Δευτέρῳ δὲ ἔτει τῆς Γαΐου Καίσαρος ἡγεμονίας Ἀγρίππας ἠξίου συγχώρησιν αὐτῷ γενέσθαι πλεύσαντι τήν τε ἀρχὴν καταστήσασθαι καὶ τὰ ἄλλα εἰς δέον οἰκονομησαμένῳ ἐπανιέναι.καὶ συγχωροῦντος τοῦ αὐτοκράτορος παρῆν παρʼ ἐλπίδας τε ὤφθη πᾶσι βασιλεὺς πολλήν τε τῆς τύχης ἐπεδείκνυεν ἐπὶ τοῖς ἀνθρώποις τὴν ἐξουσίαν τοῖς θεωροῦσιν ἐκ λογισμῶν ἀπορίας τε τῆς πρότερον καὶ τοῦ ἐν τῷ παρόντι εὐδαίμονος. καὶ οἱ μὲν ἐμακάριζον τοῦ μὴ διαμαρτίᾳ χρησαμένου τῶν ἐλπίδων, οἱ δʼ ἐν ἀπιστίᾳ περὶ τῶν γεγονότων ἦσαν.Ἡρωδιὰς δὲ ἡ ἀδελφὴ τοῦ Ἀγρίππου συνοικοῦσα Ἡρώδῃ, τετράρχης δὲ οὗτος ἦν Γαλιλαίας καὶ Περαίας, φθόνῳ τἀδελφοῦ τὴν ἐξουσίαν ἐδέχετο ὁρῶσα ἐν πολὺ μείζονι ἀξιώματι γεγενημένον ἀνδρὸς τοῦ αὐτῆς, διὰ τὸ φυγῇ μὲν ποιήσασθαι τὴν ἔξοδον διαλῦσαι τὰ χρέα μὴ δυνάμενον, κάθοδον δὲ μετʼ ἀξιώματος καὶ οὕτως πολλοῦ τοῦ εὐδαίμονος.ἐλυπεῖτο οὖν καὶ βαρέως ἔφερεν τῇ ἐπὶ τοσοῦτον αὐτοῦ μεταβολῇ, καὶ μάλιστα ὁπότε θεάσαιτο μετὰ τῶν εἰωθότων παρασήμων τῆς βασιλείας ἐπιφοιτῶντά τε τοῖς πλήθεσιν, ἐπικρύπτεσθαι οὐκ ἠνείχετο τὴν δυστυχίαν τοῦ φθόνου, ἀλλὰ τὸν ἄνδρα ἐξῆρεν κελεύουσα ἐπὶ τῆς Ῥώμης πλεῖν ἐπὶ μνηστείᾳ τῶν ἴσων·οὐδὲ γὰρ ἀνεκτὸν εἶναι σφίσι τὸ ζῆν, εἰ Ἀγρίππας Ἀριστοβούλου μὲν υἱὸς ὢν θανεῖν ὑπὸ τοῦ πατρὸς κατεγνωσμένου, πενίᾳ δὲ ἀπόρῳ συνιών, ὡς τελέως αὐτῷ ἐπικουφίζεσθαι τἀναγκαῖα τοῦ ἐφʼ ἡμέρας, φυγῇ δὲ τῶν δεδανεικότων τὸν πλοῦν πεποιημένος ἐπανεληλύθοι βασιλεύς, αὐτὸς δέ γε ὢν παῖς βασιλέως καὶ τοῦ συγγενοῦς τῆς ἀρχῆς καλοῦντος αὐτὸν ἐπὶ μεταποιήσει τῶν ἴσων καθέζοιτο ἀγαπῶν ἐν ἰδιωτείᾳ διαβιοῦν.ἀλλʼ εἰ καὶ πρότερόν γε, Ἡρώδη, μηδὲν ἐλύπει σε τὸ ἐν ἐλάσσονι τιμῇ πατρὸς οὗ γέγονας εἶναι, νῦν γοῦν ὀρέχθητι συγγενοῦς ἀξιώματος μηδὲ ὑπόμενε ἡσσᾶσθαι προύχοντι τιμῆς ἀνδρὶ πλοῦτον τεθεραπευκότι τὸν σόν, μηδὲ πενίαν ἀποφήνῃς τὴν ἐκείνου τῆς ἡμετέρας εὐπορίας ἀρετῇ μᾶλλον χρῆσθαι δυναμένην, μηδὲ δευτερεύειν ἀνεπαίσχυντον ἡγοῦ τῶν χθές τε καὶ πρῴην ἐλέῳ τῷ σῷ διαβεβιωκότων.ἀλλʼ ἐπὶ τῆς Ῥώμης ἴωμεν, καὶ μήτε πόνου φειδώ τις ἔστω μήτε ἀργυρίου δαπάνης καὶ χρυσίου, διὰ τὸ μὴ ἐπʼ οὐδαμινοῖς ἐν βελτίοσιν γενέσθαι τὴν τήρησιν αὐτῶν ἀναλώσεως τῆς ἐπὶ κτήσει βασιλείας ἐσομένης.Ὁ δὲ τέως μὲν ἀπεμάχετο ἀγαπῶν τὴν ἡσυχίαν καὶ τῆς Ῥώμης τὸν ὄχλον διʼ ὑποψίας λαμβάνων ἀναδιδάσκειν τε αὐτὴν ἐπειρᾶτο, ἡ δʼ ἐφʼ ὅσον ἐξαναχωροῦντα ἑώρα μειζόνως ἐπέκειτο κελεύουσα μὴ ἀνιέναι πάντα πράσσειν ἐπὶ τῇ βασιλείᾳ.