καὶ δεξάμενος αὐτὸν Κορνήλιος Σαβῖνος τὴν διάνοιαν ἤδη προκατειργασμένον ὠθεῖ καὶ κλιθέντα ἐπὶ γόνυ πολλοὶ περιστάντες ἀφʼ ἑνὸς ἐγκελεύσματος ἔκοπτον τοῖς ξίφεσιν, παρακελευσμός τε τὰ πρὸς ἀλλήλους καὶ πρὸς ἔρις αὐτοῖς ἦν. τελευταῖα δὲ Ἀκύλας, ὁμολογεῖται δὲ ὑπὸ πάντων πληγὴν ἐπαγαγών, μεθίστησιν αὐτὸν ἀκριβῶς.ἀναθείη δʼ ἄν τις τὴν πρᾶξιν Χαιρέᾳ· καὶ γὰρ εἰ σὺν πολλοῖς ἐπράχθη τὸ ἔργον αὐτῷ, ἀλλʼ οὖν πρῶτός τε ἐνεθυμήθη εἶναι μέντοι αὐτῷ ὃς προλαβὼν πολὺ τῶν ἁπάντων,καὶ πρῶτος μὲν τολμηρῶς ἐξεῖπεν τοῖς λοιποῖς, δεχομένων δὲ τὸν ἐπὶ τῷ φόνῳ λόγον σποράδας τε ἤθροισεν καὶ τὰ πάντα φρονίμως συγκροτήσας ἔνθα γνωμῶν εἰσηγήσεως ἐχρῆν πολὺ κρείσσων ἐγίγνετο καὶ λόγοις καθωμίλησεν χρηστοῖς ὡς οὐ τολμῶντας ἠνάγκασέν τε τοὺς ἅπαντας,ἐπεί τε καιρὸς ἐλάμβανεν χειρὶ χρήσασθαι, φαίνεται κἀνταῦθα πρῶτός τε ὁρμήσας καὶ ἁψάμενος ἀρετῇ τοῦ φόνου καὶ τοῖς ἄλλοις εὐεπίβατον παρασχὼν καὶ προτεθνεῶτα Γάιον, ὥστʼ ἂν δικαίως καὶ ὁπόσα τοῖς λοιποῖς εἴη πεπραγμένα τῇ Χαιρέου γνώμῃ τε καὶ ἀρετῇ προστίθεσθαι καὶ πόνῳ τῶν χειρῶν.Καὶ Γάιος μὲν τοιούτῳ τρόπῳ χρησάμενος τῆς τελευτῆς ὑπὸ τοῦ πολλοῦ τῶν τραυμάτων ἀποψυχθεὶς ἔκειτο.οἱ δὲ περὶ τὸν Χαιρέαν ἐπειδὴ κατείργαστο αὐτοῖς ἤδη Γάιος, ὁδοὺς μὲν τὰς αὐτὰς ἰόντες σώζειν αὑτοὺς ἀμήχανον ἑώρων, ὄκνῳ τε τῶν γεγονότων, οὐ γὰρ μικρὸν ἦν τὸν αὐτοκράτορα ἀνῃρηκόσι τὸ κινδύνευμα ὑπό τε ἀνοίας τοῦ δήμου τιμώμενον καὶ ὄντα προσφιλῆ καὶ τῶν στρατιωτῶν μὴ ἀναιμωτὶ ποιησομένων τὴν ζήτησιν αὐτοῦ,ἄλλως τε στενῶν οὐσῶν τῶν ὁδῶν, καθʼ ἃς ἔπραξαν τὸ ἔργον, καὶ μεγάλου πλήθους ἐμφράξαντος αὐτὰς τῆς τε θεραπείας καὶ ὁπόσοι τῶν στρατιωτῶν ἐπὶ φυλακῇ τοῦ αὐτοκράτορος ἐκείνην παρῆσαν τὴν ἡμέραν,ὁδούς τε ἑτέρας χωροῦντες παρῆσαν εἰς τὴν Γερμανικοῦ μὲν οἰκίαν τοῦ Γαΐου πατρός, ὃν τότε ἀνῃρήκεσαν, συνημμένη δὲ ἐκείνη, διὰ τὸ ἓν τὸ βασίλειον ὂν ἐπʼ οἰκοδομίαις ἑκάστου τῶν ἐν τῇ ἡγεμονίᾳ γεγονότων ἀσκηθὲν ἀπὸ μέρους ὀνόματι τῶν οἰκοδομηθησομένων ἢ καί τι τῶν ἡμερῶν οἰκήσεις ἀρξάντων τὴν ἐπωνυμίαν παρασχέσθαι.καὶ διεκπεσόμενοι ἐκ τοῦ πλήθους τὴν ἔφοδον ἐν ἀδείᾳ τὸ παρὸν ἦσαν λανθάνοντος ἀκμὴν κακοῦ τοῦ τὸν αὐτοκράτορα παρειληφότος.πρώτους δὲ εἰς τοὺς Γερμανοὺς ἡ αἴσθησις ἀφίκετο τῆς Γαΐου τελευτῆς. δορυφόροι δʼ ἦσαν οὗτοι ὁμώνυμοι τῷ ἔθνει ἀφʼ οὗ κατειλέχατο Κελτικοῦ τάγμα παρεχόμενοι τὸ αὐτῶν.