ἅπερ δὴ πάντα μηχαναὶ τῆς ἐπὶ τὸν Ἡρώδην ὁδοῦ ἵσταντο Ἀντιπάτρῳ, ἐρημοῦντι αὐτὸν μὲν κατηγόρων ἐφʼ οἷς πράττειν διενοεῖτο, Ἡρώδην δὲ καταφυγῆς οἳ βοηθοῖεν αὐτῷ τοῦ Ἀντιπάτρου φανερῶς πολεμίου καταστάντος·ὥστε μίσει μὲν τῷ πρὸς τὸν πατέρα ἔπρασσεν τὴν ἐπιβουλὴν τῶν ἀδελφῶν, τὸ δὲ ἥπτετο μειζόνως τοῦ ἐγχειρῶν μὴ ἀφίεσθαι τῆς πράξεως· ἀποθνήσκοντος μὲν γὰρ Ἡρώδου, βεβαίως αὐτῷ περιγενομένης τῆς ἀρχῆς, ἐξικνουμένου δὲ εἰς τὸ πλέον ἔτι ζῆν, κινδύνων ἀντιπεριστάντων ἐξαγγέλτου γενομένης τῆς πράξεως, ἧς συνθέτης γεγονὼς πολέμιον ἠνάγκαζε τὸν πατέρα καταστῆναι.καὶ διὰ τοῦ χαρίζεσθαι πολυτελὴς ἦν τοὺς περὶ τὸν πατέρα, κέρδεσι μεγάλοις ἐκπλήσσων τὸ τῶν ἀνθρώπων μῖσος πρὸς αὐτὸν καὶ μάλιστα τοὺς ἐπὶ Ῥώμης φίλους πομπαῖς μεγάλων δωρεῶν εὔνους καθιστάμενος, πρὸ πάντων δὲ Σατορνῖνον τὸν τῆς Συρίας ἐπιμελητήν.ὑπάξεσθαί τε ἦν ἐλπὶς αὐτῷ καὶ τὸν Σατορνίνου ἀδελφὸν μεγέθει δώρων, ἃ ἐδίδου, καὶ τὴν ἀδελφὴν τοῦ βασιλέως ἀνδρὶ πρώτῳ τῶν περὶ τὸν Ἡρώδην συνοικοῦσαν τῷ αὐτῷ τρόπῳ χρώμενος. ψευσάμενός τε φιλίαν πρὸς τοὺς ὁμιλοῦντας δεινότατός τις ἦν πεπιστεῦσθαι καὶ μῖσος ἀράμενος ἐφʼ οὕστινας ἐπικρύψασθαι συνετώτατος.οὐ μὴν ἠπάτα γε τὴν τηθίδα προκατανενοηκυῖαν ἐκ πλείονος αὐτὸν καὶ μηκέθʼ οἷαν οὖσαν παραλογισθῆναι καὶ διὰ τὸ ἤδη παρασκευῇ τῇ πάσῃ ἀντιτετάχθαι αὐτοῦ πρὸς τὸ κακότροπον.καίτοι θυγατρὶ αὐτῆς συνῴκει θεῖος πρὸς μητρὸς Ἀντιπάτρου προνοίᾳ τῇ ἐκείνου καὶ διαπράξει παραλαβὼν τὴν κόρην πρότερον Ἀριστοβούλῳ γεγαμημένην· τὴν δὲ ἑτέραν ὁ ἐκ τοῦ ἀνδρὸς αὐτῆς Καλλέα παῖς γυναῖκα εἶχεν. ἀλλʼ οὐδὲν ἐπὶ τῷ μὴ κατανοεῖσθαι πονηρὸν ὄντα ἦν ἡ ἐπιγαμία τεῖχος, ὥσπερ οὐδʼ ἡ πρότερον συγγένεια πρὸς τὸ οὐ μεμισῆσθαι.τὴν δὲ Σαλώμην Ἡρώδης ἐσπουδακυῖαν Συλλαίῳ τῷ Ἄραβι γαμηθῆναι κατʼ ἐρωτικὴν ἐπιθυμίαν βιάζεται τῷ Ἀλεξᾷ συνοικεῖν συμπρασσούσης αὐτῷ Ἰουλίας καὶ πειθούσης τὴν Σαλώμην μὴ ἀνήνασθαι τὸν γάμον, μὴ καὶ ἔχθρα καθίσταιτο αὐτοῖς προύπτως ὀμωμοκότος Ἡρώδου μὴ ἂν εὐνοήσειν Σαλώμῃ μὴ ὑποδεξαμένῃ τὸν Ἀλεξᾶ γάμον. καὶ ἐπείθετο Καίσαρός τε οὔσῃ γυναικὶ τῇ Ἰουλίᾳ καὶ ἄλλως συμβουλευούσῃ πάνυ συμφέροντα.ἐν τούτῳ δὲ καὶ τὴν Ἀρχελάου θυγατέρα τοῦ βασιλέως Ἡρώδης ὡς τὸν αὐτῆς πατέρα ἐξέπεμψεν Ἀλεξάνδρῳ συνῳκηκυῖαν ἐκ τῶν αὐτοῦ τὴν προῖκα ἀποδούς, ὥστε ἀμφισβήτημα αὐτοῖς μηδὲν εἶναι.Ἀνέτρεφεν δὲ αὐτὸς τῶν παίδων τὰ τέκνα πάνυ ἐπιμελῶς· ἦσαν γὰρ τῷ μὲν Ἀλεξάνδρῳ ἐκ Γλαφύρας ἄρσενες δύο, Ἀριστοβούλῳ δὲ ἐκ Βερενίκης τῆς Σαλώμης θυγατρὸς ἄρσενές τε τρεῖς καὶ θήλειαι δύο.