ἔργον δὲ μέγα ἢ βασίλειον οὐδὲν αὐτῷ πεπραγμένον εἴποι ἄν τις ἢ ἐπʼ ὠφελείᾳ τῶν συνόντων καὶ αὖθις ἀνθρώπων ἐσομένων, πλήν γε τοῦ περὶ Ῥήγιον καὶ Σικελίαν ἐπινοηθέντος ἐν ὑποδοχῇ τῶν ἀπʼ Αἰγύπτου σιτηγῶν πλοίων·τοῦτο δὲ ὁμολογουμένως μέγιστόν τε καὶ ὠφελιμώτατον τοῖς πλέουσιν· οὐ μὴν ἐπὶ τέλος γε ἀφίκετο, ἀλλʼ ἡμίεργον ὑπὸ τοῦ ἀμβλυτέρως αὐτῷ ἐπιπονεῖν κατελείφθη.αἴτιον δʼ ἦν ἡ περὶ τὰ ἀχρεῖα σπουδὴ καὶ τὸ δαπανῶντα εἰς ἡδονάς, αἳ καταμόνας ἔμελλον ὠφελεῖν, αὐτῷ ὑφαιρεῖν τῆς ἐπὶ τοῖς κρείσσοσιν ἀνωμολογημένοις φιλοτιμίας.ἄλλως δὲ ῥήτωρ τε ἄριστος καὶ γλώσσῃ τῇ Ἑλλάδι καὶ τῇ Ῥωμαίοις πατρίῳ σφόδρα ἠσκημένος συνίει τʼ ἐκ τοῦ παραχρῆμα καὶ τοῖς ὑφʼ ἑτέρων συντεθεῖσίν τε καὶ ἐκ πλείονος προσυγκειμένοις ἀντειπὼν ἐκ τοῦ ὀξέος φανῆναι πιθανώτερος ἐν μεγίστῳ πράγματι παρʼ ὁντινοῦν γενόμενος, εὐκολίᾳ τε εἰς αὐτὸ τῆς φύσεως καὶ τῷ εἰς ἰσχὺν αὐτῇ προσλαβεῖν μελέτην τοῦ ἐπιπονεῖν.ἀδελφοῦ γὰρ παιδὸς υἱεῖ γεγονότι Τιβερίου, οὗ καὶ διάδοχος γίνεται, μέγα ἀνάγκασμα παιδείας ἀντέχεσθαι διὰ τὸ καὶ αὐτὸς εἰς τὰ πρῶτα ἐν αὐτῇ κατορθῶν διαπρέπειν, καὶ συνεφιλοκάλει Γάιος συγγενοῦς τε ἀνδρὸς καὶ ἡγεμόνος εἴκων ἐπιστολαῖς ἐπρώτευσέν τε τῶν κατʼ αὐτὸν πολιτῶν.οὐ μὴν ἀντισχεῖν οἷά τε ἐγένετο αὐτῷ τὰ ἐκ τῆς παιδείας συλλεγέντα ἀγαθὰ πρὸς τὸν ἐπελθόντα ὄλεθρον αὐτῷ ὑπὸ τῆς ἐξουσίας· οὕτως ἄρα δυσπόριστον ἡ ἀρετὴ τοῦ σωφρονεῖν, οἷς ἀνυπεύθυνον τὸ πράσσειν ῥᾳστώνῃ πάρεστιν.φίλοις μὲν κεχρῆσθαι καὶ πάντα ἀξιολόγοις ὑποσπουδασθεὶς τὸ κατʼ ἀρχὰς ὑπό τε παιδείας καὶ δόξης ζήλου τῶν κρειττόνων, μέχρι δὴ τῷ περιόντι τοῦ ὑβρίζειν ἀπαμφίασις εὐνοίᾳ τῇ πρὸς αὐτὸν ἐχρήσαντο μίσους ὑποφυέντος ὑπʼ αὐτῶν ἐπιβουλευθεὶς τελευτᾷ.Κλαύδιος δέ, καθάπερ ἀνώτερον ἔφην, ἀπορρήξεως αὐτῷ τῶν Γαΐου ὁδῶν γενομένης καὶ τοῦ οἴκου θορυβηθέντος πάθει τῆς Καίσαρος τελευτῆς, ἐν ἀμηχάνοις ὢν περὶ τῆς σωτηρίας ἔν τινι στενωπῷ κατειλημμένος ἔκρυπτεν ἑαυτὸν οὐδεμίαν κινδύνων αἰτίαν πλὴν τῆς γενναιότητος ὑφορώμενος·μέτριον γὰρ ἰδιώτης ὢν ἦγεν αὑτὸν καὶ τοῖς πᾶσιν ἀρκῶν ἦν, παιδείᾳ τε συνιὼν καὶ μάλιστα τῇ Ἑλληνίδι καὶ παντὸς τοῦ εἰς θόρυβον ἀνακειμένου παντοίως ἀπαλλάσσων αὑτόν.τότε δὲ πτοίας κατειληφυίας τὸν ὄχλον καὶ τοῦ βασιλείου παντὸς στρατιωτικῆς μανίας ἀνάπλεω γεγονότος καὶ δειλίας καὶ ἀταξίας ἰδιωτῶν οἷον ἀπειληφότων σωματοφυλάκων, οἱ περὶ τὸ στρατηγικὸν καλούμενον, ὅπερ ἐστὶ τῆς στρατιᾶς καθαρώτατον, ἐν βουλῇ περὶ τοῖς πρακτέοις ἦσαν, ὅσοι δὲ καὶ παρετύγχανον, τὴν μὲν Γαΐου τιμωρίαν ἐν ὀλίγῳ τιθέμενοι διὰ τὸ κατὰ δίκην αὐτῷ τὰς τύχας συνελθεῖν,τὰ δὲ περὶ αὐτοὺς ἀνεσκοποῦντο μᾶλλον ὃν τρόπον σχήσοι καλῶς καὶ τῶν Γερμανῶν τε ἐν τιμωρίαις τῶν σφαγέων ὄντων ὠμότητος χάριτι τῆς ἑαυτῶν μᾶλλον ἢ τοῦ συμφέροντος τοῖς πᾶσιν.