θυμῷ δὲ χρῆσθαι πάτριόν ἐστιν αὐτοῖς, ὥσπερ σπάνιον εἴ τισιν ἑτέροις βαρβάρων διὰ τὸ ἡσσόνως λογισμὸν ἐπιδέχεσθαι τῶν ποιουμένων, ῥωμαλέοι τε τοῖς σώμασι καὶ τῇ πρώτῃ ὁρμῇ συνιόντες τοῖς πολεμίοις, οὓς ἂν νομίσωσι, μεγάλα κατορθοῦντες.οὗτοι οὖν πυθόμενοι τοῦ Γαΐου τὴν σφαγὴν καὶ περιαλγήσαντες διὰ τὸ μὴ ἀρετῇ κρίνειν ἐπὶ τοῖς ὅλοις, ἀλλὰ συμφέροντι τῷ αὐτῶν, μάλιστα δὲ αὐτοῖς προσφιλὴς ἦν Γάιος δόσεσι χρημάτων τὸ εὔνουν αὑτῷ κτώμενος,σπασάμενοι τὰ ξίφη, προειστήκει δʼ αὐτῶν Σαβῖνος χιλιαρχῶν οὐ διʼ ἀρετὴν καὶ γενναιότητα προγόνων, μονομάχος γὰρ ἦν, ἰσχύι δὲ σώματος τὴν ἐπὶ τοιούτοις κτησάμενος ἄθροισιν ἀρετήν, διεξῄεσαν τῆς οἰκίας ἀνερευνώμενοι τοὺς σφαγέας τοῦ Καίσαρος.Ἀσπρήναν τε κρεουργήσασιν αὐτοῖς διὰ τὸ πρώτῳ περιπεσεῖν, οὗ τὴν στολὴν μιᾶναν τὸ αἷμα τῶν θυμάτων, ὥς μοι λέλεκται πρότερον, οὐκ ἐπʼ ἀγαθῷ τὴν συντυχίαν ἀπεσήμαινε τοῦ γεγονότος δεύτερος, Νωρβανὸς ὑπηντίαζεν ἐν τοῖς γενναιοτάτοις τῶν πολιτῶν καὶ πολλοὺς αὐτοκράτορας παρεχόμενος τῶν προπατόρων.καὶ μηδὲν αἰδουμένων αὐτοῦ τὴν ἀξίωσιν ἰσχύι προύχων ἀφαιρεῖται τὸ ξίφος τῷ πρώτῳ τῶν ἐπιόντων συμπλακεὶς φανερός τε ἦν οὐκ ἀπραγμόνως τεθνηξόμενος, μέχρι δὴ περισχεθεὶς πολλοῖς τῶν ἐπιφερομένων ἔπεσεν ὑπὸ πλήθους τραυμάτων.τρίτος δὲ Ἀντήιος τῶν ἐκ τῆς βουλῆς σὺν ὀλίγοις, οὐ τυχαίως τοῖς Γερμανοῖς καθάπερ οἱ πρότερον περιπεσών, ὑπὸ δὲ φιλοθεαμοσύνης καὶ ἡδονῆς τοῦ αὐτόπτης γενόμενος Γαΐου κειμένου μῖσος εὐφρᾶναι τὸ πρὸς αὐτόν· τὸν γὰρ πατέρα τοῦ Ἀντηίου καὶ ὁμώνυμον φυγάδα ἐλάσας καὶ μὴ ἀρκεσθεὶς κτείνει στρατιώτας ἀποπέμψας.καὶ παρῆν μὲν διὰ τάδε εὐφρανούμενος θεωρίᾳ τοῦ νεκροῦ, θορυβουμένης δὲ τῆς οἰκίας κρύπτειν αὑτὸν ἐνθυμησάμενος οὐ διαφυγγάνει τῶν Γερμανῶν τό τε εἰς τὴν ἔρευναν ἀκριβὲς κἀπὶ τοῖς φόνοις ὁμοίως τῶν τε αἰτίων καὶ μὴ ἐξαγριωσάντων. καὶ οἵδε μὲν ταύτῃ τεθνήκεσαν.Εἰς δὲ τὸ θέατρον ἐπεὶ ἀφίκετο ὁ λόγος περὶ τῆς Γαΐου τελευτῆς, ἔκπληξίς τε καὶ ἀπιστία ἦν· οἱ μὲν γὰρ καὶ πάνυ ἡδονῇ δεχόμενοι τὸν ὄλεθρον αὐτοῦ κἂν πρὸ πολλοῦ ἡγησάμενοι σφίσιν ἀγαθὸν συνελθεῖν ὑπὸ δέους ἐν ἀπιστίᾳ ἦσαν.εἰσὶ δʼ οἷς καὶ πάνυ ἀπʼ ἐλπίδων ἦν διὰ τὸ μὴ ἐθέλειν τι τοιόνδε περὶ τῷ Γαΐῳ γεγονέναι μηδὲ ἀληθείᾳ προστίθεσθαι διὰ τὸ μὴ οἷόν τε ἀνθρώπῳ εἶναι τοιᾷδε ἀρετῇ χρῆσθαι.γύναια δʼ ἦν ταῦτα καὶ παῖδες ὁπόσοι τε δοῦλοι καί τινες τοῦ στρατιωτικοῦ, οἱ μὲν διὰ τὸ μισθοφορεῖν καὶ οὐδὲν ἀλλʼ ἢ συντυραννοῦντες καὶ διακονίᾳ τῆς κατʼ ἐκεῖνον ὕβρεως ἐπανασειόμενοι τοῖς κρατίστοις τῶν πολιτῶν τιμῆς τε ἅμα καὶ ὠφελειῶν τυγχάνειν,