Ἀντιπάτρου δὲ προσπεσόντος τῷ πατρὶ πρὸς τὰ γόνατα καὶ ἱκετεύοντος μὴ προδιεγνωσμένην καταστῆναι δίκην, ἀλλʼ ἀκροάσεως αὐτοῦ γενομένης παρὰ τῷ πατρὶ ἀκεραίως μένειν δυναμένῳ, τοῦτον κελεύσας Ἡρώδης ἀπάγειν εἰς μέσον αὐτὸς ὠλοφύρατο τῶν παίδων τῆς ποιήσεως, ἣν ἐπὶ τοιαύταις αὐτῷ τύχαις γενομένην πρότερον ἢ τῆς δυσμενείας ἀνασπάσασθαι τῶν πρότερον εἰς Ἀντίπατρον ἐμβαλεῖν αὐτοῦ τὸ γῆρας, τροφάς τε καὶ παιδεύσεις ἃς ποιήσαιτο αὐτῶν ἐξηγούμενος καὶ πλούτου εὐπορίαν ἐν καιροῖς ὡς θελήσειαν προτεθεῖσαν εἰς πάντα·ὧν οὐδὲν ἐπʼ ἐμποδίσματι γενέσθαι τοῦ μὴ οὐκ ἐπιβουλῇ τῇ ἐκείνων κινδυνεῦσαι τελευτᾶν ὑπὲρ τοῦ θᾶσσον δυσσεβῶς τὴν βασιλείαν παραλαβεῖν ἢ φύσεως νόμῳ μεταστάντος εὐχῇ τε τοῦ πατρὸς καὶ δίκῃ.τόν τε Ἀντίπατρον θαυμάζειν, τίνων ἐλπίδι ἐπαρθεὶς θαρσήσειεν ἐπὶ τοιαῦτα χωρεῖν μὴ ἀποτραπῆναι· διάδοχον μὲν γὰρ ἀποφήνασθαι διὰ γραμμάτων τῆς ἀρχῆς, ζῶντος δὲ ἐπʼ οὐδενὶ μειονεκτεῖν ἀξιώματός τε ἐπιφανείᾳ καὶ δυνάμει ἐξουσίας, πεντήκοντα μὲν τάλαντα ἐπέτειον πρόσοδον κομισάμενον, δωρεὰν δʼ εἰληφότα ὁδοῦ τῆς εἰς Ῥώμην τριακοσίων ταλάντων ἀριθμόν.ἐπεκάλει δὲ καὶ τῶν ἀδελφῶν εἰ μὲν πονηρῶν γεγονότων κατηγορίαν προθεμένῳ μιμητῇ γεγονότι, διακενῆς δὲ τοιῶνδε ἐπαγωγὰς ἐπάγοντι αὐτῇ τῶν συγγενῶν·τὰ γὰρ πάντα οὐδαμόθεν ἀλλὰ μηνύσει τῇ ἐκείνου μεμαθηκότα πρᾶξαι τὰ ἐπʼ αὐτοῖς πεπραγμένα γνώμῃ τῇ ἐκείνου, οὓς ἀπολύειν κακοῦ παντὸς κληρονόμον τῆς πατροκτονίας αὐτοῖς καθιστάμενον.Ταῦθʼ ἅμα λέγων εἰς δάκρυα τρέπεται λέγειν τε ἄπορος ἦν. καὶ Νικόλαος ὁ Δαμασκηνός, φίλος τε ὢν τοῦ βασιλέως καὶ τὰ πάντα συνδιαιτώμενος ἐκείνῳ καὶ τοῖς πράγμασιν ὃν πραχθεῖεν τρόπον παρατετευχώς, δεηθέντι τῷ βασιλεῖ τὰ λοιπὰ εἰπεῖν ὁπόσα ἀποδείξεών τε καὶ ἐλέγχων ἐχόμενα ἦν.καὶ τοῦ Ἀντιπάτρου κατὰ δικαιολογίαν πρὸς τὸν πατέρα τετραμμένου καὶ ὁπόσα παραδείγματα τῆς εὐνοίας πρὸς αὐτὸν διεξιόντος, τὰς τιμὰς αἳ ὑπῆρχον αὐτῷ προφερόμενος, ἃς μὴ ἄν ποτε γενέσθαι μὴ οὐκ ἀρετῆς ἀξίῳ περὶ αὐτὸν γεγονότι·καὶ γὰρ ὁπόσα προϊδεῖν δεήσειε πάντων προβεβουλευκέναι σωφρόνως, εἴ τέ τινα ἐδεῖτο χειρῶν, πόνῳ τῷ αὐτοῦ ἐκπεπρᾶχθαι τὰ πάντα, εἰκός τε οὐκ εἶναι τῶν ἀλλαχόθεν ἐπιβουλῶν τὸν πατέρα ἐξελόμενον αὐτὸν ἐπιβουλευτὴν καταστῆναι ἀφανίζοντα ἀρετήν, ἣ ἐπʼ ἐκείνοις ἐμαρτυρεῖτο αὐτῷ, κακίᾳ τῇ ἐπὶ τοῖσδε μελλούσῃ συνεῖναι.καίτοι γε τοῦ μέλλοντος διάδοχον προαποδεδεῖχθαι καὶ τοῦ συναπολαυσομένου τιμῶν, αἳ εἰς τὸ παρὸν περιῆσαν, οὐκ ἐπικεκωλῦσθαι· εἰκός τε οὐκ εἶναι τὸν ἁπάντων ἀκινδύνως καὶ μετʼ ἀρετῆς ἔχοντα τὴν ἡμίσειαν μετὰ ψόγων καὶ κινδύνου ἐφίεσθαι τοῦ ὅλου ἄδηλον εἰ δυναμένου περιγενέσθαι, καὶ ταῦτα τεθεαμένον τὴν ζημίαν τῶν ἀδελφῶν καὶ μηνυτὴν μὲν καὶ κατηγορητὴν γενόμενον λανθάνειν δυναμένων, κολαστὴν δʼ ἐπεὶ φανεροὶ κατέστησαν πονηροὶ τὰ πρὸς τὸν πατέρα ὄντες.