καὶ ταῦτʼ ἐπράσσετο ἐπὶ ἡμέρας τεσσαράκοντα, καὶ τοῦ γεωργεῖν ἀπερίοπτοι τὸ λοιπὸν ἦσαν καὶ ταῦτα τῆς ὥρας οὔσης πρὸς σπόρῳ, πολλή τε ἦν προαίρεσις αὐτοῖς καὶ τοῦ θνήσκειν ἐπιθυμίας πρόθεσις, ἢ τὴν ἀνάθεσιν θεάσασθαι τοῦ ἀνδριάντος.Ἐν τούτοις ὄντων τῶν πραγμάτων Ἀριστόβουλος ὁ Ἀγρίππου τοῦ βασιλέως ἀδελφὸς καὶ Ἑλκίας ὁ μέγας ἄλλοι τε οἱ κράτιστοι τῆσδε τῆς οἰκίας καὶ οἱ πρῶτοι σὺν αὐτοῖς εἰσίασιν ὡς τὸν Πετρώνιον παρακαλοῦντες αὐτόν,ἐπειδὴ τὴν προθυμίαν ὁρᾷ τῆς πληθύος, μηδὲν εἰς ἀπόνοιαν αὐτῆς παρακινεῖν, ἀλλὰ γράφειν πρὸς Γάιον τὸ ἀνήκεστον αὐτῶν πρὸς τὴν ἀποδοχὴν τοῦ ἀνδριάντος, πῶς τε ἀποστάντες τοῦ γεωργεῖν ἀντικαθέζονται, πολεμεῖν μὲν οὐ βουλόμενοι διὰ τὸ μηδʼ ἂν δύνασθαι, θανεῖν δʼ ἔχοντες ἡδονὴν πρὶν παραβῆναι τὰ νόμιμα αὐτοῖς, ὥστε ἀσπόρου τῆς γῆς γενομένης λῃστεῖαι ἂν φύοιντο ἀδυναμίᾳ καταβολῆς τῶν φόρων.ἴσως γὰρ ἂν ἐπικλασθέντα τὸν Γάιον μηδὲν ὠμὸν διανοηθῆναι μηδὲ ἐπʼ ἀναστάσει φρονῆσαι τοῦ ἔθνους· ἐμμένοντος δὲ τῇ τότε βουλῇ τοῦ πολεμεῖν τότε δὴ καὐτὸν ἅπτεσθαι τοῦ πράγματος.καὶ οἱ μὲν ἀμφὶ τὸν Ἀριστόβουλον ἐπὶ τούτοις τὸν Πετρώνιον παρεκάλουν. Πετρώνιος δὲ τοῦτο μὲν τῶν περὶ τὸν Ἀριστόβουλον παντοίως ἐπικειμένων διὰ τὸ ὑπὲρ μεγάλων ποιεῖσθαι τὴν δέησιν καὶ πάσῃ μηχανῇ χρησαμένων εἰς τὰς ἱκετείας,τοῦτο δὲ τῶν Ἰουδαίων θεώμενος τὴν ἀντιπαράταξιν τῆς γνώμης καὶ δεινὸν ἡγούμενος τοσαῖσδε ἀνθρώπων μυριάσιν μανίᾳ τῇ Γαΐου διακονούμενος ἐπαγαγὼν θάνατον ἐν αἰτίᾳ τὸ πρὸς θεὸν σεβάσμιον ἔχειν καὶ μετὰ πονηρᾶς τὸν μετὰ ταῦτα βίον ἐλπίδος διαιτᾶσθαι, πολὺ κρεῖσσον ἡγεῖτο ἐπιστείλας τῷ Γαΐῳ τὸ ἀνήκεστον αὐτῶν ὀργὴν φέροντος μὴ ἐκ τοῦ ὀξέος δεδιακονημένου αὐτοῦ ταῖς ἐπιστολαῖς·τάχα μὲν γὰρ καὶ πείσειν· καὶ τῇ τὸ πρῶτον μανίᾳ τῆς γνώμης ἐπιμένοντος ἅψεσθαι πολέμου τοῦ πρὸς αὐτούς, εἰ δʼ ἄρα τι καὶ κατʼ αὐτοῦ τρέποι τῆς ὀργῆς, καλῶς ἔχειν τοῖς ἀρετῆς μεταποιουμένοις ὑπὲρ τοσῆσδε ἀνθρώπων πληθύος τελευτᾶν, ἔκρινε πιθανὸν ἡγεῖσθαι τῶν δεομένων τὸν λόγον.Συγκαλέσας δὲ εἰς τὴν Τιβεριάδα τοὺς Ἰουδαίους, οἱ δὲ ἀφίκοντο πολλαὶ μυριάδες, καταστὰς ἐπʼ αὐτῶν τήν τε ἐν τῷ παρόντι στρατείαν οὐ γνώμης ἀπέφαινε τῆς αὐτοῦ τοῦ δὲ αὐτοκράτορος τῶν προσταγμάτων, τὴν ὀργὴν οὐδὲν εἰς ἀναβολάς, ἀλλʼ ἐκ τοῦ παραχρῆμα ἐπιφέρεσθαι τοῖς πράγμασιν τοῖς παρακροᾶσθαι θάρσος εἰσφερομένοις· ᾧ καλῶς ἔχον ἐστὶν τόν γε τιμῆς τοσαύτης ἐπιτετευχότα συγχωρήσει τῇ ἐκείνου οὐδὲν ἐναντίον πράσσειν·οὐ μὴν δίκαιον ἡγοῦμαι ἀσφάλειάν τε καὶ τιμὴν τὴν ἐμαυτοῦ μὴ οὐχ ὑπὲρ τοῦ ὑμετέρου μὴ ἀπολουμένου τοσούτων ὄντων ἀναλοῦν διακονούμενον τῇ ἀρετῇ τοῦ νόμου, ὃν πάτριον ὄντα περιμάχητον ἡγεῖσθε, καὶ τῇ ἐπὶ πᾶσιν ἀξιώσει καὶ δυνάμει τοῦ θεοῦ, οὗ τὸν ναὸν οὐκ ἂν περιιδεῖν τολμήσαιμι ὕβρει πεσεῖν τῆς τῶν ἡγεμονευόντων ἐξουσίας.