ἡ δὲ αὖ γυναικωνῖτις καὶ τὸ νεώτερον, ὅπερ ὄχλος φιλεῖ, θεωρίαις τε καὶ μονομαχιῶν δόσεσιν καί τινων κρεανομιῶν ἡδοναῖς ἀνειλημμένοι, ἃ ἐπράσσετο λόγῳ μὲν ἐπὶ θεραπείᾳ τῆς πληθύος, τὸ δʼ ἀληθὲς ἐκπιμπλάντα τῆς μανίας Γαΐου τὴν ὠμότητα·οἱ δὲ δοῦλοι διὰ τὸ ἐν προσηγορίᾳ τε εἶναι καὶ καταφρονήματι τῶν δεσποτῶν, ἀποστροφῆς τῷ ὑβρίζοντι αὐτὴν οὔσης τῆς κατʼ ἐκεῖνον ἐπικουρίας· ῥᾴδιον γὰρ ψευσαμένοις τε κατὰ τῶν κυρίων πεπιστεῦσθαι καὶ τὰ χρήματα ἐνδείξασιν αὐτῶν ἅμα ἐλευθέροις τε εἶναι καὶ πλουσίοις μισθῷ τῶν κατηγοριῶν διὰ τὸ ἆθλα αὐτοῖς προκεῖσθαι τὰς ὀγδόας τῶν οὐσιῶν.τῶν δὲ εὐπατριδῶν εἰ καί τισιν πιστὸς ὁ λόγος φανείη, τοῖς μὲν ἐκ τοῦ προειδέναι τὴν ἐπιβουλήν, τοῖς δʼ ὑπὸ τοῦ θέλειν εὐκτὸν ἡγουμένοις, σιγῇ παρεδίδοτο οὐ μόνον ἡ ἐπὶ τοῖς ἠγγελμένοις χαρά, ἀλλὰ καὶ ἡ δόξα τῆς ἀκροάσεως,οἱ μὲν δεδιότες, μὴ καὶ ψευσθεῖσιν ἐλπίδος τιμωρίᾳ συνέλθοιεν ὡς προεξορμήσασιν ἀποφήνασθαι τὴν διάνοιαν ἑαυτῶν, οἱ δʼ ἐξεπιστάμενοι διὰ τὸ τῆς ἐπιβουλῆς μετασχεῖν μειζόνως ἔκρυπτον ἀλλήλων ἀγνοίᾳ καὶ δεδιότες, μὴ πρός τινα εἰπόντες, οἷς ἡ τυραννὶς ἑστῶσα ὠφέλιμος ἦν, ζῶντος Γαΐου κολασθεῖεν ἐνδείξεως γενομένης.ἐπεὶ καὶ ἕτερος ἐπεφοιτήκει λόγος ὡμιληκέναι μὲν τραύμασιν, οὐ μὴν ἀποθανεῖν, ἀλλὰ ζῶντα ἐν θεραπείαις ὑπὸ τῶν ἰατρῶν εἶναι.ἦν τε πιστὸς οὐθεὶς οὐδενί, ᾧ κἂν θαρσήσας γνώμην ἀποφαίνοιτο τὴν αὐτοῦ· ἢ γὰρ φίλος ὢν ὕποπτος ἐγίνετο εὐνοίᾳ τῆς τυραννίδος ἢ καὶ μίσει πρὸς ἐκεῖνον χρώμενος τῷ πρὸς αὐτὸν οὐδαμόθεν εὐνοίᾳ χρωμένῳ διαφθείρειν τὴν ἐπὶ τοῖς λεγομένοις πίστιν.ἐλέγετο δὲ ὑπό τινων, οἳ καὶ μάλιστα τοῖς εὐπατρίδαις ἠφάνιζον τὸ εὐθυμοῦν τῆς ἐλπίδος, ἐν ἀμελείᾳ κινδύνων γεγονότα καὶ ἄφροντιν κομιδῇ τῶν τραυμάτων, ὥσπερ εἶχεν ᾑματωμένον ἐπὶ τῆς ἀγορᾶς διεκπεσεῖν κἀν δημηγορίαις εἶναι.καὶ τάδε μὲν εἰκάζετο βουλήσει τῇ ἀλογίστῳ τῶν θροεῖν προθεμένων καὶ ἐπʼ ἀμφότερα δόξῃ τῶν ἀκουόντων λαμβανόμενα· οὐ μὴν τήν γʼ ἐνέδραν ἐξέλιπον δεδιότες τὴν ἐπενεχθησομένην προεξιοῦσιν αἰτίαν· οὐ γὰρ ἐφʼ ἧς ἀξιοῖεν διανοίας γενήσεσθαι περὶ αὐτοῖς τὴν κρίσιν, ἀλλʼ ἀφʼ ἧς εἰκάζειν ἐθελήσειαν τούς τε κατηγορήσοντας καὶ τοὺς δικάζοντας.Ἐπεὶ δὲ καὶ πλῆθος τῶν Γερμανῶν περιέσχε τὸ θέατρον ἐσπασμένων τὰ ξίφη, πᾶσι τοῖς θεωροῖς ἐλπὶς ἦν ἀπολεῖσθαι, καὶ πρὸς πᾶσαν οὗτινος εἴσοδον πτοία εἶχεν αὐτούς, ὡς αὐτίκα μάλα συγκοπήσοιντο, ἐν ἀμηχάνοις τε ἦσαν οὔτʼ ἀπιέναι θάρσος εἰσφερόμενοι οὔτε ἀκίνδυνον τὴν διατριβὴν τὴν ἐπὶ τοῦ θεάτρου πεπιστευκότες.