εὑρίσκετο δʼ αὐτῷ παρὰ τοῦ Μάκρωνος στρατιωτῶν τε μετρίων ἀνδρῶν οἳ παραφυλάξειαν αὐτὸν ἐν φροντίσιν καὶ ἑκατοντάρχου τοῦ ἐφεστηξομένου τε ἐκείνοις καὶ συνδέτου ἐσομένου, λουτρά τε καθʼ ἡμέραν συγκεχωρῆσθαι καὶ ἀπελευθέρων καὶ φίλων εἰσόδους τήν τε ἄλλην ῥᾳστώνην, ἣ τῷ σώματι γένοιτʼ ἄν.εἰσῄεσάν τε ὡς αὐτὸν φίλος τε Σίλας καὶ τῶν ἀπελευθέρων Μαρσύας καὶ Στοιχεὺς τροφὰς εἰσκομίζοντες αἷς ἔχαιρεν καὶ διʼ ἐπιμελείας πάσης ἔχοντες, ἱμάτιά τε κομίζοντες ἐπὶ προσποιήσει πράσεως ὁπότε νὺξ γένοιτο ὑπεστρώνυσαν αὐτῷ συμπράξει τῶν στρατιωτῶν Μάκρωνος προειρηκότος· καὶ ταῦτα ἐπράσσετο ἐπὶ μῆνας ἕξ. καὶ τὰ μὲν κατὰ Ἀγρίππαν ἐν τούτοις ἦν.Τιβέριος δʼ ἐπανελθὼν εἰς τὰς Καπρέας ἐμαλακίζετο τὰ μὲν πρῶτα μετρίως, ἐπιδούσης δʼ εἰς τὸ μᾶλλον τῆς νόσου πονηρὰς ἔχων περὶ αὐτῷ τὰς ἐλπίδας Εὔοδον, ὃς ἦν αὐτῷ τιμιώτατος τῶν ἀπελευθέρων, κελεύει τὰ τέκνα προσαγαγεῖν πρὸς αὐτόν· χρῄζειν γὰρ ἀφικέσθαι σφίσι διὰ λόγων πρὶν ἢ τελευτᾶν.ἦσαν δʼ αὐτῷ παῖδες γνήσιοι μὲν οὐκέτι· Δροῦσος γὰρ δὴ ὁ μόνος αὐτῷ γεγονὼς ἐτύγχανεν τεθνεώς· υἱὸς δὲ τούτου κατελείπετο Τιβέριος ἐπικαλούμενος Γέμελλος, Γάιός τε Γερμανικοῦ παῖς, ἀδελφοῦ υἱὸς γεγονώς, νεανίας τε ἤδη καὶ παιδείαν ἐκπεπονηκὼς ἐπὶ πλεῖστον εὐνοίᾳ τε τοῦ δήμου τιμώμενος διὰ τὴν Γερμανικοῦ τοῦ πατρὸς ἀρετήν·ἐπὶ μέγιστον γὰρ δὴ οὗτος προῆλθεν παρὰ τοῖς πλήθεσι τιμῆς εὐσταθείᾳ τρόπου καὶ δεξιότητι τοῦ ὁμιλεῖν ἀνεπαχθὴς ὢν καὶ τὴν ἀξίωσιν κτώμενος τῷ βούλεσθαι ἴσος πᾶσιν εἶναι.ἐξ ὧν οὐ μόνον ὁ δῆμος καὶ ἡ βουλὴ μειζόνως ἦγον αὐτόν, ἀλλὰ καὶ τῶν ὑποτελῶν ἕκαστον ἐθνῶν, οἱ μὲν ὡμιληκότες ἁλισκόμενοι τῇ χάριτι τῆς ἐντεύξεως, οἱ δὲ πύστει τῆς ἐκείνων ἀφηγήσεως παραλαμβάνοντες.πένθος τε αὐτοῦ τελευτήσαντος προυτέθη πᾶσιν οὐ θεραπείᾳ τῆς ἀρχῆς ἐπιψευδομένων τὴν συμφοράν, λύπῃ δὲ ἀληθεῖ οἰκειουμένων διὰ τὸ ἴδιον τυχεῖν ἑκάστοις τὴν μετάστασιν αὐτοῦ ὑπειλῆφθαι·οὕτως ἀνεπαχθῶς ὡμίλησε τοῖς ἀνθρώποις. ἐξ ὧν μέγα ὄφελος καὶ τῷ παιδὶ αὐτοῦ παρὰ πᾶσιν κατελέλειπτο τοῖς τε ἄλλοις καὶ μάλιστα τὸ στρατιωτικὸν ἦρτο, ἀρετὴν ἀριθμοῦντες τὸ περὶ τῆς ἀρχῆς ἐκείνῳ περιγενησομένης, εἰ δεήσει, καὶ τελευτᾶν.Ὁ δὲ Τιβέριος Εὐόδῳ πρόσταγμα ποιησάμενος κατὰ τὴν ὑστεραίαν ὑπὸ τὴν ἕω εἰσαγαγεῖν τοὺς παῖδας εὔχεται τοῖς πατρίοις θεοῖς σημεῖόν τι πρόφαντον αὐτῷ δεῖξαι περὶ τοῦ τὴν ἡγεμονίαν διαδεξομένου, σπεύδων μὲν τῷ υἱεῖ τοῦ παιδὸς αὐτὴν καταλιπεῖν, μεῖζον δὲ δόξης τε καὶ βουλήσεως τῆς αὐτοῦ πεπιστευκὼς τοῦ θεοῦ τὸ ἐπʼ αὐτοῖς ἀποφανούμενον.