Ἀνιλαῖος δὲ ταῦτα πυθόμενος παρὰ ἀνδρὸς Σύρου ἀλλοφύλου ἐξ ἑτέρας κώμης τέ τε ἄλλα φράζοντος ἀκριβῶς καὶ τὸ χωρίον, ἔνθα Μιθριδάτης ἤμελλεν δαίνυσθαι, δειπνοποιησάμενος καθʼ ὥραν ἤλαυνε νυκτὸς ἀμαθέσι τῶν ποιουμένων χρῄζων τοῖς Παρθυαίοις ἐπιπεσεῖν.καὶ περὶ τετάρτην φυλακὴν ἐπιπεσὼν τοὺς μὲν ἔτι κοιμωμένους ἀναιρεῖ τοὺς δὲ εἰς φυγὴν τρέπει, Μιθριδάτην δὲ ζωγρίᾳ λαβὼν ἦγεν ὡς αὐτὸν ἐπὶ ὄνον γυμνὸν ἀναθέμενος, ἥπερ ἀτιμιῶν μεγίστη νομίζεται παρὰ Παρθυαίοις.καταγαγὼν δὲ εἰς τὴν ὕλην μετὰ τοιοῦδε ὁρίσματος, καὶ κελευόντων τῶν φίλων ἀναιρεῖν τὸν Μιθριδάτην ἀνεδίδασκεν αὐτοὺς σπεύδων αὐτὸς ἐναντία· μὴ γὰρ καλῶς ἔχειν ἀναιρεῖν ἄνδρα γένους τε ὄντα τοῦ πρώτου παρὰ Παρθυαίοις καὶ ἐπιγαμίᾳ τῇ πρὸς τὸν βασιλέα μειζόνως τιμώμενον·νῦν μὲν γὰρ ἀνεκτὰ εἶναι τὰ πεπραγμένα· καὶ γὰρ εἰ περιύβρισται Μιθριδάτης, ἀλλʼ οὖν σωτηρίᾳ τῆς ψυχῆς εὐεργετούμενον χάριτος μνήσεσθαι τοῖς τὰ τοιάδε παρασχοῦσιν,παθόντος δέ τι ἀνήκεστον οὐκ ἀτρεμήσειν βασιλέα μὴ οὐ μεγάλην σφαγὴν Ἰουδαίων τῶν ἐν Βαβυλῶνι ποιησάμενον, ὧν φείδεσθαι καλῶς ἔχειν διά τε τὴν συγγένειαν καὶ διὰ τὸ μὴ ἀναστροφὴν εἶναι ἂν αὐτοῖς πταίσματός τινος γενομένου τὸ κατʼ ἐκείνους ἀκμῆς πληθύι χρώμενον.καὶ ὁ μὲν ταῦτα διανοηθεὶς καὶ φράσας ἐν τῷ συλλόγῳ πιθανὸς ἦν ἀφίεταί τε Μιθριδάτης, ἐλθόντα δὲ αὐτὸν ὠνείδιζεν ἡ γυνή, εἰ μὴ προμηθήσεται βασιλέως τε γαμβρὸς ὢν καὶ ταύτῃ τιμωρῶν τιμωρηθήσεσθαι τοὺς ὑβρίσαντας εἰς αὐτὸν περιορώμενος,ἀγαπῶν δὲ τὴν σωτηρίαν μετὰ αἰχμαλωσίαν ὑπὸ Ἰουδαίων ἀνδρῶν γενομένην· καὶ νῦν ἐπανάδραμε τὴν ἀρετήν, ἢ θεοὺς ἐπόμνυμι τοὺς βασιλείους ἦ μὴν παραλυθήσεσθαι τῆς πρὸς σὲ ἐπὶ γάμῳ κοινωνίας.ὁ δὲ αὖ τοῦτο μὲν τῶν ὀνειδῶν τὴν καθʼ ἡμέραν ἀχθηδόνα μὴ φέρων, τοῦτο δὲ τῆς γυναικὸς τὴν μεγαλοφροσύνην δεδιώς, μὴ παραλύοιτο αὐτοῦ τῶν γάμων, ἄκων μὲν καὶ μὴ βουλόμενος συνάγει δʼ οὖν στρατὸν ὅσον ἐδύνατο πλεῖστον καὶ ἤλαυνεν οὐκ ἀνασχετὸν ὑπολαμβάνων ἔτι καὶ αὐτὸς τὴν σωτηρίαν, εἰ Παρθυαῖος ὢν ὑπὸ Ἰουδαίου περιωθοῖτο ἀντιπολεμοῦντος.Ἀνιλαῖος δὲ ὡς μανθάνει προσελαύνοντα δυνάμει πολλῇ τὸν Μιθριδάτην ἄδοξον ἡγησάμενος τὸ μένειν ἐν τοῖς ἕλεσιν, ἀλλὰ μὴ φθάσας ὑπαντιάζειν τοὺς πολεμίους, εὐτυχίᾳ τε τῇ πρότερον ἐλπίζων ὅμοια πράξειν καὶ τήν τε ἀρετὴν τοῖς τολμῶσι καὶ εἰωθόσιν θαρρεῖν παρατυγχάνειν, ἐξῆγε τὴν δύναμιν.πολλοί τε πρὸς τῷ οἰκείῳ στρατῷ προσεγεγόνεσαν αὐτῷ καθʼ ἁρπαγὴν τῶν ἀλλοτρίων τραπησόμενοι καὶ ὄψει πᾶν προεκπλήξοντες τοὺς πολεμίους.