κομίσασά τε οὐδὲν εἰς ἀναβολὰς πράσσειν τοῦ ἀνδρὸς τὰς ἐπιστολάς. καὶ τὸ μὲν πλεῖστον καύσασαν τοῦ φαρμάκου τυχεῖν, ὑπολιπέσθαι δὲ ὀλίγον, ἵνα εἰ Φερώρου μεταστάντος περιέποι κακῶς αὐτὴν ὁ βασιλεύς, μεθίσταιτο αὐτῷ διάδρασιν ποιουμένη τῶν ἀναγκῶν.ταῦτα εἰποῦσα τό τε φάρμακον καὶ τὴν πυξίδα εἰς τὸ μέσον παρῆγεν. καὶ ἀδελφὸς δὲ Ἀντιφίλου ἕτερος καὶ μήτηρ αὐτοῦ ἀνάγκαις τε καὶ βασάνων σφοδρότητι ταὐτὰ ἔλεγον καὶ ἐγνώριζον τὴν πυξίδα.κατηγορεῖτο δὲ καὶ τοῦ ἀρχιερέως ἡ θυγάτηρ, γυνὴ δὲ τοῦ βασιλέως, ὡς πάντων ἵστωρ τούτων γενομένη κρύπτειν προθυμηθεῖσα αὐτά. καὶ διὰ τάδε Ἡρώδης ἐκείνην τε ἐξέβαλεν καὶ τὸν υἱὸν αὐτῆς ἐξήλειψε τῶν διαθηκῶν εἰς ὃ βασιλεύσοι μενουσῶν, καὶ τὸν πενθερὸν τὴν ἀρχιερωσύνην ἀφείλετο Σίμωνα τὸν τοῦ Βοηθοῦ, καθίσταται δὲ Ματθίαν τὸν Θεοφίλου Ἱεροσολυμίτην γένος.Ἐν τούτῳ δὲ καὶ Βάθυλλος ἐκ Ῥώμης ἀπελεύθερος Ἀντιπάτρου παρῆν καὶ βασανισθεὶς εὑρίσκεται φάρμακον κομίζων δώσειν τε τῇ ἑαυτοῦ μητρὶ καὶ Φερώρᾳ, ὡς εἰ τὸ πρότερον μὴ ἅπτοιτο τοῦ βασιλέως, τούτῳ γοῦν μεταχειρίζοιντο αὐτόν.ἀφίκετο δὲ γράμματα παρὰ τῶν ἐν Ῥώμῃ φίλων τῷ Ἡρώδῃ γνώμῃ καὶ ὑπαγορεύσει Ἀντιπάτρου ἐπὶ κατηγορίᾳ Ἀρχελάου καὶ Φιλίππου συγκείμενα, ὡς δῆθεν διαβάλλοιέν τε τὸν πατέρα ἐπὶ σφαγῇ τῶν περὶ Ἀριστόβουλον καὶ Ἀλέξανδρον, διʼ οἴκτου δὲ καὶ αὑτοὺς λαμβάνοιεν· ἤδη γὰρ καὶ ἐκαλοῦντο ὑπὸ τοῦ πατρός, οὐχ ὡς ἐφʼ ἑτέροις, ἀλλʼ ἐπὶ τοῖς κἀκείνους προσαπολωλεκόσι κατακλήσεως αὐτῶν γινομένης.ταῦτα δὲ μεγάλων μισθῶν οἱ φίλοι τῷ Ἀντιπάτρῳ συνέπρασσον. γράφει δὲ καὐτὸς Ἀντίπατρος τῷ πατρὶ περὶ αὐτῶν ἐπὶ μεγίσταις τῶν αἰτιῶν καὶ παντελὲς ἀπαλλάσσειν φάσκων τὰ μειράκια, τῶν δὲ τῇ ἡλικίᾳ τὴν ἀνάθεσιν ποιούμενος. αὐτὸς δὲ τὰ περὶ Σύλλαιον ἠγωνίζετο καὶ θεραπεία τῶν πρώτων ἀνδρῶν ἐγεγόνει κόσμος τε ἀξιοπρεπὴς ταλάντων ἐώνητο διακοσίων.