καί ποτε παρόντων αὐτῷ τῶν φίλων παραστησάμενος τὰ παιδάρια καὶ τῶν υἱέων ἀνακλαύσας τὴν τύχην ηὔχετο μηδὲν τοιόνδε παισὶν τοῖς ἐκείνων συνελθεῖν, αὐξηθέντας δὲ ἀρετῇ καὶ συμφορᾷ τοῦ δικαίου τὰς τροφὰς ἀμείψασθαι, ἃς ποιοῖτο.ἐγγεγύητό τε εἰς γάμον, ὁπότε ἀφικοίατο εἰς ὥραν τὴν ἐπʼ αὐτῷ, τῷ μὲν πρεσβυτέρῳ τῶν Ἀλεξάνδρου παίδων Φερώρου θυγατέρα, τῷ δὲ Ἀριστοβούλου τὴν Ἀντιπάτρου, καὶ θυγατέρα τὴν Ἀριστοβούλου ἐπωνόμαζε παιδὶ τῷ Ἀντιπάτρου, τὴν δὲ ἑτέραν τῶν Ἀριστοβούλου θυγατέρων Ἡρώδῃ παιδὶ τῷ αὑτοῦ· γίνεται δὲ τῷ βασιλεῖ οὗτος ἐκ τῆς τοῦ ἀρχιερέως θυγατρός· πάτριον γὰρ πλείοσιν ἐν ταὐτῷ ἡμῖν συνοικεῖν.ἔπρασσε δὲ τὰς μνηστείας τῶν παίδων ὁ βασιλεὺς ἐλέῳ τῶν ὀρφανῶν εἰς εὔνοιαν αὐτῶν διὰ τὴν ἐπιγαμίαν τὸν Ἀντίπατρον προκαλούμενος.Ἀντίπατρος δὲ γνώμῃ τῇ πρὸς τοὺς ἀδελφοὺς πολιτεύειν οὐκ ἐνέλιπεν καὶ πρὸς τοὺς παῖδας αὐτοῖς γεγονότας, ἥ τε τοῦ πατρὸς σπουδὴ περὶ αὐτοὺς ἠρέθιζεν αὐτὸν μείζονας ἔσεσθαι τῶν ἀδελφῶν προσδεχόμενον, καὶ μάλιστα ὁπότε ἀνδρωθεῖεν, Ἀρχελάου προσληψομένου τοῖς θυγατριδοῖς βασιλέως ἀνδρὸς καὶ Φερώρου τῷ ληψομένῳ τὴν θυγατέρα· τετράρχης δὲ καὶ οὗτος ἦν.ἐπήγειρε δʼ αὐτὸν καὶ τὸ πᾶν πλῆθος ἐλέῳ μὲν τὰ πρὸς τοὺς ὀρφανοὺς χρώμενον, μίσει δὲ πρὸς αὐτὸν τὰ πάντα ἐξαγαγεῖν οὐκ ἀπηλλαγμένον κακοτροπίᾳ τῇ ἐπὶ τοῖς ἀδελφοῖς. ἐμηχανᾶτο οὖν διάλυσιν τῶν τῷ πατρὶ ἐγνωσμένων, ἐν δεινῷ τιθέμενος προσλήψει τοσῆσδε αὐτοὺς ὁμιλῆσαι δυνάμεως.καὶ μετέπιπτεν Ἡρώδης εἴκων δεήσει τῇ Ἀντιπάτρου, ὥστε αὐτὸν μὲν τὴν Ἀριστοβούλου θυγατέρα γαμεῖν καὶ τὴν Φερώρου τὸν υἱὸν αὐτοῦ. καὶ τὰ μὲν τῶν ὁμολογιῶν τοῦ γάμου τοῦτον κινεῖται τὸν τρόπον ἄκοντος τοῦ βασιλέως.Ἡρώδῃ δὲ τῷ βασιλεῖ κατὰ τοῦτον τὸν χρόνον συνῴκουν ἐννέα γυναῖκες, ἥ τε Ἀντιπάτρου μήτηρ καὶ ἡ θυγάτηρ τοῦ ἀρχιερέως, ἐξ ἧς δὴ καὶ ὁμώνυμος αὐτῷ παῖς γεγόνει· ἦν δὲ καὶ ἀδελφοῦ παῖς αὐτῷ μία γεγαμημένη καὶ ἀνεψιὰ σὺν αὐτῇ. καὶ ταῖσδε μὲν τέκνον οὐδὲν ἐφύη.ἦν δʼ ἐν ταῖς γυναιξὶν κἀκ τοῦ Σαμαρέων ἔθνους μία καὶ παῖδες αὐτῆς Ἀντίπας καὶ Ἀρχέλαος καὶ θυγάτηρ Ὀλυμπιάς. καὶ ταύτην μὲν ὕστερον Ἰώσηπος γαμεῖ βασιλέως ἀδελφιδοῦς ὤν, Ἀρχέλαος δὲ καὶ Ἀντίπας ἐπὶ Ῥώμης παρά τινι ἰδίῳ τροφὰς εἶχον.Κλεοπάτρα δὲ Ἱεροσολυμῖτις γεγάμητο αὐτῷ καὶ παῖδες ἐξ αὐτῆς Ἡρώδης τε ἐγεγόνεισαν καὶ Φίλιππος, ὃς καὶ αὐτὸς ἐν Ῥώμῃ τροφὰς εἶχεν. καὶ Παλλὰς δὲ ἐν ταῖς γαμεταῖς Φασάηλον πεποιημένη παῖδα αὐτῷ, πρός γε μὴν ταύταις Φαῖδρα καὶ Ἐλπίς, ἐξ ὧν θυγατέρες δύο ἦσαν Ῥωξάνη καὶ Σαλώμη.