Χαιρέας δὲ τὸ σημεῖον λαβὼν παρεδίδου τῶν στρατιωτῶν τοῖς πρὸς τὴν σύγκλητον συνεστηκόσιν. ἦσαν δὲ εἰς σπείρας τέσσαρας, οἷς τὸ ἀβασίλευτον τιμιώτερον τῆς τυραννίδος προύκειτο.καὶ οἵδε μὲν ἀπῄεσαν μετὰ τῶν χιλιάρχων, ἀνεχώρει δὲ ἤδη καὶ ὁ δῆμος περιχαρὴς καὶ ἐλπίδος καὶ φρονήματος ἐπὶ τῷ κτησαμένῳ τὴν ἡγεμονίαν αὐτοῖς, οὐκέτι ἐπὶ τῷ ἐφεστηκότι. καὶ τὰ πάντα ἦν ὁ Χαιρέας αὐτοῖς.Χαιρέας δὲ ἐν δεινῷ τιθέμενος περιεῖναι τὴν θυγατέρα Γαΐου καὶ τὴν γυναῖκα, ἀλλὰ μὴ πανοικὶ τὸν ὄλεθρον αὐτῷ συντυχεῖν, ἐπεὶ καὶ πᾶν ὅ τι ὑπολείποιτο αὐτῶν ἐπʼ ὀλέθρῳ τῆς πόλεως λειφθήσεσθαι καὶ τῶν νόμων, ἄλλως τε πρόθεσιν ἐσπουδακὼς τελειώσασθαι τὴν αὐτοῦ καὶ πάνυ εὐφρᾶναι μῖσος τὸ πρὸς Γάιον, Ἰούλιον ἐκπέμπει Λοῦππον ἕνα τῶν χιλιάρχων κτενοῦντα τήν τε γυναῖκα Γαΐου καὶ τὴν θυγατέρα.Κλήμεντος δʼ ὄντι συγγενεῖ τῷ Λούππῳ τὴν ἐπὶ τοιοῖσδε προύθεσαν λειτουργίαν, ὅπως μετασχὼν κἂν ἐπὶ τοιούτοις τῆς τυραννοκτονίας ἀγάλλοιτο ἀρετῇ πρὸς τῶν πολιτικῶν, ὡς καὶ τοῦ παντὸς ἐπιβουλεύματος δόξειε κοινωνεῖν τὸ πρῶτον συνθεμένων.ἐνίοις δὲ τῶν συνωμοτῶν καὶ ὠμὸν ἐδόκει τὸ ἐπὶ τῇ γυναικὶ θράσει χρησόμενον αὐτῷ διὰ τὸ Γάιον φύσει τῇ αὐτοῦ χρώμενον ἢ συμβουλῇ τῇ ἐκείνης τὰ πάντα πρᾶξαι, ἐξ ὧν ἥ τε πόλις ἀπηγορεύκει τοῖς κατειληφόσι κακοῖς καὶ τῶν πολιτῶν ὅ τι καὶ ἄνθος ἦν ἀπώλετο.οἱ δὲ καὶ τῶν μὲν ἐπὶ τοιούτοις ἐνεκάλουν αὐτῇ γνώμην τὸ δὲ πᾶν καὶ τῶν ὑπὸ Γαΐου πεπραγμένων κακῶν ἐκείνῃ τὴν αἰτίαν ἐπέφερον φάρμακον τῷ Γαΐῳ δοῦσαν ἐννοιῶν δούλωσιν καὶ ἐρώτων ἐπαγωγὰς αὐτῇ ψηφιούμενον, εἰς μανίαν μεταστάντος τὰ πάντα αὐτὴν εἶναι τὴν νεναυπηγημένην ἐπὶ ταῖς Ῥωμαίων τύχαις καὶ τῆς ὑποτελούσης αὐτοῖς οἰκουμένης.καὶ πέρας κυρωθὲν ὥστε αὐτὴν τελευτᾶν, οὐδὲν γὰρ οἱ ἀποσπεύδοντες οἷοί τε ὠφελεῖν ἦσαν, ἐστέλλετο ὁ Λοῦππος· ἐβραδύνετο δὲ οὐδὲν μελλήσει τῇ κατʼ αὐτόν, ὥστε μὴ οὐκ εἰς καιρὸν δεδιακονῆσθαι τοῖς ἀπεσταλκόσιν, θέλων ἐπʼ οὐδαμοῖς μεμπτὸς εἶναι τῶν ἐπʼ ὠφελείᾳ τοῦ δήμου πεποιημένων.παρελθὼν δὲ ἐπὶ τοῦ βασιλείου λαμβάνει τὴν Καισωνίαν, γυνὴ δʼ ἦν τοῦ Γαΐου, παρακατακειμένην τῷ σώματι τοῦ ἀνδρὸς χαμαιπετεῖ καὶ πάντων ἐν ἀτυχίᾳ ὧν χαρίζοιτʼ ἂν ὁ νόμος τοῖς μεταστᾶσιν, αἵματί τε ἀναπεφυρμένην ἐκ τῶν τραυμάτων καὶ πολλῇ τῇ ταλαιπωρίᾳ συμφερομένην τῆς θυγατρὸς παρερριμμένης· ἠκούετό τε ἐν τοῖς τοιοῖσδε οὐδὲν ἕτερον ἢ κατάμεμψις τοῦ Γαΐου, ὡς πιθανὴν οὐ σχόντος πολλάκις προηγορευκυῖαν αὐτήν.