θαυμάσειε δʼ ἄν τις, ὅτι τοσούτων ἐν Ἰουδαίᾳ κατʼ αὐτοῦ κεκινημένων μησὶ πρότερον ἑπτὰ οὐδὲν αὐτῷ δῆλον γένοιτο· αἴτιον δʼ ἦν ἥ τε ἀκρίβεια καὶ φυλακὴ τῶν ὁδῶν καὶ μῖσος τῶν ἀνθρώπων τὰ πρὸς Ἀντίπατρον· οὐδεὶς γὰρ ἦν, ὃς προθύμως κινδύνῳ τῷ αὐτοῦ ποριστὴς τῶν ἐκείνου ἀσφαλειῶν καθίστατο.Ἡρώδης δὲ Ἀντιπάτρου γεγραφότος πρὸς αὐτόν, ὡς τὰ πάντα ᾗ χρῆν διαπεπραγμένος ἥξοι ἐν τάχει, ἐπικρυψάμενος τὴν ὀργὴν ἀντεπετίθει, κελεύων μὴ ἀπιέναι τῆς εἰς τὴν ὁδὸν, μὴ καί τι πάσχοι παρὰ τὴν ἐκδημίαν αὐτοῦ, καὶ ἅμα τῆς μητρὸς αὐτοῦ κατηγορῶν ὡς ὀλίγον καταθήσεσθαι μέμψεις ἐπαγγελλόμενος τὰς πρὸς αὐτήν,ὁπότε ἐκεῖνος ἀφίκοιτο, παντί τε τρόπῳ φιλότητα τὴν πρὸς αὐτὸν ἐνεδείκνυτο, δεδιὼς μὴ καί τι ὑποτοπηθεὶς ὑπερβάλλοιτο μὲν ὁδοὺς τὰς πρὸς αὐτόν, τῇ δὲ Ῥώμῃ ἐνδιαιτώμενος κτήσεις ἐφεδρεύοι τῇ βασιλείᾳ καὶ δὴ καὶ διαπράσσοι τι αὐτῇ.τούτοις ἐν Κιλικίᾳ τοῖς γράμμασιν ἐπιτυγχάνει, τοῖς δὲ τὴν Φερώρου τελευτὴν διασαφοῦσιν ἐν Τάραντι πρότερον, δεινῶς τε ἤνεγκεν οὐκ εὐνοίᾳ τῇ Φερώρου, διότι δὲ τοῦ πατρὸς τὴν ἀναίρεσιν οὐ διαπραξάμενος ὥσπερ ὑπέσχετο ἀπέθανε.περὶ δὲ Κελένδεριν τῆς Κιλικίας γενόμενος ἐνεδοίαζεν ἤδη περὶ τοῦ οἴκαδε πλοῦ δεινῶς τῇ ἐκβολῇ τῆς μητρὸς λελυπημένος, καὶ τῶν φίλων οἱ μὲν ἐκέλευον αὐτὸν ταῦτά πῃ καραδοκοῦντα ἀνέχειν, οἱ δὲ μὴ διαμέλλειν τὸν οἴκαδε πλοῦν· λύσειν γὰρ παραγενόμενον αἰτίαν πᾶσαν, ὡς καὶ νῦν οὔτι ἑτέρωθεν, ἀλλὰ διὰ τὴν ἐκείνου ἀπουσίαν ἰσχὺν τοῖς κατηγόροις ὑπογενέσθαι.τούτοις πεισθεὶς ἔπλει τε καὶ προσέσχε τῷ Σεβαστῷ λιμένι λεγομένῳ, ὃν κατασκευάσας Ἡρώδης πολλῶν χρημάτων ἐπὶ τιμῇ τῇ Καίσαρος καλεῖ Σεβαστόν.