ὅθεν, ἐπειδὴ τοῖς τε ἁπάντων νόμοις καὶ τῷ ἀσφαλεῖ μεγάλην συνήνεγκεν εὐδαιμονίας ῥοπὴν ὁ θάνατος αὐτοῦ ἔθνει τε τῷ ἡμετέρῳ οὐδὲ εἰς ὀλίγον ἐξεγεγόνει μὴ οὐκ ἀπολωλέναι μὴ ταχείας αὐτῷ τελευτῆς παραγενομένης, βούλομαι δὲ διʼ ἀκριβείας τὸν πάντα περὶ αὐτοῦ λόγον διελθεῖν,ἄλλως τε ἐπειδὴ καὶ πολλὴν ἔχει πίστιν τοῦ θεοῦ τῆς δυνάμεως καὶ παραμυθίαν τοῖς ἐν τύχαις κειμένοις καὶ σωφρονισμὸν τοῖς οἰομένοις ἀίδιον τὴν εὐτυχίαν, ἀλλὰ μὴ ἐπιμεταφέρειν κακῶς ἀρετῆς αὐτῇ μὴ παραγενομένης.Ὁδοὺς μὲν δὴ τρεῖς ὁ θάνατος αὐτοῦ παρεσκευάζετο καὶ τούτων ἑκάστης ἄνδρες ἀγαθοὶ τὴν ἡγεμονίαν εἶχον. Αἰμίλιός τε γὰρ Ῥῆγλος ἐκ Κορδύβης τῆς ἐν Ἰβηρίᾳ γένος συνεῖχέν τινας ἢ διʼ ἐκείνων ἢ διʼ αὐτοῦ πρόθυμος ὢν ἄρασθαι Γάιον.ἑτέρα δὲ αὐτοῖς συνεκροτεῖτο, ἧς Χαιρέας Κάσσιος χιλίαρχος ἡγεμὼν ἦν. Μινουκιανὸς δὲ Ἄννιος οὐκ ὀλίγη μοῖρα τῶν ἐπὶ τὴν τυραννίδα παρεσκευασμένων ἦν.αἰτία δʼ αὐτοῖς μίσους τοῦ πρὸς Γάιον συνελθεῖν, Ῥήγλῳ μὲν τὸ ἐπὶ πᾶσιν ὀργίλον καὶ μίσει χρώμενον πρὸς τὰ μετʼ ἀδικίας ἐξαγόμενα· καὶ γὰρ ἔχει τι θυμοειδὲς ἐν τῇ διανοίᾳ καὶ ἐλευθέριον, ὑφʼ οὗ μηδὲ στέγειν προστίθεσθαι τῶν βουλευμάτων· πολλοῖς γοῦν ἀνεκοινώσατο καὶ φίλοις καὶ ἄλλοις δοκοῦσιν αὐτῷ δραστηρίοις.Μινουκιανὸς δὲ τὰ μὲν Λεπίδου τε ἐκδικία, φίλον γὰρ αὐτῷ τὰ μάλιστα ὄντα τοῦτον καὶ τῶν πολιτῶν σὺν ὀλίγοις ἀναιρεῖ Γάιος, καὶ ἄλλως φοβηθεὶς τὰ περὶ αὐτὸν διὰ τὸ πᾶσιν ὁμοίως τὸν Γάιον ἐπὶ θάνατον ἀνακειμένην ἐπαφιέναι τὴν ὀργὴν ἐπὶ τὴν ἐγχείρησιν ἐλθεῖν.Χαιρέαν δὲ αἰσχύνην φέροντα ὀνείδη τε εἰς τὴν ἀνανδρίαν ὑπὸ τοῦ Γαΐου προφερομένου, καὶ ἄλλως τὸ ἐφʼ ἡμέρᾳ κινδυνεύειν φιλίᾳ καὶ θεραπείᾳ τὴν Γαΐου τελευτὴν οὐ πάντʼ ἐλεύθερον ὑπολαμβάνων.οἱ δὲ καὶ πᾶσι κοινῇ προτεθῆναι τὴν ἐπὶ τῷ πράγματι σκέψιν τήν τε ὕβριν θεωμένοις καὶ ἐπιθυμοῦσιν ἀκμὴν ἐπʼ ἀλλήλων ἀκμάζουσαν διαφυγεῖν ἀραμένοις τὸν Γάιον· ἴσως μὲν γὰρ ἂν κατορθῶσαι, καλῶς δὲ κατορθοῦσι τηλικούτων ἀγαθῶν σχεῖν ἐπὶ σωτηρίᾳ τῆς τε πόλεως καὶ τῆς ἡγεμονίας πονοῦσι καὶ μετὰ ὀλέθρου ἅπτεσθαι τοῦ πράγματος.παρὰ πάντα δὲ Χαιρέαν ἐπείγεσθαι ὀνόματός τε ἐπιθυμίᾳ μείζονος καὶ ἄλλως ὑπὸ τοῦ ἀδεέστερον προσιέναι τῷ Γαΐῳ διὰ τὴν χιλιαρχίαν ῥᾳστώνης αὐτῷ κτείνειν ἐσομένης.Ἐν τούτῳ δʼ ἱπποδρομίαι ἦσαν· καὶ σπουδάζεται γὰρ Ῥωμαίοις ἥδε ἡ θεωρία δεινῶς, συνίασίν τε προθύμως εἰς τὸν ἱππόδρομον καὶ ἐφʼ οἷς χρῄζοιεν δέονται τῶν αὐτοκρατόρων κατὰ πλῆθος συνελθόντες, οἱ δὲ ἀναντιλέκτους τὰς δεήσεις κρίνοντες οὐδαμῶς ἀχαριστοῦσιν.