προϊοῦσι δὲ αὐτοῖς εἰς σταδίους ἐνενήκοντα καὶ διὰ τῆς ἀνύδρου τῆς πορείας γενομένης καὶ μεσημβρίας τά τε ἄλλα περιῆν τότε τὸ δίψος καὶ Μιθριδάτης ἐπιφανεὶς προσέβαλε τεταλαιπωρημένοις ἀπορίᾳ τοῦ πιεῖν καὶ διʼ αὐτὸ καὶ τὴν ὥραν φέρειν τὰ ὅπλα μὴ δυναμένοις.τροπή τε οὖν γίνεται τῶν περὶ τὸν Ἀνιλαῖον διὰ τὸ ἀπηγορευκότας ἀκραιφνέσι προσφέρεσθαι καὶ φόνος πολὺς πολλαί τε μυριάδες ἔπεσον ἀνδρῶν, Ἀνιλαῖος δὲ καὶ ὅσον περὶ αὐτὸν ἦν συνεστηκὸς ἐπὶ τῆς ὕλης ἐπανεχώρουν φυγῇ μεγάλην νίκης τῆς ἐπʼ αὐτοῖς χαρὰν Μιθριδάτῃ παρεσχηκότες.Ἀνιλαίῳ δὲ προσῄει πλῆθος ἄπορον ἀνδρῶν πονηρῶν ἐν ὀλίγῳ τὴν σωτηρίαν ποιουμένων ῥᾳστώνης χάριτι τῆς εἰς τὸ παρόν, ὥστε ἀντανίσωμα τὴν τούτων πρόσοδον γενέσθαι πλῆθος τῶν ἀπολωλότων· οὐ μὴν ὅμοιοί γε ἦσαν τοῖς πεπτωκόσι διὰ τὸ ἀμελέτητον.οὐ μὴν ἀλλὰ καὶ ταύταις ἐπιφοιτᾷ ταῖς κώμαις τῶν Βαβυλωνίων ἀνάστατά τε ἦν πάντα ταῦτα ὑπὸ τῆς Ἀνιλαίου ὕβρεως.καὶ οἱ Βαβυλώνιοι καὶ οἱ ὄντες ἐν τῷ πολέμῳ πέμπουσιν ἐς τὰ Νέερδα πρὸς τοὺς ἐν αὐτῇ Ἰουδαίους Ἀνιλαῖον ἐξαιτούμενοι, καὶ μὴ δεξομένοις τὸν λόγον τοῦτον, οὐδὲ γὰρ βουλομένοις ἔκδοτον παρασχεῖν δυνηθῆναι, εἰρήνην προυκαλοῦντο· οἱ δὲ καὐτοὶ χρῄζειν ἔλεγον τῶν ἐπὶ τῆς εἰρήνης συμβάσεων καὶ πέμπουσι μετὰ τῶν Βαβυλωνίων ἄνδρας, οἳ διαλέξοιντο πρὸς τὸν Ἀνιλαῖον.οἱ δὲ Βαβυλώνιοι κατοπτίας αὐτοῖς γενομένης μαθόντες τὸ χωρίον, ἐν ᾧ ἱδρυμένος ὁ Ἀνιλαῖος ἦν, ἐπιπεσόντες κρύφα νυκτὸς μεθύουσι καὶ καθʼ ὕπνον τετραμμένοις κτείνουσιν ἀδεῶς πάντας ὅσους ἐγκατέλαβον καὶ Ἀνιλαῖον αὐτόν.Βαβυλώνιοι δὲ ἀπαλλαγέντες τῆς Ἀνιλαίου βαρύτητος, ἐπιστόμισμα γὰρ ἦν αὐτῶν μίσει τῷ πρὸς τοὺς Ἰουδαίους, ἀεὶ γὰρ ὡς ἐπὶ πολὺ διάφοροι καθεστήκεσαν αἰτίᾳ τῆς ἐναντιώσεως τῶν νόμων καὶ ὁποτέροις παραγένοιτο θαρρεῖν πρότεροι ἀλλήλων ἥπτοντο εἰ μὴ καὶ τότε οὖν ἀπολωλότων τῶν περὶ τὸν Ἀνιλαῖον ἐπετίθεντο τοῖς Ἰουδαίοις οἱ Βαβυλώνιοι.οἱ δʼ ἐν δεινῷ τιθέμενοι τὴν ὕβριν τὴν ἐκ τῶν Βαβυλωνίων καὶ μήτε ἀντιτάξασθαι μάχῃ δυνάμενοι μήτε ἀνεκτὸν ἡγούμενοι τὴν συνοικίαν ᾤχοντο εἰς Σελεύκειαν τῶν ἐκείνῃ πόλιν ἀξιολογωτάτην Σελεύκου κτίσαντος αὐτὴν τοῦ Νικάτορος. οἰκοῦσιν δʼ αὐτὴν πολλοὶ μὲν Μακεδόνων, πλεῖστοι δὲ Ἕλληνες, ἔστιν δὲ καὶ Σύρων οὐκ ὀλίγον τὸ ἐμπολιτευόμενον.εἰς μὲν δὴ ταύτην καταφεύγουσιν οἱ Ἰουδαῖοι καὶ ἐπὶ μὲν πέντε ἔτη ἀπαθεῖς κακῶν ἦσαν, τῷ δὲ ἕκτῳ ἔτει μετὰ τὸ πρῶτον φθορὰ ἐν Βαβυλῶνι ἐγένετο αὐτῶν καὶ καιναὶ κτίσεις ἐκ τῆς πόλεως καὶ διʼ αὐτὴν ἄφιξις εἰς τὴν Σελεύκειαν ἐκδέχεται μείζων αὐτοὺς συμφορὰ διʼ αἰτίαν, ἣν ἀφηγήσομαι.