Δαμασκηνοὶ Σιδωνίοις περὶ ὅρων διάφοροι καθεστῶτες, μέλλοντος Φλάκκου περὶ τούτων ἀκροᾶσθαι μαθόντες τὸν Ἀγρίππαν ὡς παρʼ αὐτῷ μέγα δύναιτʼ ἂν ἠξίουν μερίδος τῆς αὐτῶν γενέσθαι, ἀργύριόν τε πλεῖστον ὡμολογεῖτο αὐτῷ.καὶ ὁ μὲν πάντα ἐπὶ τῇ βοηθείᾳ τῶν Δαμασκηνῶν ὥρμητο πράσσειν. Ἀριστόβουλος δέ, οὐ γὰρ ἐλάνθανεν αὐτὸν ἡ ὁμολογία τῶν χρημάτων, καταγορεύει πρὸς τὸν Φλάκκον. καὶ βασανιζομένου τοῦ πράγματος ἐπεὶ φανερὰ ἦν, ἐξωθεῖ τὸν Ἀγρίππαν φιλίας τῆς πρὸς αὐτόν.ὁ δὲ εἰς ὑστάτην περιωσμένος ἀπορίαν εἰς Πτολεμαΐδα παρῆν, καὶ κατὰ τὸ ἄπορον τῆς ἀλλαχόθι διαίτης γνώμην ἐποιεῖτο ἐπὶ τῆς Ἰταλίας πλεῖν. εἰργόμενος δὲ χρημάτων ἀπορίᾳ ἠξίου Μαρσύαν ὄντα αὐτοῦ ἀπελεύθερον ποριστὴν γενέσθαι τῶν ἐπὶ τοιούτοις μηχανῶν δανεισάμενον παρά τινος.καὶ ὁ Μαρσύας Πρῶτον κελεύει Βερενίκης ὄντα ἀπελεύθερον τῆς Ἀγρίππου μητρός, διαθήκης δὲ τῆς ἐκείνου δικαίῳ ὑποτελοῦντα τῆς Ἀντωνίας, αὐτῷ γοῦν παρασχεῖν ἐπὶ γράμματι καὶ πίστει τῇ αὐτοῦ.ὁ δέ, ἐπεκάλει γὰρ τῷ Ἀγρίππᾳ χρημάτων τινῶν ἀποστέρησιν, ἀναγκάζει τὸν Μαρσύαν δύο μυριάδων Ἀτθίδων συμβόλαιον ποιησάμενον πεντακοσίαις καὶ δισχιλίαις ἔλασσον λαμβάνειν. συνεχώρει δʼ ἐκεῖνος κατὰ τὸ μὴ εἶναι ἄλλως ποιεῖν.εἰλημμένου δὲ τοῦ χρήματος τούτου Ἀγρίππας εἰς Ἀνθηδόνα παραγενόμενος καὶ λαβὼν ναῦν ἐν ἀναγωγαῖς ἦν. καὶ γνοὺς Ἐρέννιος Καπίτων ὁ τῆς Ἰαμνείας ἐπίτροπος πέμπει στρατιώτας, οἳ εἰσπράξονται αὐτὸν ἀργυρίου τριάκοντα μυριάδας θησαυρῷ τῷ Καίσαρος ὀφειλομένας ἐπὶ Ῥώμης ὑπʼ αὐτοῦ, ἀνάγκας τε ἐπετίθεσαν τοῦ μενοῦντος.καὶ τότε μὲν πείσεσθαι τοῖς κεκελευσμένοις προσποιητὸς ἦν, νυκτὸς δʼ ἐπιγενομένης κόψας τὰ ἀπόγεια ᾤχετο ἐπʼ Ἀλεξανδρείας πλέων. ἔνθα Ἀλεξάνδρου δεῖται τοῦ ἀλαβάρχου μυριάδας εἴκοσι δάνειον αὐτῷ δοῦναι. ὁ δʼ ἐκείνῳ μὲν οὐκ ἂν ἔφη παρασχεῖν, Κύπρῳ δὲ οὐκ ἠρνεῖτο τήν τε φιλανδρίαν αὐτῆς καταπεπληγμένος καὶ τὴν λοιπὴν ἅπασαν ἀρετήν.ἡ δὲ ὑπισχνεῖτο, καὶ ὁ Ἀλέξανδρος πέντε τάλαντα αὐτοῖς ἐν τῇ Ἀλεξανδρείᾳ δοὺς τὸ λοιπὸν ἐν Δικαιαρχείᾳ γενομένοις παρέξειν ἐπηγγέλλετο, δεδιὼς τοῦ Ἀγρίππου τὸ εἰς τὰ ἀναλώματα ἕτοιμον. καὶ Κύπρος μὲν ἀπαλλάξασα τὸν ἄνδρα ἐπὶ τῆς Ἰταλίας πλευσούμενον αὐτὴ μετὰ τῶν τέκνων ἐπὶ Ἰουδαίας ἀνέζευξεν.Ἀγρίππας δὲ εἰς Ποτιόλους παραβαλὼν ἐπιστολὴν ὡς Τιβέριον τὸν Καίσαρα γράφει διαιτώμενον ἐν Καπρέαις, παρουσίαν τε τὴν αὐτοῦ δηλῶν ἐπὶ θεραπείᾳ καὶ ὄψει τῇ ἐκείνου, καὶ ἀξιῶν ἔφεσιν αὐτῷ γενέσθαι εἰς Καπρέας παραβαλεῖν.