ἐκέλευον δὴ καὶ τὸν Γάιον ἐκθύμῳ τῇ ἱκετείᾳ χρώμενοι τῶν τε τελῶν ἐπανιέναι καὶ τῶν φόρων ἐπικουφίζειν τι τοῦ ἐπαχθοῦς. ὁ δʼ οὐκ ἠνείχετο, καὶ πλέον τι τῇ βοῇ χρωμένων ἄλλους ἄλλῃ διαπέμψας κελεύει τοὺς βοῶντας λαβεῖν τε καὶ μηδὲν εἰς ἀναβολὰς ἀνελεῖν προαγαγόντας.καὶ ὁ μὲν ἐκέλευε ταῦτα καὶ οἷς προσετέτακτο ἔπρασσον, πλεῖστοί τε ἦσαν οἱ ἐπὶ τοιούτοις ἀποθανόντες. καὶ ὁ δῆμος ἑώρα μέν, ἠνείχετο δὲ παυσάμενος τῆς βοῆς, ἐν ὀλίγῳ ἕνεκα τῶν χρημάτων ὀφθαλμοῖς ὁρῶντες τὴν ἐπὶ τοιούτοις παραίτησιν εἰς θάνατον αὐτοῖς φέρουσαν.ταῦτα Χαιρέαν ἐνήγαγεν μειζόνως ἅπτεσθαί τε τῆς ἐπιβουλῆς καὶ παύειν κατὰ τῶν ἀνθρώπων ἐξηγριωκότα τὸν Γάιον, καὶ πολλάκις μὲν καὶ παρὰ τὰς ἑστιάσεις ἐμέλλησεν ἐπιχειρεῖν, οὐ μὴν ἀλλʼ ἐπείχετο λογισμῷ, τὸ μὲν κτείνειν οὐκέτʼ ἐνδοιαστὸν κεκρικώς, τὸν δὲ καιρὸν περισκοπῶν, ὅπως μὴ εἰς κενόν, ἀλλʼ ἐπὶ καταπράξει τῶν βεβουλευμένων ταῖς χερσὶ χρῷτο.Ἐστρατεύετο δὲ πολὺν ἤδη χρόνον οὐχ ἡδονῇ φέρων Γαΐου τὴν ἀναστροφήν. ἐπεὶ δὲ αὐτὸν ἵσταται Γάιος εἰσπραξόμενον τούς τε φόρους καὶ ὅσα ἄλλα καταβαλλόμενα εἰς τὸν Καίσαρος θησαυρὸν ἐφυστερήκει τοῖς καιροῖς διὰ τὸ ἐπιδιπλασιάζεσθαι τὴν δύναμιν αὐτῶν, χρόνον ἐκεῖ ποιεῖται τῇ εἰσπράξει τρόπῳ τῷ αὐτοῦ χρώμενος μᾶλλον ἢ τῇ Γαΐου προστάξει,διὰ τὸ φειδοῖ χρῆσθαι τὰς τύχας οἴκτῳ λαμβάνων τῶν ὑπὸ τὴν εἴσπραξιν εἰς ὀργὴν προυκαλεῖτο τὸν Γάιον μαλακίαν ἐπικαλοῦντα αὐτῷ τοῦ σχολῇ συνάγεσθαι αὐτῷ τὰ χρήματα. καὶ δὴ τά τε ἄλλα ὕβριζεν εἰς αὐτὸν καὶ ὁπότε τὸ σημεῖον αὐτῷ τὸ τῆς ἡμέρας καθηκούσης εἰς αὐτόν, θήλεά τε ἐδίδου τὰ ὀνόματα,καὶ ταῦτα αἰσχύνης ἀνάπλεα καὶ ταῦτα ἔπρασσεν αὐτὸς οὐκ ἀπηλλαγμένος ἔν τινων τελεταῖς μυστηρίων, ἃς αὐτὸς συνίστατο, στολάς τε ἐνδυόμενος γυναικείους καί τινων περιθέσεις πλοκαμίδων ἐπινοῶν ἄλλα τε ὁπόσα ἐπικαταψεύσασθαι θηλύτητα τῆς ὄψεως ἔμελλεν, αὐτὸς τὴν ἐπὶ τοιούτοις αἰσχύνην ἐτόλμα Χαιρέᾳ προσκαλεῖν.Χαιρέᾳ δὲ καὶ ὁπότε μὲν παραλαμβάνοι τὸ σημεῖον ὀργὴ παρίστατο, μειζόνως δʼ ὁπότε παραδιδοίη, γελώμενος ὑπὸ τῶν παραλαμβανόντων, ὥστε καὶ οἱ συγχιλίαρχοι παιδιὰν ἐποιοῦντο αὐτόν· ὁπότε γὰρ αὐτὸς μέλλοι τὸ σημεῖον παρʼ αὐτοῦ Καίσαρος κομίζειν, προύλεγόν τινα τῶν εἰωθότων φέρειν εἰς παιδιάν.διὰ ταῦτα δὲ αὐτῷ καὶ θάρσος παρίστατο κοινωνούς τινας παραλαμβάνειν, ὡς οὐκ ἐπʼ ὀλίγοις ὀργῇ χρώμενος. καὶ ἦν γὰρ Πομπήδιος συγκλητικὸς μέν, τὰς ἀρχὰς δὲ διεληλυθὼς σχεδὸν ἁπάσας, Ἐπικούρειος δʼ ἄλλως καὶ διʼ αὐτὸ ἀπράγμονος ἐπιτηδευτὴς βίου.