρασσομένης τῆς ὕβρεως αὐτὸν ἐθελουσίως ἐπὶ παροινίᾳ θαρσεῖν τῆς πατρίδος.καὶ πειθομένῳ μὲν τοῦ πρότερον ἀπράγμονος τὴν ἀρετὴν ἐπιδεικνυμένῳ βέβαιον τιμάς τε ὑπάρξειν, αἳ ὑπὸ ἐλευθέρων ψηφισθεῖεν τῶν πολιτῶν, καὶ ἐπιχωρήσει τοῦ νόμου τὸ μέρος ἄρχοντά τε καὶ ἀρχόμενον κερδανεῖν ἔπαινον ἀρετῆς.εἰ δὲ ἀπονοοῖτο μηδὲν ἐκ τῆς Γαΐου τελευτῆς σωφρονιζόμενος οὔτι γε αὐτοὶ ἐπιτρέψειν τῆς τε γὰρ στρατιᾶς πολὺ εἶναι τὸ συνεστηκὸς αὐτοῖς ὅπλων τε εὐπορίαν καὶ πληθὺν οἰκετῶν, οἳ χρήσαιντο αὐτοῖς.μέγα δὲ μέρος τήν τε ἐλπίδα εἶναι καὶ τὴν τύχην, τούς τε θεοὺς οὐκ ἄλλοις συμμαχεῖν, ἀλλὰ τοῖς μετʼ ἀρετῆς καὶ τοῦ καλοῦ τοὺς ἀγῶνας ποιουμένοις. εἶναι δὲ τούτους, οἳ ἂν περὶ ἐλευθερίας μάχωνται τῆς πατρίδος.Καὶ οἱ μὲν πρεσβευταὶ Οὐηράνιός τε καὶ Βρόγχος, δήμαρχοι δὲ ἦσαν ἀμφότεροι, τοῖσδε ἐχρῶντο τοῖς λόγοις καὶ καθικέτευον τοῖς γόνασιν αὐτοῦ προσπεσόντες μηδαμῶς πολέμοις καὶ κακοῖς ἐμβαλεῖν τὴν πόλιν, θεωροῦντες στρατιᾶς πληθύι τὸν Κλαύδιον πεφραγμένον καὶ τὸ μηδὲν τοὺς ὑπάτους ὄντας συγκρίσει τῇ πρὸς αὐτόν.εἴ τε τῆς ἀρχῆς ὀρέγοιτο, παρὰ τῆς βουλῆς δέχεσθαι διδομένην· αἰσιώτερον γὰρ καὶ εὐδαιμονέστερον χρῆσθαι τὸν μὴ μετὰ ὕβρεως ἀλλʼ εὐνοίᾳ τῶν διδόντων παραλαμβάνοντα.Κλαύδιος δέ, ἠπίστατο γὰρ μεθʼ οἵας αὐθαδείας ἀποσταλεῖεν, καὶ πρὸς τὸ παρὸν γνώμῃ τῇ αὐτῶν ἐπὶ τὸ μετριώτερον τρεπόμενος, οὐ μὴν ἀλλὰ καὶ τῷ περὶ αὐτοὺς φόβῳ διαναστὰς ἅμα μὲν θάρσει τῶν στρατιωτῶν ἅμα δὲ Ἀγρίππου τοῦ βασιλέως κελεύοντος μὴ προέσθαι τῶν χειρῶν τηλικαύτην ἀρχὴν ἥκουσαν αὐτόματον.πράξας μὲν καὶ περὶ Γάιον οἷον εἰκὸς ἄνδρα ὑπʼ αὐτοῦ διὰ τιμῆς ἠγμένον, καὶ γὰρ τὸν νεκρὸν περιέσπεν τοῦ Γαΐου καὶ ἀναθέμενος ἐπὶ κλίνης καὶ περιστείλας ἐκ τῶν ἐνδεχομένων εἰς τοὺς σωματοφύλακας ὑπεχώρει, ζῆν μὲν τὸν Γάιον ἀπαγγέλλων κακοπαθοῦντί γε ὑπὸ τραυμάτων ἰατροὺς μετέσεσθαι λέγων·πυθόμενος δὲ τοῦ Κλαυδίου τὴν ὑπὸ τῶν στρατιωτῶν ἁρπαγὴν ὠθεῖτο πρὸς αὐτὸν καὶ καταλαβὼν τεταραγμένον καὶ οἷόν τε ἐκχωρεῖν τῇ συγκλήτῳ ἀνήγειρεν ἀντιλαμβάνεσθαι κελεύων τῆς ἡγεμονίας.ταῦτα δὲ πρὸς τὸν Κλαύδιον εἰπὼν προσεχώρει πρὸς αὐτόν, καὶ μετακαλούσης αὐτὸν τῆς βουλῆς χρισάμενος μύροις τὴν κεφαλὴν ὡς ἀπὸ συνουσίας γινομένης ἀναλύσεως αὐτῷ παρῆν καὶ ἤρετο τοὺς βουλευτάς, τί πέπραχε Κλαύδιος.τῶν δὲ τὰ ὄντα φαμένων καὶ προσανερομένων, ἥντινα γνώμην ἔχοι περὶ τοῖς ὅλοις, τελευτᾶν μὲν ὑπὲρ τοῦ κατʼ ἐκείνην εὐκλεοῦς ἕτοιμος ἦν τοῖς λόγοις, σκοπεῖν δὲ ἐκέλευε περὶ τῷ συμφέροντι πᾶν ὅ τι καὶ εἰς ἡδονὴν φέροι ὑπεξελομένους·χρείαν γὰρ εἶναι τοῖς ἀρχῆς μεταποιουμένοις καὶ ὅπλων καὶ στρατιωτῶν, οἳ φράξαιντο αὐτοῖς, μὴ καὶ ἀπαράσκευοι καταστάντες εἰς τάδε σφαλεῖεν.ἀποκριναμένης δὲ τῆς βουλῆς ὅπλων τε εὐπορίαν καὶ χρήματα εἰσοίσειν, καὶ στρατιᾶς τὸ μέν τι αὐτοῖς εἶναι συνεστηκός, τὸ δὲ συγκροτήσειν ἐλευθερώσεως δούλων γενομένης. εἴη μέν, ὦ βουλή, φησὶν ὁ Ἀγρίππας ὑποτυχών, πράσσειν ὁπόσα θυμὸς ὑμῖν, λεκτέον δὲ οὐδὲν ἐνδοιάσαντί μοι διὰ τὸ ἐπὶ σωτηρίᾳ φέρειν τὸν λόγον.ἴστε μὴν στρατόν, ὃς ὑπὲρ Κλαυδίου μαχεῖται, πλήθει χρόνου ὁπλιτεύειν μεμελετηκότα, τὰ δʼ ἡμέτερα, συγκλύδων ἀνθρώπων πλῆθος δʼ ἔσται καὶ τῶν παρὰ δόξαν τῆς δουλείας ἀπηλλαγμένων, δυσκράτητα. πρὸς δὲ τεχνίτας μαχούμεθα προαγαγόντες ἄνδρας μηδʼ ὅπως σπάσαι τὰ ξίφη εἰδότας.