Τιβέριος δὲ οὐδὲν ἐνδοιάσας τά τε ἄλλα αὐτῷ γράφει φιλανθρωπίᾳ χρώμενος, ἐκτίνει τε χάριν ἀποσημαίνων ἐπὶ τῷ σῶν ἐπανήκειν εἰς τὰς Καπρέας, ἐπεὶ δʼ ἀφικνεῖται μηδὲν ὑφελὼν τοῦ ἐν τοῖς γράμμασι προθύμου ἠσπάζετό τε καὶ ἐξένιζεν.τῇ δʼ ἑξῆς Καίσαρι γραμμάτων αὐτῷ παρὰ Ἐρεννίου Καπίτωνος ἀφικομένων, ὅτι Ἀγρίππας μυριάδας τριάκοντα δάνεισμα ποιήσας καὶ πρὸς τὰς καταβολὰς ἐκλιπὼν χρόνον τὸν συγκείμενον ἀπαιτήσεως γενομένης οἴχοιτο φυγὰς ἐκ τῶν ὑπʼ αὐτῷ χωρίων ἄκυρον αὐτὸν καθιστὰς τῆς ἐπὶ τῷ εἰσπραξομένῳ ἐξουσίας,ταύτην ἀναγνοὺς τὴν ἐπιστολὴν περιαλγεῖ τε ὁ Καῖσαρ καὶ διάκλεισιν γενέσθαι τῷ Ἀγρίππᾳ κελεύει εἰσόδων τῶν πρὸς αὐτὸν ἄχρι δὴ καταβολῆς τοῦ χρέους. ὁ δὲ μηδὲν τῇ ὀργῇ τοῦ Καίσαρος καταπλαγεὶς Ἀντωνίας δεῖται Γερμανικοῦ μητρὸς καὶ Κλαυδίου τοῦ ὕστερον γενομένου Καίσαρος, δάνεισμα αὐτῷ δοθῆναι τῶν τριάκοντα μυριάδων, ὡς φιλίας μὴ ἁμάρτοι τῆς πρὸς Τιβέριον.ἡ δὲ Βερενίκης τε μνήμῃ τῆς μητρὸς αὐτοῦ, σφόδρα γὰρ ἀλλήλαις ἐχρῶντο αἵδε αἱ γυναῖκες, καὶ αὐτῷ ὁμοτροφίας πρὸς τοὺς ἀμφὶ Κλαύδιον γεγενημένης, δίδωσι τὸ ἀργύριον, καὶ αὐτῷ ἀποτίσαντι τὸ χρέος ἀνεπικώλυτος ἦν ἡ φιλία τοῦ Τιβερίου.αὖθις δὲ αὐτῷ Τιβέριος ὁ Καῖσαρ συνίστησιν υἱωνὸν τὸν αὐτοῦ κελεύων τὰ πάντα αὐτῷ ταῖς ἐξόδοις παρατυγχάνειν. Ἀγρίππας δὲ φιλίᾳ δεχθεὶς ὑπὸ τῆς Ἀντωνίας κατὰ θεραπείαν τρέπεται τὴν Γαΐου υἱωνοῦ τε ὄντος αὐτῇ καὶ εὐνοίᾳ τοῦ πατρὸς εἰς τὰ πρῶτα τιμωμένου.καὶ γὰρ ἦν ἄλλος Σαμαρεὺς γένος Καίσαρος δὲ ἀπελεύθερος· παρὰ τούτου δάνεισμα μυριάδας ἑκατὸν εὑρόμενος τῇ τε Ἀντωνίᾳ καταβάλλει τὸ ὀφειληθὲν χρέος καὶ τῶν λοιπῶν τῷ ἀναλώματι θεραπεύων τὸν Γάιον μειζόνως ἐν ἀξιώματι ἦν παρʼ αὐτῷ.Προϊούσης δὲ ἐπὶ μέγα τῷ Ἀγρίππᾳ τῆς πρὸς Γάιον φιλίας αἰωρουμένοις ποτὲ λόγος περὶ τοῦ Τιβερίου γίνεται, καὶ τοῦ Ἀγρίππου κατʼ εὐχὰς τραπομένου, μόνω δʼ ἤστην, ᾗ τάχος Τιβέριον ὑπεκστάντα τῆς ἀρχῆς Γαΐῳ παραχωρεῖν ἀξιωτέρῳ τὰ πάντα ὄντι, τούτων ἀκροᾶται τῶν λόγων Εὔτυχος, Ἀγρίππου δʼ ἦν ἀπελεύθερος ἡνίοχος, καὶ παραχρῆμα μὲν σιγῇ παρεδίδου.κλοπῆς δὲ ἱματίων αὐτῷ τοῦ Ἀγρίππου ἐπικαλουμένης, καὶ ἀκριβῶς δὲ ἐκεκλόφει, φυγὼν καὶ ληφθεὶς ἀγωγῆς αὐτοῦ ἐπὶ Πείσωνα γενομένης, ὃς ἦν φύλαξ τῆς πόλεως, ἐρομένου τὴν αἰτίαν τῆς φυγῆς Καίσαρί φησιν ἀπορρήτους ἔχειν λόγους εἰπεῖν ἐπʼ ἀσφαλείᾳ τῆς σωτηρίας αὐτοῦ φέροντας, ὥστε δήσας αὐτὸν ἔστελλεν εἰς τὰς Καπρέας, καὶ Τιβέριος τῷ αὑτοῦ τρόπῳ χρώμενος εἶχεν αὐτὸν δέσμιον, μελλητὴς εἰ καί τις ἕτερος βασιλέων ἢ τυράννων γενόμενος.