ἐν προύπτοις δʼ ἦν Ἀντίπατρος ἤδη τοῖς κακοῖς μήτε προσιόντος αὐτῷ μηδενὸς μήτε προσαγορεύοντος ὥσπερ ὅτʼ ἐξῄει μετʼ εὐχῶν καὶ ἀγαθῶν ἐπιφημισμάτων ταῖς ἐναντιωτάταις ἀραῖς οὐκ ἐκωλύοντο αὐτὸν δέχεσθαι ποινὴν τοῖς ἀδελφοῖς ἀποτίνειν ὑπειληφότες.Ἐτύγχανεν δʼ ἐν Ἱεροσολύμοις κατὰ τοῦτον τὸν καιρὸν Οὔαρος Κοϊντίλιος, διάδοχος μὲν Σατορνίνῳ τῆς ἐν Συρίᾳ ἀρχῆς ἀπεσταλμένος, ἥκων δὲ αὐτός τε σύμβουλος Ἡρώδῃ περὶ τῶν ἐνεστηκότων αὐτῷ δεηθέντι.καὶ αὐτῶν συνεδρευόντων παρῆν ὁ Ἀντίπατρος οὐδενὸς αὐτῷ ἐκπύστου γεγονότος. εἴσεισιν δὲ εἰς τὸ βασίλειον ἔτι πορφυρίδας ἀμπεχόμενος, καὶ αὐτὸν μὲν δέχονται οἱ ἐπὶ θύραις, ἀνείργουσι δὲ τοὺς φίλους.ἐθορυβεῖτο δὲ ἤδη σαφῶς οἷ ἐληλύθει κατανοῶν, ἐπειδὴ καὶ ὁ πατὴρ προσιόντα αὐτὸν ὡς ἀσπάσαιτο ἀπεώσατο, ἀδελφοκτονίαν τε ἐπικαλῶν καὶ βούλευσιν ὀλέθρου τοῦ ἐπʼ αὐτῷ, πάντων τε ἀκροατὴν καὶ δικαστὴν ἔσεσθαι Οὔαρον τῇ αὔριον.καὶ ὁ μὲν τοιούτου κακοῦ ἅμα τε ἀκροαθέντος καὶ παρόντος τῷ μεγέθει περιφερόμενος ᾤχετο, ὑπαντιάζουσιν δʼ αὐτὸν ἥ τε μήτηρ καὶ γυνή, αὕτη δὲ ἦν ήδη Ἀντιγόνῳ παῖς τῷ πρὸ Ἡρώδου Ἰουδαίων βεβασιλευκότι, παρʼ ὧν τὰ πάντα ἐκμαθὼν ἐν παρασκευαῖς τοῦ ἀγῶνος ἦν.Τῇ δʼ ἑξῆς συνήδρευεν μὲν Οὔαρός τε καὶ ὁ βασιλεύς, εἰσεκλήθησαν δὲ καὶ οἱ ἀμφοῖν φίλοι καὶ οἱ συγγενεῖς βασιλέως Σαλώμη τε ἡ ἀδελφή, εἶτʼ εἴ τινες μηνύσειν ἔμελλον καὶ ὧν βάσανοι γεγόνασιν, δοῦλοί τε μητρῷοι τοῦ Ἀντιπάτρου μικρῷ πρότερον συνειλημμένοι ἢ ʼκεῖνον ἥκειν, ἐπιστολὴν φέροντες, ἧς τὸ κεφάλαιον τῶν γεγραμμένων ἦν μὴ ἐπανιέναι ὡς πάντων τῷ πατρὶ ἡκόντων εἰς πύστιν, μόνην τε ἂν καταφυγὴν αὐτῷ λείπεσθαι Καίσαρα καὶ σὺν αὐτῇ τὸ μὴ πατρὶ ὑποχείριον γενέσθαι.