Τισὶ δὲ τῶν Ἰουδαίων ἐδόκει ὀλωλέναι τὸν Ἡρώδου στρατὸν ὑπὸ τοῦ θεοῦ καὶ μάλα δικαίως τινυμένου κατὰ ποινὴν Ἰωάννου τοῦ ἐπικαλουμένου βαπτιστοῦ.κτείνει γὰρ δὴ τοῦτον Ἡρώδης ἀγαθὸν ἄνδρα καὶ τοῖς Ἰουδαίοις κελεύοντα ἀρετὴν ἐπασκοῦσιν καὶ τὰ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ πρὸς τὸν θεὸν εὐσεβείᾳ χρωμένοις βαπτισμῷ συνιέναι· οὕτω γὰρ δὴ καὶ τὴν βάπτισιν ἀποδεκτὴν αὐτῷ φανεῖσθαι μὴ ἐπί τινων ἁμαρτάδων παραιτήσει χρωμένων, ἀλλʼ ἐφʼ ἁγνείᾳ τοῦ σώματος, ἅτε δὴ καὶ τῆς ψυχῆς δικαιοσύνῃ προεκκεκαθαρμένης.καὶ τῶν ἄλλων συστρεφομένων, καὶ γὰρ ἥσθησαν ἐπὶ πλεῖστον τῇ ἀκροάσει τῶν λόγων, δείσας Ἡρώδης τὸ ἐπὶ τοσόνδε πιθανὸν αὐτοῦ τοῖς ἀνθρώποις μὴ ἐπὶ ἀποστάσει τινὶ φέροι, πάντα γὰρ ἐῴκεσαν συμβουλῇ τῇ ἐκείνου πράξοντες, πολὺ κρεῖττον ἡγεῖται πρίν τι νεώτερον ἐξ αὐτοῦ γενέσθαι προλαβὼν ἀνελεῖν τοῦ μεταβολῆς γενομένης μὴ εἰς πράγματα ἐμπεσὼν μετανοεῖν.καὶ ὁ μὲν ὑποψίᾳ τῇ Ἡρώδου δέσμιος εἰς τὸν Μαχαιροῦντα πεμφθεὶς τὸ προειρημένον φρούριον ταύτῃ κτίννυται. τοῖς δὲ Ἰουδαίοις δόξαν ἐπὶ τιμωρίᾳ τῇ ἐκείνου τὸν ὄλεθρον ἐπὶ τῷ στρατεύματι γενέσθαι τοῦ θεοῦ κακῶσαι Ἡρώδην θέλοντος.Οὐιτέλλιος δὲ παρασκευασάμενος ὡς εἰς πόλεμον τὸν πρὸς Ἀρέταν δυσὶ τάγμασιν ὁπλιτῶν ὅσοι τε περὶ αὐτὰ ψιλοὶ καὶ ἱππεῖς συμμαχοῦντες ἐκ τῶν ὑπὸ Ῥωμαίοις βασιλειῶν ἀγόμενος, ἐπὶ τῆς Πέτρας ἠπείγετο καὶ ἔσχε Πτολεμαΐδα.ὡρμημένῳ δʼ αὐτῷ διὰ τῆς Ἰουδαίων ἄγειν τὸν στρατὸν ὑπαντιάσαντες ἄνδρες οἱ πρῶτοι παρῃτοῦντο τὴν διὰ τῆς χώρας ὁδόν· οὐ γὰρ αὐτοῖς εἶναι πάτριον περιορᾶν εἰκόνας εἰς αὐτὴν φερομένας, πολλὰς δʼ εἶναι σημαίαις ἐπικειμένας.καὶ πεισθεὶς μετέβαλέν τε τῆς γνώμης τὸ ἐπὶ τοιούτοις προβουλεῦσαν καὶ διὰ τοῦ μεγάλου πεδίου κελεύσας χωρεῖν τὸ στρατόπεδον αὐτὸς μετὰ Ἡρώδου τοῦ τετράρχου καὶ τῶν φίλων εἰς Ἱεροσόλυμα ἀνῄει θύσων τῷ θεῷ ἑορτῆς πατρίου τοῖς Ἰουδαίοις ἐνεστηκυίας.εἰς ἣν ἀπαντήσας καὶ δεχθεὶς ὑπὸ τοῦ τῶν Ἰουδαίων πλήθους ἐκπρεπῶς τρεῖς μὲν ἡμέρας ταύτῃ διατριβὴν ποιεῖται, ἐν αἷς Ἰωνάθην τὴν ἱερωσύνην ἀφελόμενος ἐγχειρίζει τῷ ἀδελφῷ αὐτοῦ Θεοφίλῳ,τῇ τετάρτῃ δὲ γραμμάτων αὐτῷ παραγενομένων, ἃ ἐδήλου τὴν Τιβερίου τελευτήν, ὥρκισεν τὴν πληθὺν ἐπʼ εὐνοίᾳ τῇ Γαΐου. ἀνεκάλει δὲ καὶ τὸ στράτευμα ἐπὶ τὰ οἰκεῖα ἑκάστου χειμαδιᾶν πόλεμον ἐκφέρειν οὐκέθʼ ὁμοίως δυνάμενος διὰ τὸ εἰς Γάιον μεταπεπτωκέναι τὰ πράγματα.