ὑφʼ ὧν ἁπάντων ὁ Κλαύδιος ἐθορυβεῖτο δεδιὼς περὶ τῆς σωτηρίας, ἄλλως τʼ ἐπειδὴ καὶ τῶν περὶ τὸν Ἀσπρήναν ἐτεθέατο τὰς κεφαλὰς παραφερομένας· εἱστήκει δὲ κατά τι προσβατὸν ὀλίγαις βαθμῖσι χωρίον ὑπεσταλκὼς τῷ κατʼ αὐτὸ σκότῳ.καὶ Γρᾶτος τῶν περὶ τὸ βασίλειόν τις στρατιωτῶν θεασάμενος καὶ τοῦ μὲν ἀκριβωσομένου τὴν ὄψιν ἀμαθὴς ὢν διὰ τὸν σκότον, τοῦ δὲ ἄνθρωπον εἶναι τὸν ὑπολοχῶντα κριτὴς εἶναι μὴ ἀπηλλαγμένος, προσῄει τε ἐγγύτερον καὶ ὑποχωρεῖν ἠξιωκότος ἐπέκειτο καὶ καταλαβὼν ἐπιγνωρίζει Γερμανικὸς μὲν οὗτος, φησὶν πρὸς τοὺς ἑπομένους, καὶ στησώμεθα τοῦτον ἡγεμόνα φερόμενοι.Κλαύδιος δὲ ἐφʼ ἁρπαγῇ παρεσκευασμένους ὁρῶν καὶ δείσας, μὴ κατὰ φωνὴν ἀποθάνοι τὴν Γαΐου, φειδὼ σχεῖν ἠξίου τοῦ κατʼ αὐτὸν ἀνεπαχθοῦς ἀνάμνησιν αὐτοῖς ὑποτιθεὶς καὶ τοῦ ἀπρομηθοῦς τῶν γεγονότων.καὶ ὁ Γρᾶτος μειδιάσας ἐπισπᾶται τῆς δεξιᾶς, καί παῦσαι, φησίν, μικρολογούμενος περὶ τῆς σωτηρίας δέον σε μεγαλοφρονεῖσθαι περὶ τῆς ἡγεμονίας, ἣν οἱ θεοὶ Γάιον ἀφῃρημένοι τῇ σῇ συνεχώρησαν ἀρετῇ πρόνοιαν τῆς οἰκουμένης λαβόντες. ἀλλʼ ἴθι καὶ τῶν προγόνων ἀπολάμβανε τὸν θρόνον.ἀνεβάσταζέν τε αὐτὸν οὐ πάνυ τοῖς ποσὶ βαίνειν δυνάμενον ὑπό τε φόβου καὶ χάρματος τῶν εἰρημένων.Συνεστρέφοντο δὲ περὶ τὸν Γρᾶτον ἤδη καὶ πλείους τῶν σωματοφυλάκων καὶ θεωροῦντες τὸν Κλαύδιον ἀγόμενον δόξῃ τοῦ ἐπὶ κόλασιν ἕλκεσθαι τῶν ἐπὶ τοιοῖσδε ζημιῶν ὡς ἄνδρα ἀπράγμονα διὰ βίου τοῦ παντὸς καὶ κινδύνοις οὔτι μετρίως ἐπὶ τῆς Γαΐου ἀρχῆς ὡμιληκότα, τινὲς δὲ καὶ αὐτῶν τοῖς ὑπάτοις ἐντρέπειν κρίσιν ἠξίουν τὴν περὶ αὐτόν.καὶ πλειόνων τοῦ στρατιωτικοῦ συστρεφομένων φυγαί τε ἦσαν τοῦ ὁμίλου καὶ προόδων ἀπορία τῷ Κλαυδίῳ διʼ ἀσθένειαν τοῦ σώματος, ἐπεὶ καὶ οἱ τὸ φορεῖον αὐτοῦ φέροντες περὶ τὴν ἁρπαγὴν αὐτοῦ παραγενομένης φυγῆς ἔσωζον αὑτοὺς ἀπʼ ἐλπίδος θέμενοι τὴν σωτηρίαν τοῦ δεσπότου.ἐν εὐρυχωρίᾳ δὲ τοῦ Παλατίου γενομένοις, πρῶτον δὲ οἰκηθῆναι τῆς Ῥωμαίων πόλεως τοῦτο παραδίδωσιν ὁ περὶ αὐτῆς λόγος, καὶ ἤδη τοῦ δημοσίου ἀντιλαμβανομένοις πολὺ πλείων ἡ ἐπιφοίτησις ἦν τῶν στρατιωτῶν χαρᾷ τὴν ὄψιν δεχομένοις τοῦ Κλαυδίου, περὶ πλείστου τε ἦν αὐτοῖς αὐτοκράτορα στήσασθαι τὸν ἄνθρωπον εὐνοίᾳ τε τῇ Γερμανικοῦ, ἀδελφὸς δὲ ἦν αὐτοῦ ἐπὶ μέγα πᾶσιν τοῖς ὡμιληκόσιν καταλελοιπὼς κλέος τὸ αὐτοῦ.