ἐπʼ ἀμφότερα δὲ οὗτος ὁ λόγος καὶ τότε εἰκάζετο καὶ νῦν ἐφʼ ὁμοίοις πρόκειται τῇ διανοίᾳ τῶν ἀκροατῶν πρὸς ὅ τι θελήσειαν ῥοπὰς τὰς αὐτοῦ προστιθέμενοι. οἱ μὲν γὰρ ἀποσημαίνειν ἔφασαν τὸν λόγον, ὡς συμβουλευομένης ἀποστάντα μανιῶν καὶ τοῦ εἰς τοὺς πολίτας ὠμοῦ μετρίως καὶ μετʼ ἀρετῆς ἐξηγεῖσθαι τῶν πραγμάτων, καὶ παρʼ αὐτὸν ἀπολέσθαι τρόπῳ τῷ αὐτοῦ χρώμενον.οἱ δέ, ὡς λόγου τοῦ περὶ τῶν συνωμοτῶν ἐπιφοιτήσαντος Γαΐῳ κελεύσειεν μηδὲν εἰς ἀναβολὰς ἀλλʼ ἐκ τοῦ ὀξέος πάντας μεταχειρισάμενον αὐτούς, κἂν εἰ μηδὲν ἀδικοῖεν, ἐν ἀδεεῖ κινδύνων καταστῆναι, καὶ τοῦτʼ εἶναι τὸ ἐπονειδιζόμενον, ὡς προηγορευκυίας διαπράξασθαι μαλακῷ γεγονότι.καὶ τὰ μὲν λεχθέντα ὑπὸ τῆς Καισωνίας καὶ ὁποῖα οἱ ἄνθρωποι περὶ αὐτῆς ἐφρόνουν ταῦτα ἦν. ἡ δὲ ἐπεὶ θεᾶται τὴν πρόσοδον τοῦ Λούππου τό τε σῶμα τοῦ Γαΐου προυδείκνυεν καὶ ἆσσον ἰέναι παρεκάλει μετʼ ὀλοφυρμοῦ καὶ δακρύων.ἐπεὶ δὲ τῇ διανοίᾳ συνεστηκότα ἑώρα τὸν Λοῦππον, καὶ μηδὲν προσιόντα ὡς ἐπὶ πρᾶξιν οὐκ αὐτῷ κεχαρισμένην, γνωρίσασα ἐφʼ ὅ τι ἐχώρει τήν τε σφαγὴν ἐγύμνου καὶ πάνυ προθύμως ποτνιωμένη ὁποῖα εἰκὸς τοὺς οὕτω σαφῶς ἐν ἀπογνώσει τοῦ ζῆν γεγονότας καὶ κελεύουσα μὴ μέλλειν ἐπὶ τελειώσει τοῦ δράματος οὗ ἐπʼ αὐτοῖς συνέθεσαν.καὶ ἥδε μὲν εὐψύχως ταύτῃ τελευτᾷ ὑπὸ τοῦ Λούππου καὶ ἐπʼ αὐτῇ τὸ θυγάτριον. καὶ Λοῦππος ταῦτα προαπαγγέλλων ἔσπευδεν τοῖς περὶ τὸν Χαιρέαν.Γάιος μὲν δὴ τέταρτον ἐνιαυτὸν ἡγεμονεύσας Ῥωμαίων λείποντα τεσσάρων μηνῶν οὕτως τελευτᾷ, ἀνὴρ καὶ πρότερον ἢ τῇ ἀρχῇ συνῆλθεν σκαιός τε καὶ κακοτροπίας εἰς τὸ ἄκρον ἀφιγμένος, ἡδονῇ τε ἡσσώμενος καὶ φίλος διαβολῇ, καὶ τὰ μὲν φοβερὰ καταπεπληγμένος καὶ διὰ τοῦτο ἐφʼ οἷς θαρσήσειε φονικώτατος, τῆς τε ἐξουσίας ἐφʼ ἑνὶ μόνῳ πιμπλάμενος τῷ ὑβρίζειν, εἰς οὓς ἥκιστα ἐχρῆν ἀλόγῳ μεγαλοψυχίᾳ χρώμενος καὶ ποριστὴς ἐκ τοῦ κτείνειν καὶ παρανομεῖν.καὶ τοῦ μὲν θείου καὶ νομίμου μείζων ἐσπουδακὼς εἶναί τε καὶ δοκεῖν, ἡσσώμενος δὲ ἐπαίνων τῆς πληθύος καὶ πάντα, ὁπόσα αἰσχρὰ κρίνας ὁ νόμος ἐπιτιμᾷ τιμωρίαν, ἐνόμισεν ἀρετῆς.καὶ φιλίας ἀμνήμων, εἰ καὶ πλείστη τε καὶ διὰ μεγίστων γένοιτο, οἷς τότε ὀργισθείη ἐκπλήξει κολάσεως καὶ ἐλαχίσταις, πολέμιον δὲ ἡγούμενος πᾶν τὸ ἀρετῇ συνερχόμενον, ἀναντίλεκτον ἐπὶ πᾶσιν οἷς κελεύσειε τὴν ἐπιθυμίαν λαμβάνων·ὅθεν καὶ ἀδελφῇ γνησίᾳ συνῆν, ἐξ οὗ καὶ μάλιστα αὐτῷ φύεσθαι παρὰ τοῖς πολίταις ἤρξατο σφοδρότερον τὸ μῖσος διὰ τὸ πολλοῦ χρόνου μὴ ἱστορημένον εἴς τε ἀπιστίαν καὶ ἔχθραν τὴν πρὸς τὸν πράξαντα παρακαλεῖν.