καὶ τάδε μὲν αὐτῷ τῶν ἐνταῦθα ἠγωνισμένων παραδείγματα εἶναι τῶν ἀκράτῳ εὐνοίᾳ πρὸς τὸν πατέρα πεπολιτευμένων· τῶν δʼ ἐπὶ Ῥώμης μάρτυρα εἶναι Καίσαρα ἐπίσης τῷ θεῷ ἀπατηθῆναι μὴ οἷόν τε ὄντα.ὧν πίστιν εἶναι τὰ ὑπʼ ἐκείνου γράμματα ἐπεσταλμένα, ὧν οὐ καλῶς ἔχειν ἰσχυροτέρας εἶναι τὰς διαβολὰς τῶν στασιάζειν αὐτοὺς προθεμένων τὰς πλείους ἀποδημίᾳ τῇ αὐτοῦ συντεθῆναι σχολῆς τοῖς ἐχθροῖς ἐγγενομένης, ἣν οὐκ ἂν αὐτοῖς ἐπιδημοῦντος παραγενέσθαι.διαβάλλοντος δὲ καὶ τὰς βασάνους εἰς ψευδολογίαν, ὡς τῆς ἀνάγκης φύσιν ἐχούσης διδάσκειν τοὺς ὑποπεσόντας τὰ πολλὰ ἡδονῇ τῶν ἐφεστηκότων λέγειν,καὶ παρέχοντος αὑτὸν εἰς βάσανον, ἐπὶ τούτοις τροπῆς τοῦ συνεδρίου γενομένης, σφόδρα γὰρ ᾤκτειραν τὸν Ἀντίπατρον δάκρυσίν τε καὶ αἰκίαις τοῦ προσώπου χρώμενον, ὥστε καὶ τοῖς ἐχθροῖς διʼ οἴκτου καταστῆναι φανερὸν δὲ ἤδη καὶ Ἡρώδην εἶναι καμπτόμενόν τι τῇ γνώμῃ καίπερ μὴ βουλόμενον ἔκδηλον εἶναι, Νικόλαος ἀρξάμενος οἷς τε ὁ βασιλεὺς κατήρξατο λόγοις παλιλλογεῖ μειζόνως ἐκδεινῶν καὶ ὁπόσα ἐκ βασάνων ἢ μαρτυριῶν συνῆγεν τὴν ἀπόδειξιν τοῦ ἐγκλήματος.μάλιστα δὲ τὴν ἀρετὴν ἐπιπολὺ ἐξηγεῖτο τοῦ βασιλέως, ᾗ περί τε τροφὰς καὶ παιδεύματα χρησάμενος τῶν υἱέων οὐδαμόθεν εὕροιτο ὀνησιφόρον αὐτὴν περιπταίων ἑτέροις ἀφʼ ἑτέρων.καίτοι γε οὐχ οὕτως θαυμάζειν τῶν προτέρων τὴν ἀβουλίαν, νεωτέρους γὰρ καὶ κακίᾳ συμβούλων διεφθαρμένους ἀπαλεῖψαι τὰ τῆς φύσεως δικαιώματα ἀρχῆς θᾶσσον ἢ χρῆν μεταποιεῖσθαι σπουδάσαντας,Ἀντιπάτρου δʼ ἂν δικαίως τὴν μανίαν καταπλαγῆναι μὴ μόνον οἷς ὑπὸ τοῦ πατρὸς εὐεργετηθείη τὸν λογισμὸν ὥσπερ τὰ ἰοβολώτατα τῶν ἑρπετῶν μὴ μαλαχθέντος, καίτοι γε κἀκείνοις τινὸς ἐγγινομένης μαλακίας τοῦ ἀδικεῖν τοὺς εὐεργέτας, ἀλλὰ μηδὲ τὰς τύχας τῶν ἀδελφῶν πρὸς τὸ οὐ μιμητὴν αὐτῶν καταστῆναι τῆς ὠμότητος ἐμποδὼν στάντος.καίτοι γε, ὦ Ἀντίπατρε, τῶν ἀδελφῶν μηνυτής τε ὧν τολμήσειαν αὐτὸς ἦς καὶ ἐρευνητὴς τῶν ἐλέγχων καὶ κολαστὴς πεφωραμένων. καὶ οὐ τοῦ ἐπʼ ἐκείνοις ἐγκαλοῦμεν θυμῷ χρῆσθαι μὴ ἐλλιπόντος, ἀλλὰ τοῦ μιμεῖσθαι τὴν ἀσέλγειαν αὐτῶν σπουδάσαντος ἐκπεπλήγμεθα, εὑρίσκοντες κἀκεῖνά σοι οὐκ ἐπʼ ἀσφαλείᾳ τοῦ πατρός, ἀλλʼ ἐπʼ ὀλέθρῳ τῶν ἀδελφῶν πεπραγμένα, ὅπως μισοπονηρίᾳ τῇ κατʼ αὐτῶν φιλοπάτωρ εἶναι πεπιστευμένος ἀδεεστέραν ἐπʼ αὐτῷ κακουργεῖν παραλάβοις δύναμιν, ὃ δὴ καὶ τοῖς ἔργοις παρέστησας.