στέλλω δὲ ὡς Γάιον γνώμας τε τὰς ὑμετέρας διασαφῶν καί πῃ καὶ συνηγορίᾳ χρώμενος ὑπὲρ τοῦ καθʼ ἡμᾶς παρὰ γνώμην πεισομένην οἷς προύθεσθε ἀγαθοῖς. καὶ συμπράσσοι μὲν ὁ θεός, βελτίων γὰρ ἀνθρωπίνης μηχανῆς καὶ δυνάμεως ἡ κατʼ ἐκεῖνον ἐξουσία, πρυτανεύων ὑμῖν τε τὴν τήρησιν τῶν πατρίων καὶ αὐτῷ τὸ μηδὲν ἀνθρωπείαις παρὰ γνώμην βουλεύσεσι τιμῶν τῶν εἰωθυιῶν ἁμαρτεῖν.εἰ δʼ ἐκπικρανθεὶς Γάιος εἰς ἐμὲ τρέψει τὸ ἀνήκεστον τῆς ὀργῆς, τλήσομαι πάντα κίνδυνον καὶ πᾶσαν ταλαιπωρίαν συνιοῦσαν τῷ σώματι καὶ τῇ τύχῃ ὑπὲρ τοῦ μὴ ὑμᾶς τοσούσδε ὄντας ἐπὶ οὕτως ἀγαθαῖς ταῖς πράξεσι διολλυμένους θεωρεῖν.ἄπιτε οὖν ἐπὶ ἔργα τὰ αὐτῶν ἕκαστοι καὶ τῇ γῇ ἐπιπονεῖτε. πέμψω δʼ αὐτὸς ἐπὶ Ῥώμης καὶ τὰ πάντα ὑπὲρ ὑμῶν διʼ ἐμαυτοῦ καὶ τῶν φίλων οὐκ ἀποτραπήσομαι διακονεῖν.Ταῦτα εἰπὼν καὶ διαλύσας τῶν Ἰουδαίων τὸν σύλλογον προμηθεῖσθαι τῶν εἰς τὴν γεωργίαν ἠξίου τοὺς ἐν τέλει καὶ καθομιλεῖν τὸν λαὸν ἐλπίσι χρησταῖς. καὶ ὁ μὲν εὐθυμεῖν τὸ πλῆθος ἔσπευδεν. ὁ θεὸς δὲ παρρησίαν ἐπεδείκνυτο τὴν αὐτοῦ Πετρωνίῳ καὶ τὴν ἐπὶ τοῖς ὅλοις σύλληψιν·ἅμα τε γὰρ ἐπαύετο τοῦ λόγου, ὃν πρὸς τοὺς Ἰουδαίους εἶπεν, καὶ αὐτίκα ὑετὸν ἠφίει μέγαν παρʼ ἐλπίδα τοῖς ἀνθρώποις γενόμενον διὰ τὸ ἐκείνην τὴν ἡμέραν αἴθριον ἕωθεν οὖσαν οὐδὲν ὄμβριον ἀποσημαίνειν ἐκ τῶν περὶ τὸν οὐρανὸν καὶ τὸ πᾶν ἔτος αὐχμῷ μεγάλῳ κατεσχημένον ἐπʼ ἀπογνώσει ποιεῖν τοὺς ἀνθρώπους ὕδατος τοῦ ἄνωθεν, εἰ καὶ σύννεφόν ποτε θεάσαιντο τὸν οὐρανόν.ὥστε δὴ τότε πολλοῦ καὶ παρὰ τὸ εἰωθὸς καὶ παρὰ τὸ ἑτέρῳ δόξαν ἀφιγμένου ὕδατος τοῖς τε Ἰουδαίοις ἐλπὶς ἦν ἐπʼ οὐδαμοῖς ἀτυχήσειν Πετρώνιον ὑπὲρ αὐτῶν δεόμενον, ὅ τε Πετρώνιος κατεπέπληκτο μειζόνως ὁρῶν ἐναργῶς τὸν θεὸν τῶν Ἰουδαίων προμηθούμενον καὶ πολλὴν ἀποσημήναντα τὴν ἐπιφάνειαν, ὡς μηδʼ ἂν τοῖς ἔργῳ προθεμένοις τἀναντία φρονεῖν ἰσχὺν ἀντιλέξεως καταλελεῖφθαι.ὡς δὲ καὶ πρὸς τὸν Γάιον σὺν τοῖς λοιποῖς ὁπόσα ἔγραφεν, ἐπαγωγὰ δὲ ἦν τὰ πάντα καὶ παντοίως παρακαλοῦντα μὴ τοσαύτας μυριάδας ἀνθρώπων ἀπονοεῖν, ἃς εἰ κτείνοι, οὐ γὰρ δίχα γε πολέμου παραχωρήσειν τοῦ νομίμου τῆς θρησκείας, προσόδου τε τῆς ἀπʼ αὐτῶν ἀποστερεῖσθαι καὶ τῷ τροπαίῳ τῆς ἀρᾶς ὑποτίθεσθαι τὸν μέλλοντα αἰῶνα.