ἐλέγετο δὲ καὶ τὸν Ἀρέταν οἰωνοσκοπησάμενον πρὸς τὴν ἀγγελίαν τῶν Οὐιτελλίου στρατιωτῶν φάναι μηχανὴν οὐκ εἶναι τῷ στρατῷ τῆς ἐπὶ Πετραίους ὁδοῦ· τεθνήξεσθαι γὰρ τῶν ἡγεμόνων ἢ τὸν πολεμεῖν κελεύσαντα ἢ τὸν γνώμῃ τῇ ἐκείνου ὡρμημένον διακονεῖσθαι ἢ ἐφʼ ὃν γένοιτο ἡ παρασκευὴ τοῦ στρατεύματος.καὶ Οὐιτέλλιος μὲν ἐπʼ Ἀντιοχείας ἀνεχώρησεν. Ἀγρίππας δὲ ὁ Ἀριστοβούλου υἱὸς ἐνιαυτῷ πρότερον ἢ τελευτῆσαι Τιβέριον ἐπὶ Ῥώμης ἄνεισι πράξων τι παρὰ τῷ αὐτοκράτορι δυνάμεώς τινος αὐτῷ παραγενομένης.βούλομαι οὖν εἰπεῖν ἐπὶ μακρότερον περί τε Ἡρώδου καὶ γένους αὐτοῦ ὡς ἐγένετο, ἅμα μὲν καὶ διὰ τὸ ἀνήκειν τῇ ἱστορίᾳ τὸν περὶ αὐτῶν λόγον, ἅμα δὲ καὶ παράστασιν ἔχειν τοῦ θείου, ὡς οὐδὲν ὠφελεῖ πλῆθος οὐδʼ ἄλλη τις ἀλκὴ τῶν ἐν ἀνθρώποις ἐπιτετευγμένων δίχα τῶν πρὸς τὸ θεῖον εὐσεβειῶν,εἴ γε ἐντὸς ἑκατὸν ἐτῶν ἐξόδου συνέβη πλὴν ὀλίγων, πολλοὶ δʼ ἦσαν, διαφθαρῆναι τοὺς Ἡρώδου ἀπογόνους· φέροι δʼ ἄν τι κἀπὶ σωφρονισμῷ τοῦ ἀνθρωπείου γένους τὸ τὴν δυστυχίαν αὐτῶν μαθεῖν,ἅμα δὲ καὶ τὸν Ἀγρίππαν διηγήσασθαι θαύματος ἀξιώτατον γεγενημένον, ὃς ἐκ πάνυ ἰδιώτου καὶ παρὰ πᾶσαν δόξαν τῶν εἰδότων αὐτὸν ἐπὶ τοσόνδε ηὐξήθη δυνάμεως. εἴρηται μὲν οὖν μοι καὶ πρότερον περὶ αὐτῶν, λεχθήσεται δὲ καὶ νῦν ἀκριβῶς.Ἡρώδῃ τῷ μεγάλῳ θυγατέρες ἐκ Μαριάμμης τῆς Ὑρκανοῦ θυγατρὸς γίνονται δύο, Σαλαμψιὼ μὲν ἡ ἑτέρα, ἣ γαμεῖται Φασαήλῳ τῷ αὐτῆς ἀνεψιῷ Φασαήλου παιδὶ ὄντι τοῦ Ἡρώδου ἀδελφοῦ δεδωκότος τοῦ πατρὸς αὐτήν, Κύπρος δὲ Ἀντιπάτρῳ καὶ αὐτὴ ἀνεψιῷ Ἡρώδου παιδὶ τῆς ἀδελφῆς Σαλώμης.καὶ Φασαήλῳ μὲν ἐκ Σαλαμψιοῦς γίνονται πέντε παῖδες Ἀντίπατρος Ἀλέξανδρος Ἡρώδης θυγατέρες τε Ἀλεξάνδρα καὶ Κύπρος, ἣν Ἀγρίππας γαμεῖ ὁ Ἀριστοβούλου. Ἀλεξάνδραν δὲ γαμεῖ μὲν Τίμιος Κύπριος ἀνὴρ τῶν ἀξιολόγων, παρʼ ᾧ δὴ ἄτεκνος τελευτᾷ.Κύπρῳ δʼ ἐξ Ἀγρίππου μὲν ἄρρενες γίνονται δύο, θυγατέρες δὲ τρεῖς Βερενίκη Μαριάμμη Δρούσιλλα, Ἀγρίππας δὲ καὶ Δροῦσος τοῖς ἄρσεσιν ὀνόματα, ὧν ὁ Δροῦσος πρὶν ἡβῆσαι τελευτᾷ.τῷ δὲ πατρὶ τούτων Ἀγρίππας ἐτρέφετο μετὰ καὶ ἑτέρων ἀδελφῶν Ἡρώδης καὶ Ἀριστόβουλος· καὶ Βερενίκη καὶ οἵδε παῖδες Ἡρώδου τοῦ υἱέος τοῦ μεγάλου· ἡ δὲ Βερενίκη Κοστοβάρου καὶ Σαλώμης παῖς τῆς Ἡρώδου ἀδελφῆς.τούτους Ἀριστόβουλος νηπίους λείπεται θνήσκων ὑπὸ τοῦ πατρὸς σὺν Ἀλεξάνδρῷ τῷ ἀδελφῷ, καθὰ προειρήκαμεν. ἡβήσαντες δʼ ἄγονται Ἡρώδης μὲν οὗτος ὁ τοῦ Ἀγρίππου ἀδελφὸς Μαριάμμην θυγατέρα Ὀλυμπιάδος τῆς Ἡρώδου βασιλέως θυγατρὸς καὶ Ἰωσήπου τοῦ Ἰωσήπου, ἀδελφὸς δὲ οὗτος Ἡρώδου τοῦ βασιλέως· ἴσχει τε ἐξ αὐτῆς υἱὸν Ἀριστόβουλον.