καὶ πέρας οὐκ ἀνῆκεν ἕως ἐξενίκησεν αὐτὸν ὁμογνώμονα αὐτῇ ἀκουσίως γενέσθαι διὰ τὸ μὴ εἶναι ἄλλως ἀποφυγεῖν αὐτῆς τὸ ἐπὶ τοιούτοις ψηφισάμενον, παρασκευασάμενός τε ὡς ἐνῆν πολυτελῶς καὶ φειδοῖ μηδενὸς χρώμενος ἀνήγετο ἐπὶ τῆς Ῥώμης ἅμα καὶ τὴν Ἡρωδιάδα ἀγόμενος.Ἀγρίππας δὲ τήν τε διάνοιαν αὐτῶν καὶ τὴν παρασκευὴν αἰσθόμενος καὶ αὐτὸς παρεσκευάζετο, ἐπεί τε ἐκπεπλευκότας ἀκούει, πέμπει καὶ αὐτὸς ἐπὶ τῆς Ῥώμης Φορτουνᾶτον αὐτοῦ τῶν ἀπελευθέρων δῶρά τε κομίζοντα τῷ αὐτοκράτορι καὶ ἐπιστολὰς κατὰ τοῦ Ἡρώδου τὰ δὲ καὶ αὐτὸν διδάξοντα ᾗ καιρὸς τὸν Γάιον.ὁ δὲ ἐπαναχθεὶς τοῖς ἀμφὶ τὸν Ἡρώδην καὶ δεξιῷ χρησάμενος τῷ πλῷ τοσόνδε ἀπελίπετο τοῦ Ἡρώδου, ὥστε τὸν μὲν ἐντυχεῖν Γαΐῳ, ὁ δὲ ἐπικατάγεται καὶ τὰς ἐπιστολὰς ἀπεδίδου. καὶ προσέπλευσαν ἀμφότεροι Δικαιαρχείᾳ καὶ τὸν Γάιον ἐν Βαΐαις λαμβάνουσιν.πολύδριον δʼ ἐστὶ καὶ τοῦτο τῆς Καμπανίας ὅσον ἀπὸ σταδίων πέντε τῆς Δικαιαρχείας κείμενον, βασίλειοί τέ εἰσιν οἰκήσεις αὐτόθι πολυτελέσι κεχρημέναι κατασκευαῖς φιλοτιμηθέντος τῶν αὐτοκρατόρων ἑκάστου τοὺς προγεγονότας ὑπερβάλλεσθαι, λουτρά τε παρέχεται τὸ χωρίον θερμὰ γῆθεν αὐτόματα ἀνιέντα ἀγαθὰ ἐπί τε ἰάσει τοῖς χρωμένοις καὶ ἄλλως τῷ ἀνειμένῳ τῆς διαίτης συμφέροντα.Γάιος δὲ ἅμα τε προσαγορεύων τὸν Ἡρώδην, πρῶτον δὲ αὐτῷ ἐνετύγχανεν, ἅμα τε τοῦ Ἀγρίππου τὰς ἐπιστολὰς ἐπιὼν ἐπὶ κατηγορίᾳ τῇ ἐκείνου συγκειμένας, κατηγόρει δὲ αὐτοῦ ὁμολογίαν πρὸς Σηιανὸν κατὰ τῆς Τιβερίου ἀρχῆς καὶ πρὸς Ἀρτάβανον τὸν Πάρθον ἐπὶ τοῦ παρόντος κατὰ τῆς Γαΐου ἀρχῆς,παράδειγμά τε ἦν αὐτῷ τοῦ λόγου μυριάσιν ἑπτὰ ὁπλιτῶν ἀρκέσουσα κατασκευὴ ἐν ταῖς Ἡρώδου ὁπλοθήκαις ἀποκειμένη, ἐκινεῖτό τε ὑπὸ τῶν εἰρημένων καὶ ἤρετο τὸν Ἡρώδην, εἰ ἀληθὴς ὁ περὶ τῶν ὅπλων λόγος.τοῦ δέ, οὐ γὰρ ἦν ἕτερα εἰπεῖν διὰ τὸ ἀντιφθέγξασθαι τὴν ἀλήθειαν, εἰπόντος εἶναι τὰ ὅπλα, πιστὰ ἡγούμενος εἶναι τὰ ἐπὶ τῇ ἀποστάσει κατηγορούμενα, τὴν τετραρχίαν ἀφελόμενος αὐτὸν προσθήκην τῇ Ἀγρίππου βασιλείᾳ ποιεῖται καὶ τὰ χρήματα ὁμοίως τῷ Ἀγρίππᾳ δίδωσιν, αὐτὸν δὲ φυγῇ ἀιδίῳ ἐζημίωσεν ἀποδείξας οἰκητήριον αὐτοῦ Λούγδουνον πόλιν τῆς Γαλλίας.Ἡρωδιάδα δὲ μαθὼν Ἀγρίππου ἀδελφὴν οὖσαν τά τε χρήματα ἐδίδου ὁπόσα ἐκείνῃ ἰδίᾳ ἦν καὶ τοῦ μὴ κοινωνεῖν νομίσας τῷ ἀνδρὶ τῆς συμφορᾶς τεῖχος αὐτῇ τὸν ἀδελφὸν ἔλεγεν.ἡ δέ ἀλλὰ σὺ μέν, αὐτόκρατορ, εἶπεν, μεγαλοφρόνως τε καὶ ἀξιώματι τῷ σαυτοῦ πρεπόντως τάδε λέγεις, κώλυμα δέ μοί ἐστιν χρῆσθαί σου τῇ χάριτι τῆς δωρεᾶς εὔνοια ἡ πρὸς τὸν γεγαμηκότα, οὗ κοινωνόν με τῆς εὐδαιμονίας γενομένην οὐ δίκαιον ἐγκαταλιπεῖν τὸ ἐπὶ ταῖς τύχαις καθεσταμένον.