Σελευκέων τοῖς Ἕλλησι πρὸς τοὺς Σύρους ὡς ἐπὶ πολὺ ἐν στάσει καὶ διχονοίᾳ ἐστὶν ὁ βίος καὶ κρατοῦσιν οἱ Ἕλληνες. τότε οὖν συνοικούντων αὐτοῖς Ἰουδαίων γενομένων ἐστασίαζον, καὶ οἱ Σύροι καθυπέρτεροι ἦσαν ὁμολογίᾳ τῇ Ἰουδαίων πρὸς αὐτοὺς φιλοκινδύνων τε ἀνδρῶν καὶ πολεμεῖν προθύμως ἐντεταγμένων.καὶ οἱ Ἕλληνες περιωθούμενοι τῇ στάσει καὶ μίαν ὁρῶντες αὐτοῖς ἀφορμὴν τοῦ ἀνασώσασθαι τὸ πρότερον ἀξίωμα, εἰ δυνηθεῖεν παῦσαι ταὐτὸν λέγοντας Ἰουδαίους καὶ Σύρους, διελέγοντο ἕκαστοι πρὸς τῶν Σύρων τοὺς αὐτοῖς συνήθεις πρὸ τοῦ γεγονότας εἰρήνην τε καὶ φιλίαν ὑπισχνούμενοι.οἱ δὲ ἐπείθοντο ἄσμενοι. ἐγίνοντο οὖν ἀφʼ ἑκατέρων λόγοι καὶ τῶν πρώτων παρʼ ἑκατέροις ἀνδρῶν προασσόντων ἐπιδιαλλαγὰς τάχιστα ἡ σύμβασις ἐγένετο, ὁμονοήσαντές τε μέγα τεκμήριον ἑκάτεροι εὐνοίας παρʼ ἀλλήλοις ἠξίουν παρασχεῖν τὸ πρὸς τοὺς Ἰουδαίους ἔχθος, ἐπιπεσόντες τε αἰφνίδιον αὐτοῖς κτείνουσι μυριάδας ὑπὲρ πέντε ἀνδρῶν, ἀπώλοντό τε πάντες πλὴν εἴ τινες ἐλέῳ φίλων ἢ γειτόνων ἐπιχωρηθὲν αὐτοῖς ἔφυγον.τούτοις δὲ ἦν εἰς Κτησιφῶντα ἀποχώρησις πόλιν Ἑλληνίδα καὶ τῆς Σελευκείας πλησίον κειμένην, ἔνθα χειμάζει τε ὁ βασιλεὺς κατὰ πᾶν ἔτος καὶ πλείστη τῆς ἀποσκευῆς αὐτοῦ τῇδε ἀποκειμένη τυγχάνει. ἀσύνετα δὲ ἦν αὐτοῖς τὴν ἵδρυσιν πεποιημένοις τιμῇ τῆς βασιλείας Σελευκέων πεφροντικότων.ἐφοβήθη δὲ καὶ πᾶν τὸ τῇδε Ἰουδαίων ἔθνος τούς τε Βαβυλωνίους καὶ τοὺς Σελευκεῖς, ἐπειδὴ καὶ ὁπόσον ἦν Σύρων ἐμπολιτεῦον τοῖς τόποις ταὐτὸν ἔλεγον τοῖς Σελευκεῦσιν ἐπὶ πολέμῳ τῷ πρὸς τοὺς Ἰουδαίους.καὶ συνελέγησαν ὥστε πολὺ εἴς τε τὰ Νέερδα καὶ τὴν Νίσιβιν ὀχυρότητι τῶν πόλεων κτώμενοι τὴν ἀσφάλειαν, καὶ ἄλλως πληθὺς ἅπασα μαχίμων ἀνδρῶν κατοικεῖται. καὶ τὰ μὲν κατὰ Ἰουδαίους τοὺς ἐν τῇ Βαβυλωνίᾳ κατῳκημένους τοιαῦτα ἦν.