οἰώνισμα δʼ οὖν αὐτῷ προύκειτο, εἰς ἐκεῖνον ἥξειν τὴν ἡγεμονίαν, ὃς ἂν κατὰ τὴν ἐπιοῦσαν ἀφίκοιτο πρότερος πρὸς αὐτόν. ταῦτα διανοηθεὶς πέμπει παρὰ τοῦ υἱωνοῦ τὸν παιδαγωγὸν κελεύων ὑπὸ πρώτην ὥραν ἄγειν τὸν παῖδα ὡς αὐτόν, καταμελήσεσθαι στρατηγίας τὸν θεὸν ὑπολαμβάνων· ὁ δʼ ἀντεψήφιζεν αὐτοῦ τὴν χειροτονίαν.ὁ μὲν δὴ ταῦτʼ ἐνθυμησάμενος, ἐπεὶ τάχιστα ἡμέρα ἦν, κελεύει τὸν Εὔοδον εἰσκαλεῖν τῶν παίδων τὸν παρόντα πρότερον. ἐξελθὼν δʼ ἐκεῖνος καὶ τὸν Γάιον πρὸ τοῦ δωματίου καταλαβών, ὁ γὰρ Τιβέριος οὐ παρῆν μετεώρου τῆς τροφῆς αὐτῷ γενομένης, ᾔδει δὲ οὐδὲν ὧν ἐβούλετο ὁ δεσπότης, καλεῖ σε, φησίν, ὁ πατήρ , καὶ εἰσήγαγεν αὐτόν.Τιβέριος δὲ ὡς θεᾶται Γάιον, τότε πρῶτον εἰς ἐπίνοιαν ἐλθὼν τοῦ θείου τῆς ἐξουσίας καὶ τὴν κατʼ αὐτὸν ἡγεμονίαν παντελῶς ἀφῃρημένην ἐπικυροῦν οἷς ψηφίσαιτο δυνάμεως ἐκεῖθεν αὐτῷ μὴ παραγενομένης, πολλὰ δὴ κατολοφυράμενος αὑτὸν μὲν τοῦ ἐφʼ οἷς προβουλεύσειε κυροῦν ἀφῃρημένου τὸ κράτος,Τιβέριον δὲ τὸν υἱωνόν, ὡς τῆς τε Ῥωμαίων ἀρχῆς ὁμοῦ διαμάρτοι καὶ τῆς σωτηρίας κεχρημένον διὰ τὸ ἐπʼ ἄλλων κρειττόνων οὐκ ἀνεκτὸν εἰσηγησαμένω τὴν συναναστροφὴν κείσεσθαι τὴν σωτηρίαν αὐτῷ τοῦ συγγενοῦς μὴ ὠφελεῖν δυναμένου, φόβῳ τε καὶ μίσει τοῦ ἐφεστηκότος χρησομένου πρὸς αὐτόν, τὰ μὲν ὡς προσεδρεύοντα τῇ ἀρχῇ, τὰ δὲ ὡς ἀντεπιβουλεύειν ὑπέρ τε τῆς σωτηρίας καὶ τῆς ἀντιλήψεως τῶν πραγμάτων μὴ ἀφησόμενον.ἦν δὲ καὶ γενεθλιαλογίᾳ Τιβέριος μάλιστα προσκείμενος καὶ κατορθούμενα αὐτῇ μειζόνως τῶν εἰς τόδε ἀνακειμένων ἑκόντων τὸν βίον ἐξηγμένος. Γάλβαν οὖν ποτε θεασάμενος ὡς αὐτὸν εἰσιόντα φησὶ πρὸς τοὺς ἐπιτηδειοτάτους αὐτῷ, ὡς παραγίνοιτο ἀνὴρ τῇ Ῥωμαίων προτιμησόμενος ἡγεμονίᾳ.τά τε πάντα μαντειῶν ὁπόσα ἐχόμενα πιθανὰ ἡγούμενος ἡγεμόνων μάλιστα ἀνὴρ οὗτος ὑπὸ τοῦ ἐπαληθείοντος αὐτῶν ἐπὶ τοῖς πράγμασιν ἐχρῆτο αὐταῖς.καὶ τότε ἐν χαλεποῖς ἦν συντυχίᾳ τοῦ γεγονότος, ὡς ἐπʼ ἀπολωλότι τῷ υἱεῖ τοῦ παιδὸς ἀχθεινῶς διατιθέμενος καὶ κατάμεμψιν αὐτοῦ ποιούμενος τοῦ κατὰ τὴν οἰώνισιν προμηθοῦς· παρὸν γὰρ ἂν αὐτῷ λύπης ἀπηλλαγμένῳ τελευτᾶν ἀμαθίᾳ τῶν ἐσομένων, διατρίβεσθαι τῷ προεγνωκὼς τὴν ἐσομένην δυστυχίαν τῶν φιλτάτων τελευτᾶν.καίπερ δὲ συντεταραγμένος τῇ παρὰ δόξαν τῆς ἀρχῆς εἰς οὓς οὐκ ἤθελεν περιόδῳ, ἄκων δὲ καὶ μὴ βουλόμενος φησὶ γοῦν πρὸς τὸν Γάιον· ὦ παῖ, καίπερ μοι συγγενεστέρου Τιβερίου ἢ κατὰ σὲ ὄντος δόξῃ τε τῇ ἐμαυτοῦ καὶ τῷ ὁμοψήφῳ ἐπʼ αὐτῇ τῶν θεῶν σοὶ φέρων ἐγχειρίζω τὴν Ῥωμαίων ἡγεμονίαν.