εἰσπιπτόντων τε ἤδη βοὴ τοῦ θεάτρου ῥήγνυται καθʼ ἱκετείαν τρεπομένου τῶν στρατιωτῶν, ὡς πάντων ἀγνοίας αὐτῇ γενομένης καὶ τῶν βουλευθέντων τοῖς ἐπαναστᾶσιν, εἰ δή τις καὶ γέγονεν ἐπανάστασις, καὶ τῶν γεγονότων.φείδεσθαι οὖν καὶ μὴ τόλμης ἀλλοτρίας παρὰ τῶν οὐδʼ ἐν αἰτίᾳ γενομένων ἀπολαμβάνειν τιμωρίαν, παρέντας ἐρεύνην τῶν πεπραχότων ὅ τι καὶ πεπραγμένον εἴη καταστῆναι.καὶ οἱ μὲν ταῦτά τε καὶ περαιτέρω μετὰ δακρύων καὶ τύψεως προσώπων ἐπιθειάζοντες καὶ ποτνιώμενοι ὁπόσα ἀνεδίδασκεν αὐτοὺς ὁ κίνδυνος ἑστὼς πλησίον, καὶ ὡς ἄν τις ἀγωνιζόμενος περὶ τῆς ψυχῆς εἴποι τι, ἔλεγον.θραύεται δὲ τῶν στρατιωτῶν πρὸς ταῦτα ἡ ὀργὴ καὶ μεταμελῆσαν αὐτοῖς τοῦ ἐπὶ τοῖς θεωροῖς βουλεύματος, ὠμόν τε γὰρ ἦν τοῦτο καὶ ἐκείνοις καίπερ ἐξηγριωκόσιν ἐδόκει, τὰς κεφαλὰς τῶν περὶ τὸν Ἀσπρήναν ἐπὶ τὸν βωμὸν ἀπερεισαμένοις.πρὸς ἃς μειζόνως ἔπαθον οἱ θεωροὶ λογισμῷ τε ἀξιώσεως τῶν ἀνδρῶν καὶ ἐλέῳ τοῦ πάθους, ὥστε παρʼ ὀλίγον καὶ αὐτοῖς οὐδὲν ἐλλιπεστέρως τὰ τῶν κινδύνων ὁμιλήσαντα ἐπανασεσεῖσθαι, ὧν ἄδηλον εἶναι τὴν συμφορὰν εἴπερ εἰς τέλος φευχθῆναι δύναιτʼ ἄν.ὥστε κἂν εἴ τινες τῶν προθύμως μισούντων καὶ μετὰ δίκης τὸν Γάιον ἀφαιρεῖσθαι τῶν ἐπʼ αὐτῷ εὐφροσυνῶν τῆς χώρας, διὰ τὸ ἐν ῥοπῇ μὲν τοῦ συναπολουμένου γεγονέναι, τὸ δὲ πιστὸν τοῦ περιεῖναι μηδέπω καὶ τότε ἐχέγγυον συνελθεῖν.Ἦν δὲ Εὐάρεστος Ἀρούντιος τῶν κηρυσσόντων τὰ πωλούμενα καὶ διʼ αὐτὸ φωνῆς τε μεγέθει χρώμενος καὶ χρήματα περιβεβλημένος ὅμοια τοῖς Ῥωμαίων πλουσιωτάτοις, δύναμίς τε αὐτῷ ἦν ἐφʼ οἷς ἐθελήσειε πράσσειν κατὰ τὴν πόλιν ἔν τε τῷ τότε κἀν τοῖς ὕστερον.οὗτος διαθεὶς αὑτὸν ὡς ἐνῆν πενθιμώτατον, καίτοι μίσει καὶ παρʼ ὁντινοῦν ἐχρῆτο πρὸς Γάιον, ἀλλὰ μὴν κρείσσων ἡ διδασκαλία τοῦ φόβου καὶ στρατηγία περὶ τοῦ κερδησομένου τὴν σωτηρίαν τῆς εἰς τὸ παρὸν ἡδονῆς,πάντα κόσμον ἐπιτηδεύσας ὡς ἄν τις ἐπὶ τοῖς τιμιωτάτοις παρεσκεύαστο ἀπολωλόσιν, ἀποσημαίνει τοῦ Γαΐου τὸν θάνατον ἐπὶ τὸ θέατρον παρελθὼν καὶ ἔπαυσεν τοὺς ἀνθρώπους ἐπὶ πλέον ἀγνοίᾳ συμπεριφέρεσθαι τοῦ γεγονότος.ἤδη δὲ καὶ Στήλας Ἀρούντιος παρῆν ἀνακαλῶν τοὺς Γερμανοὺς καὶ οἱ χιλίαρχοι σὺν αὐτῷ κελεύοντες κατατίθεσθαι τὸν σίδηρον καὶ διασαφοῦντες Γαΐου τὴν τελευτήν.τοῦτο καὶ σαφέστατα ἔσωσεν τοὺς ἐν τῷ θεάτρῳ συνειλεγμένους καὶ πάντας, οἳ καὶ ὁπωσοῦν τοῖς Γερμανοῖς περιτύχοιεν· ἐλπίδος γὰρ αὐτοῖς παραγενομένης ἔμπνουν κεῖσθαι τὸν Γάιον οὐκ ἔσθʼ οὗτινος κακῶν ἂν ἀπέσχοντο.