Ὡς Ἀντίπατρος ἐμισήθη ὑπὸ παντὸς τοῦ ἔθνους διὰ τὴν ἀναίρεσιν τῶν ἀδελφῶν αὐτοῦ καὶ ὡς διὰ ταῦτα ἐθεράπευεν τοὺς ἐν Ῥώμῃ πολλοῖς χρήμασιν καὶ τὸν πεπιστευμένον τὴν Συρίαν Σατορνῖνον καὶ τοὺς σὺν αὐτῷ ἡγεμόνας. ὡς Ἡρώδης ὁ βασιλεὺς ἰδὼν τὴν Τραχωνῖτιν χώραν μὴ δυναμένην εὐσταθεῖν διὰ τὰς ἐπιδρομὰς τῶν Ἀράβων, Ζάμαριν Ἰουδαῖον ἐκ Βαβυλῶνος ὑποχωρήσαντα καὶ ἐν Ἀντιοχείᾳ διαιτώμενον μεταπεμψάμενος ἐγκατῴκισεν αὐτῇ, καὶ ἐχρῆτο αὐτῷ προβλήματι πρὸς τοὺς Ἄραβας. ὡς Ἡρώδου τοὺς Ἀλεξάνδρου καὶ Ἀριστοβούλου τῶν υἱῶν αὐτοῦ παῖδας προσποιησαμένου καὶ τὰς Φερώρα θυγατέρας μνηστεύσαντος αὐτοῖς, Ἀντίπατρος ἔπεισεν τὸν πατέρα τὴν μνηστείαν εἰς τοὺς παῖδας μεταθέσθαι τοὺς αὐτοῦ. καὶ ὡς ἐθεράπευσεν Ἀντίπατρος τοὺς περὶ Φερώραν βουλόμενος ἤδη δι' αὐτῶν ἐπιβουλεῦσαι τῷ πατρί. ὡς γνοῦσα ἡ ἀδελφὴ τοῦ βασιλέως Σαλώμη κρυφαίως ἀπήγγειλεν τῷ ἀδελφῷ. ὡς Ἡρώδης παρήγγειλεν Ἀντιπάτρῳ μὴ φοιτᾶν πρὸς Φερώραν μηδὲ ἀπόρρητον μηδὲν ἀπαγγέλλειν αὐτῷ. ὁ δὲ φανερῶς μὲν οὐδὲν ἐποίει, ἀλλὰ κρυπτῶς, καὶ ταῦτα δὲ οὐκ ἐλάνθανεν τὸν Ἡρώδην. ὡς Ἀντίπατρος ἔγραψεν τοῖς ἐν Ῥώμῃ φίλοις παρακαλῶν αὐτοὺς γράψαι τῷ πατρὶ αὐτοῦ πείθοντας, ἵνα πέμψῃ αὐτὸν πρὸς Καίσαρα μετὰ πολλῶν χρημάτων, καὶ πεισθεὶς Ἡρώδης ἐξέπεμψεν τὸν υἱόν. ὡς Ἀντίπατρος ἔπεισεν Φερώραν, ἵνα ἀνέλῃ τὸν πατέρα αὐτοῦ Ἡρώδην φαρμάκῳ δοὺς αὐτὸς τὸ φάρμακον τῷ Φερώρᾳ. καὶ ὡς ὁ βασιλεὺς Ἡρώδης παρήγγειλεν τῷ ἀδελφῷ αὐτοῦ Φερώρᾳ ἐκβαλεῖν τὴν γυναῖκα αὐτοῦ ἢ ἀναχωρῆσαι ἐκ τῆς βασιλείας. ὁ δὲ ἀσμένως ἤκουσεν καὶ ἀνεχώρησεν εἰς τὴν ἰδίαν τετραρχίαν κἀκεῖ μετ' οὐ πολὺ τελευτᾷ. κατηγορία τῆς γυναικὸς Φερώρα ὑπὸ τῶν ἀδελφῶν Φερώρα ὡς ἀναιρεθέντος φαρμάκῳ. καὶ ὡς Ἡρώδης ἐκζητήσας εὗρε τὸ φάρμακον κατεσκευασμένον ἐπ' αὐτῷ ὑπὸ τοῦ υἱοῦ αὐτοῦ Ἀντιπάτρου, καὶ βασανίσας ἔγνω τὰς Ἀντιπάτρου ἐπιβουλάς. κατάπλους Ἀντιπάτρου ἐκ Ῥώμης πρὸς τὸν πατέρα.καὶ ὡς κατηγορηθεὶς ὑπὸ Νικολάου τοῦ Δαμασκηνοῦ καὶ καταγνωσθεὶς θάνατον ὑπὸ τοῦ πατρὸς καὶ ὑπὸ Κυντιλλίου Οὐάρου τοῦ τότε πεπιστευμένου τὴν Συρίαν ἐδέθη μέχρι τῆς ἐσομένης διαγνώσεως ὑπὸ Καίσαρος. πρεσβεία πεμφθεῖσα ὑπὸ Ἡρώδου πρὸς Καίσαρα περὶ Ἀντιπάτρου. καὶ ὡς Καῖσαρ ἀκούσας τὰς κατηγορίας κατέγνω αὐτοῦ θάνατον. περὶ τῆς Ἡρώδου νόσου καὶ στάσεως τῶν Ἰουδαίων δι' αὐτήν, καὶ κόλασις τῶν στασιαστῶν. ὡς δόξαντος Ἀντιπάτρου Ἡρώδην τετελευτηκέναι Ἀντίπατρος διαλεχθείη τῷ σωματοφύλακι περὶ ἀφέσεως, καὶ διὰ ταῦτα Ἀντιπάτρου ἀναίρεσις. Ἡρώδου τελευτὴ καὶ διαθήκη τοῦ αὐτοῦ πρὸς Καίσαρα καὶ μερισμὸς πρὸς τοὺς τρεῖς υἱοὺς αὐτοῦ. καὶ ὡς Ἀρχέλαον βασιλέα ποιεῖ τῆς Ἰουδαίας. ἐπιστολὴ Ἡρώδου πρὸς τὸν στρατὸν καὶ ἑκάστῳ αὐτῶν δωρεὰ καὶ παράκλησις πίστεως πρὸς τὸν υἱὸν αὐτοῦ Ἀρχέλαον. ταφὴ Ἡρώδου ἐν Ἡρωδίῳ τῷ φρουρίῳ. καὶ ὡς ὁ λαὸς ἐστασίασεν πρὸς τὸν υἱὸν αὐτοῦ Ἀρχέλαον ἐν τῇ ἑορτῇ. ὡς Ἀρχέλαος τρισχιλίους αὐτῶν ἀνεῖλεν, αὐτὸς δὲ ἔπλευσε πρὸς Καίσαρα σὺν τῷ ἀδελφῷ αὐτοῦ Ἡρώδῃ εἰς Ῥώμην πιστεύσας τὴν βασιλείαν αὐτοῦ τῷ ἀδελφῷ Φιλίππῳ. ὡς Σαβῖνος ὁ ἐν τῇ Συρίᾳ Καίσαρος ἐπίτροπος ἀνέβη εἰς Ἱεροσόλυμα βίᾳ αἰτῶν τὰ Ἡρώδου χρήματα καὶ φρούρια παρὰ τῶν Ἀρχελάου ἐπιμελητῶν. ὡς ἔπεισαν οἱ τοῦ Ἀρχελάου ἐπιμεληταὶ τὸν λαὸν χωρεῖν ἐπὶ ὅπλα καὶ πολιορκῆσαι τὸν Σαβῖνον καὶ τὸν στρατὸν ἐν τῇ Ἀντωνίᾳ. καὶ ὡς ταῦτα ἀκούσας ὁ Οὔαρος μετὰ μεγάλης δυνάμεως ἀνέβη εἰς Ἱεροσόλυμα καὶ ῥυσάμενος τὸν Σαβῖνον ἐκ τῆς πολιορκίας τοὺς αἰτίους τῆς στάσεως ἐκόλασεν καὶ καλῶς διαθεὶς τὰ ἐν τῇ Ἰουδαίᾳ ἔγραψε Καίσαρι δηλῶν αὐτῷ τὰ πραχθέντα. ὡς Καῖσαρ τὰς Ἡρώδου διαθήκας βεβαίας ἐποίησεν φυλάξας τοῖς υἱοῖς αὐτοῦ τὴν διαδοχήν.καὶ ὡς κατηγορεῖται Ἀρχέλαος ὑπὸ τῶν συγγενῶν αὐτοῦ ἐπὶ Καίσαρος καὶ νικήσας ἔλαβεν τὴν βασιλείαν, καὶ βασιλεύσας μοχθηρῶς δεκαετίαν πάλιν κατηγορηθεὶς ἐξωρίσθη εἰς Βίενναν, τὴν δὲ βασιλείαν αὐτοῦ μετέθηκεν Καῖσαρ εἰς ἐπαρχίαν. περιέχει ἡ βίβλος χρόνον ἐτῶν ιδ.Ἀντιπάτρῳ δὲ ἀραμένῳ τοὺς ἀδελφοὺς ἀσεβείᾳ τε τῇ ὑστάτῃ καὶ ἀλαστορίᾳ τῇ ἐπʼ αὐτοῖς τὸν πατέρα περιβεβληκότι οὔτι κατὰ γνώμας ἡ ἐλπὶς τοῦ αὖθις βίου ἦν· ἀπαλλαγεὶς γὰρ φόβου τοῦ ἐπὶ τῇ ἀρχῇ διὰ τὸ τῶν ἀδελφῶν μὴ ἐπικοινωνῆσον, ἐργωδέστερον καὶ ἄπορον αὐτῷ εὕρισκεν τὸ τῆς βασιλείας περιγενέσθαι· τοσόνδʼ ἐφύη τῷ ἔθνει μῖσος πρὸς αὐτόν.ὄντος δὲ αὐτῷ καὶ τοῦδε χαλεποῦ πλειόνως παρελύπει τὸ στρατιωτικὸν ἀλλοτρίως ἔχον τῇ γνώμῃ πρὸς αὐτόν, εἰς οὓς τὰ πάντα ἦν τοῖς βασιλεῦσιν ἀνακείμενα τοῦ οἰκείου ἀσφαλοῦς, ὁπότε τύχοι τὸ ἔθνος νεωτέρων ὀριγνώμενον πραγμάτων· τοσόνδε κίνδυνον ἐμνήστευσεν αὐτῷ ὁ ὄλεθρος τῶν ἀδελφῶν.οὐ μὴν ἀλλὰ καὶ συνῆρχέν γε τῷ πατρὶ οὐδὲν ἄλλο ἢ ὡς βασιλεὺς ὢν καὶ ἐπιστεύετο παρʼ αὐτῷ μειζόνως, ἐξ ὧν ἀπολωλέναι καλῶς εἶχεν εὐνοίας βεβαιώματα εὑρημένος, ὡς ἐπʼ ἀσφαλείᾳ σωτηρίας τῆς Ἡρώδου τοὺς ἀδελφοὺς ἐνδεδειχώς, ἀλλʼ οὐκ ἔχθρᾳ τῇ πρὸς ἐκείνους καὶ πρὸ αὐτῶν πρὸς τὸν πατέρα τοιαίδε αὐτὸν περιεσπένδον ἀραί.